Αἱ Ἡνωμέναι Πολιτεῖαι τῆς Ἀμερικῆς (ΗΠΑ), ἄλλως γνωστὴ ὡς Ἡνωμέναι Πολιτεῖαι ἢ ἁπλῶς Ἀμερικὴ (ἀγγλιστί: United States of America /juː.ˌnaɪ.tɨd ˌsteɪts əv əˈmɛɹ.ɨ.kə/), χώρα τὰ μάλιστα ἐν τῷ βορρᾷ τῆς Ἀμερικῆς ἐστι. Περιέχουσα 3,8 ἑκατομμύρια τετραγωνικὰ χιλιόμετρα ἐμβαδοῦ ἐστι ἡ τετάρτη ἢ τρίτη μέγιστη χώρα τῆς οἰκουμένης. Ἔχουσα δὲ 308 ἑκατομμύρια πολίτας ἡ τρίτη κατὰ πλῆθος μέγιστή ἐστι. Ἡ χώρα συνίσταται ὑπὸ Ν' Πολιτειῶν, ἑνὸς Ὁμοσπόνδου Δήμου, πέντε Κτήσεων καὶ ἄλλων τοιούτων. Ἡ μητρόπολις αὐτῶν ἡ Οὐασιγκτὼν καὶ ἡ δὲ μεγίστη πόλις τὸ Νέον Ἐβόρακον.
Ἡνωμέναι Πολιτεῖαι τῆς Ἀμερικῆς United States of America | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Ὕμνος: The Star-Spangled Banner Τὸ Ἀστερόεν Σημεῖον Σύνθημα: | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Ἱστοσελίς: usa.gov |
Παρὰ τὴν ἐν πλούτῳ καὶ προσόδῳ μεγάλην ἀνισότητα, ἡ χώρα ἐστὶ μία τῶν τοῦ κόσμου πλουσιοτάτων μετὰ μεγάλης ἐπιδόσεως. Τὸ Ὅλον Ἐθνικὸν Ἀπότεγμα (GDP) τῆς χώρας ἐστὶ τὸ μέγιστον τοῦ κόσμου. Εἰσάγει τὰ πλεῖστα ἀγαθὰ κἀν τῷ ἐξάγειν ἡ δευτέρα μεγίστη. Ἡ κυρία στρατιωτικὴ δύναμις τῆς οἰκουμένης ἥπερ συνεχῶς παρατείνει τὴν αὐτῆς ἀρχὴν ἐν τοιαύτῃ.
Ἔτυμον
editΟὕτως ἐπωνομάσθη ὑπὸ τοῦ ὁδοιπόρου Ἀμερίκου Οὐεσπουκίου[6] ὃς πρῶτος τὰς νέας χώρας ἐσκέψατο διάφοραι τῆς Ἀσίας εἶναι. Πρώτη χρῆσις τοῦ ὀνόματος «Ἀμερικὴ» ἐν ἑνὶ πινάκι τοῦ 1507 ὑπὸ τοῦ Μαρτίνου Ὑλακομύλου ἦν
Ἱστορία
editΠρὸ τῆς Εὐρωπαίων ἀφίξεως
editἩ ἀμερικανικὴ ἱστορία ἄρχεται τῆς μεταναστάσεως τῶν αὐτοχθόνων πληθῶν τῇ Ἀμερικῇ ἐκ τοῦ Βεριγγίου,[7] ἃ κατέστησαν εὐδόξους καὶ ἐπιφανεῖς πολιτισμούς. Ὁ Μισσισσίππιος πολιτισμὸς, ὅσπερ δὴ παρὰ τῷ Μισσισσιππῇ ἦν, ἔκτισε πολλὲς γεωργίαν σὺν μεγάλῃ ἀρχιτεκτονικῇ ἔχουσαι πόλεις ἐξ ὧν μεγίστη ἡ Καοκία.[8][9] Παρὰ ταῖς Μεγάλαις Λίμναις ἤκμασε ὁ πολιτισμὸς τῶν Ὁδινοσώνων μεταξὺ ἄλλων τὲ Ἀλγωνκουϊανῶν φυλῶν αἳ ᾤκουν ὅλην τοῦ Ἀτλαντικοῦ ἀκτήν.[10] Ἐν τῇ χώρᾳ μεταξὺ τῆς Οὔτης, τῆς Ἀρισώνης, τοῦ Κολωράδου καὶ τοῦ Νέου Μεξικοῦ ἦν ὁ πολιτισμὸς τῶν Πουέβλων ὃς ἔκτισε θαυμαστὰς πόλεις ἐγγὺς ἢ ὑπὸ κρημνῶν.[11]
Ἀποικίαι καὶ Αὐτονομία
editΤὸ 1492, ὁ Χριστόφορος Κολόμβος ἐποίησε τὴν πρώτην ἐμμένουσα συνάντησιν μεταξὺ Εὐρώπης καὶ Ἀμερικῆς.[12] Τάχα δ’ εἶτα Εὐρωπαῖοι ἦρξαν οἰκίσαντες ἀποικίας ἀνὰ τὴν ἤπειρον. Ἐν τῇ σημερινῇ τῶν ΗΠΑ χώρᾳ, οἱ Ἱσπανοὶ ἔμαρψαν τὴν Ἀνθεμόεσσαν καὶ πᾶσαν τὴν δύσιν (σύν τε τῇ Καλιφορνίᾳ καὶ τῇ Τεξίᾳ αἳ ἂν τῷ μέλλοντι ἐπανέσταντο),[13] οἱ Γάλλοι τὴν χώραν ἐκ Λουδοβικίας μέχρι τῆς Οὐισκωνσινίας[14] καὶ οἱ Βρεττανοὶ τὴν ἀνατολικὴν ἀκτήν. Αἱ τοιούτων ἀποικίαι ὠνομάσθησαν "τρεισκαίδεκα ἀποικίαι" ἐπεὶ τοσαίδε ἦν.[15] Ἔτι δὲ καὶ οἱ Σουηκοί τε καὶ οἱ Βαταυοὶ ἐπεπείραντο ἱδρῦσαι ἀποικίαι ἀλλ’ αἵδε οὐ παρέμειναν.
Ἐν ταῖς πρώταις ἀποικίαις, ἡ κατάστασις δεινὴ καὶ αἱ κακουργίαι πλεῖσται. Εἰ καὶ οἱ αὐτόχθονες κάτοικοι ἐβοήθησον τοῖς ἀποίκοις δίδοντές τε αὐτοῖς ὕλες καὶ βρῶμα καὶ παιδεύσαντες αὐτοὺς γεωργεῖν ἀραβόσιτον καὶ φασήλους, οὗτοι ἀντέλαβον μόνον θάνατον καὶ καταστροφὴν πολιτισμοῦ καὶ δοξῶν.[16][17][18] Αἱ φερόμεναι ὑπὸ τῶν Εὐρωπαίων νόσοι (ὡς ἐπὶ πολὺ Variola καὶ Μorbilli)[19] ἀπέκτανον πλείστους τοῦ πλήθους.[20] Τότε ἦρξαν τῆς μεταφορᾶς ἀνθρώπων ἐκ τῆς Λιβύης ἵνα δοῦλοι ποιηθῶσι.[21]
Αἱ τρεισκαίδεκα ἀποικίαι (Βόρειος Καρολῖνα ‧ Γεωργία ‧ Γῆ Μαριάμ ‧ Δελαυέρη ‧ Κοννεκτικούτη ‧ Μασσαχουσέττη ‧ Νέα Ἁντωνία ‧ Νέα Καισάρεια ‧ Νέον Ἐβόρακον ‧ Νότιος Καρολῖνα ‧ Οὐιργινία ‧ Πενσυλουανία ‧ Ῥοδόνησος) μετέσχον ὅμοιαι τῇ Μεγάλῃ Βρεττανίᾳ ἐν τῷ ἑπταετῇ πολέμῳ. Ὅδε ἦν οἷος δαπανηρός, ὥστε τὰ τέλη καὶ οἱ φόροι ἔδει αὐξηθῆναι. Ταύτη ἡ αὔξησις αἴτια ἦν γε μᾶλλον μίσους τῶν ἀποικιῶν πρὸς τὴν Βρετταννίαν. Σχοῦσαί τινα αὐτονομίαν ἐβουλήθησαν κτᾶσθαι τελείαν. Τὴν 4ην Ἰουλίου 1776 (ἢ νῦν ἑορτάζῃ ὑπὸ τῶν Ἀμερικανῶν ὡς ἐθνικὴ ἑορτὴ)[22] ἔγραψαν τὸ κύρηγμα αὐτονομίας. Τὸ 1783 ἔλαβε δημοσίᾳ τὴν αὐτῆς αὐτονομία. Τὸ 1787 ἐγράφθη τὸ Κατάστημα τῶν ΗΠΑ καὶ ὁ Γεώργιος Οὐασιγκτὼν ἐποιήθη ὁ πρῶτος πρόεδρος.
Ὅτι αἵδε αἱ Ἡνωμέναι Ἀποικίαι εἰσί, καὶ δικαίως δεῖ εἶναι, ἐλεύθεραι καὶ αὐτόνομαι Πολιτεῖαι, ὅτι λελυμέναι εἰσὶ ἐκ πάσης πρὸς τὸ Βρεττανικὸν Στέμα πίστεως, καὶ πᾶσα τοιαύτων σύνδεσις μετὰ τῆς Μεγάλης Βρεττανίας χρὴ παντελῶς διαλύεσθαι· ὅτι δεῖ βουλεύσεσθαι ὑμῖν ἀνύτεσθαι τὴν ξένων δυνάμεων βοηθείαν καὶ συμπολιτεία τὶς μορφῶται ἵνα τὰς πολιτείας μᾶλλον ἀγαθῶς συνέχῃ
— ἐκ τοῦ Κηρύγματος Αὐτονομίας τῶν ΗΠΑ
Ἔκτασις καὶ Ἐμφύλιος
editἭδε ἡ εἰρηνὴ οὐκ ἔμεινεν ὡς πάλιν πολέμιαι τῇ Βρεττανίᾳ ἐγένοντο τὸ 1812, ἐν ᾧ ἔκαυσαν οἱ Καναδοὶ τὸν Λευκὸν Οἶκον. Ὡς ἐπὶ πᾶν εἰπεῖν, ὁ 19ος αἰὼν ἦν ὁ αἰὼν τῆς ἐκτάσεως. Ζητήσαντες πλοῦτον, καινὴν γῆν καὶ ἀγροὺς ἦρξαν πρὸς δύσιν χωρήσαντες,[23] οὕτως πολεμήσαντες τοῖς ἐκεῖ αὐτόχθοσι κατοικουμένοις. Κτησάμενοι τὴν κτήσιν τῆς Λουδοβικίας τὸ 1803 ἐδιπλασίασαν τὸ τότε ἐμβαδὸν τῆς χώρας.[24] Τὸ 1819 παρέλαβον τὴν Ἀνθεμόεσσαν[25] καὶ τὸ 1845 τὴν Πολιτείαν τῆς Τεξίας.[26] Ὑπὸ τῶν τοῦ Ὀρέγου Σπονδῶν μετὰ τῆς Μεγάλης Βρεττανίας ἐδόθησαν αἱ σημεριναὶ βορειοανατολικαὶ πολιτεῖαι.[27] Εἶτα τῆς νίκης ἐπὶ τοῦ Μεξικοῦ (ὅτ' ἔλαβον σὺν ἄλλαις τὴν Καλιφορνίαν καὶ τὴν Τεξίαν), οἱ ὅροι αὐτῶν ἐν τῇ ἠπείρῳ ἐμορφώθησαν σχεδὸν ὅπως τὰ νῦν, ποιήσαντες τὰς ΗΠΑ ἀπὸ ὠκεανοῦ πρὸς ὠκεανὸν τείνεσθαι.[23][28]
Αἱ διαφοραὶ περὶ τῆς τῶν μελανῶν ἀμερικανῶν δουλείας τόσον ηὐξύσαντο, ὥστε ἡ χώρα ἐμφυλίῳ πολέμῳ ἡγήσαιτο δίχα διελομένη εἰς βόρειον καὶ νότιον (Σύσπονδαι Πολιτεῖαι τῆς Ἀμερικῆς ὑπὸ ΙΑ' πολιτειῶν συνθεῖσαι, Confederate States of America) μέρος.[29] Τάδε δὴ ἐγένοντο ὑπὸ τῆς Ἀβράμου Λίγκωνος προεδρίας, ὃς κατὰ μικρὸν ἐτέλεσε ἐπὶ ταῖς συσπόνδοις νικῶν. Μέντοι γέ, οὐκ εἶδε τὸ τέλος τοῦ πολέμου ὡς θεωρήσας κωμῳδίαν τινὰ ἐφονεύθη. Ἐν τούτῳ 616.222[30] –1.000.000+[31] πολῖται ἀπέθανον. Ὀδυσσεὺς Σ. Γράντης ὅστις ἐν τῷ ἐμφυλίῳ ἐπολέμησε, εἶτ' ἐγένετο πρόεδρος τῶν ΗΠΑ. Ἐὰν καὶ ὁ πόλεμος τελευτήσῃ εἰς τὸ δούλων ἐλευθεροῦν, αἱ τε αὐτοῖς δοθεῖσαι πληγαί, καὶ ἡ κατ' αὐτῶν φυλετοκρατία καὶ βία οὐκ ἔπαυσαν.
Μετὰ τὸν πόλεμον, ἤρχθη ἡ ἐπισκευὴ τοῦ Νότου ὅσπερ ὑπ' αὐτοῦ μάλα ἐβλάφθη, οὐχ ἥκιστα ἡ οἰκονομία ἐκείνου.
Καὶ κράτους ἕνεκα, καὶ ἐπ' αὐτὸ τοῦτο, κελεύω καὶ κηρύσσω πάντας τῶν ἐν τοιαύταις πολιτεῖαις κατεχομένων δούλων, εἶναι, καὶ ἐντεῦθεν ἔσεσθαι, ἐλεύθεροι.
— Ἄβραμος Λίγκων, ἐκ τοῦ Ἐλευθερώσεως Κηρύγματος
Ἐκβιομηχάνισις, Οἰκονομικὴ Ἐλάττωσις καὶ Παγκόσμιοι Πόλεμοι
editἩ τῆς χώρας ἐκβιομηχάνισις ἤρξατο βοηθεῖσα ὑπὸ τῆς ἐφευρέσεως τοῦ τηλεγράφου καὶ τῆς σιδηροδρόμων κτίσεως ἐκταθεῖσα πάσῃ τῇ γῇ αὐτῆς. Αἱ δὲ πόλεις εἶτα ηὐξύθησαν κατὰ πλῆθος ὑπὸ τῆς ἐφευρέσεως τῶν ἠλεκτρικῶν λαμπτήρων καὶ τοῦ τηλεφώνου[32] καὶ ὑπὸ τῆς ἐν αἷς μεταναστάσεως εὐρωπαίων (αὐτίκα ἀπὸ τῆς Ἰέρνης, τῆς Ἰταλίας, τῆς Γερμανίας) καὶ ἄλλων ἀνθρώπων (αὐτίκα ἀπὸ τῶν Σινῶν). Οὕτως τάχα ἐγένοντο ἡ μεγίστη οἰκονομία τῆς Οἰκουμένης. Αἵδε αἱ οἰκονομικαί τε καὶ κοινωνικαὶ ἀλλαγαὶ ἐποίησαν ἵδρυσιν κοινωνικοκρατικῶν ἑταιρίων καὶ συνδικοκρατικῶν συστάσεων.[33] Ἔτι δε καὶ αἱ γυναῖκες ἐκτήσαντο τὰ αὐτῶν δίκαια.
Ἅμα τοῖσδε, ἦρξαν μὲν τοὺς αὐτόχθονες ἐν τῇ χώρᾳ ἀκόντως ἀναστήσαντες καὶ ἐν εἰδικοῖς χωρίοις θέντες καὶ δὲ ἐδάφη ἐκτὸς τῶν ὁμόρων κτησάμενοι (αὐτίκα ὁ Πλουσιολιμήν, ἡ Γουάμη καὶ αἱ Φιλιππῖναι ἐκ τῆς Ἱσπανίας,[34] ἡ Ἀλάσκα ἐκ τῆς Ῥωσσίας,[35] αἱ Ἀμερικανικαὶ Παρθένοι Νῆσοι ἐκ τῆς Δανίας, ἡ Αὑαΐα ἧς ἡ μοναρχία κατελύθη καὶ ἡ Ἀμερικανικὴ Σαμόα ἥπερ ἐξηνύσθη).
Οὗσαι ὅθ' ὁ πρῶτος παγκόσμιος πόλεμος ἤρχθη οὐδέτεραι, τῇ συμφρωνήσει (Entente) εἶτα προσέθεντο. Ὁ Οὐδρόος Οὐίλσων γὲ τῥοπὴν εἶχε τῆς συγγραφῆς τῶν σπονδῶν ἐν Λευκετίᾳ. Εἰ καὶ χρόνον βραχὺν μετὰ τοῦ πολέμου ἡ οἰκονομία ἦν ἀκμαία, τὸ 1929 τὸ χρηματιστήριον τοῦ Νέου Ἐβοράκου κατερρήχθη καὶ ἡγήσατο ταῖς Ἡνωμέναις Πολιτείαις σὺν πάσῃ τῇ οἰκουμένῃ οἰκονομικῆς ἐλαττώσεως.
Ἐν δὲ τῷ δευτέρῳ παγκοσμίῳ πολέμῳ, ὑπὸ τῆς Ἰαπωνίας τὴν 7ην Δεκεμβρίου 1941 προσβληθεῖσαι, συνεμάχησαν τοῖς συμμάχοις ὅπως ἂν τὰς τοῦ Ἄξονος Δυνάμεις (τὴν Γερμανίαν, τὴν Ἰαπωνίαν, τὴν Ἰταλίαν κ.α.) νικήσωσι. Ἀληθῶς δὴ ἡ μετοχὴ αὐτῶν ἐν ταῖς μάχαις τὲ καὶ ἐν τῇ παρασκεύῃ ἐφοδίων διὰ τοὺς ἄλλους συμμάχους ἦν ἀξιόλογος. Ἐν τῷ Αὐγούστῳ 1945, αἱ ΗΠΑ ἔρριψαν δύο ἀτομικὰ βόμβα ἐν τῇ Ἱροσίμῃ καὶ τῷ Ναγασάκῳ ἀναγκάσασαι τὴν Ἰαπωνίαν παραδιδόναι οὕτω τελέσασαι τὸν Β' Παγκόσμιον.
Ψυχρὸς Πόλεμος καὶ ὁ Νῦν Χρόνος
editΜετὰ τὸν πόλεμον, αἱ ΗΠΑ πρὸς τὴν Σοβιετικὴν Ἕνωσιν περὶ ἰσχύος, δόξης, ὅπλων καὶ ὡς ἐπὶ πᾶν εἰπεῖν τοῦ δύνασθαι παρὰ τῇ οἰκουμένῃ ἠγωνίζοντο. Ἥδε ἡ ἅμιλλα ὠνομάσθη «Ψυχρὸς Πόλεμος» ἣ προσῆκε τῇ αὐτῶν διαφορᾷ περὶ τῶν οἰκονομικῶν προαιρέσεων (αἱ μὲν εἶχον τὴν κεφαλαιοκρατίαν, ἡ δὲ κοινοκτημονοκρατίαν).[36] Αὗται εὐθέως οὐκ ἐπολέμησαν ἀλλὰ τρόπῳ ᾧ ἐν ἐμφυλίῳ πολέμω τινὶ αἱ ΗΠΑ εὖ εὐφρόνουν τοὺς μὲν καὶ οἱ Σοβιετικοὶ τοὺς δὲ (αὐτίκα ἐν τῇ Κορέᾳ καὶ ἐν τῇ Οὐιετνάμῃ).
Ὅπλων δὴ καὶ ἐπὶ οἰκουμένης ἀρχῆς προυμάχοντο ἔτι ἐπιστήμης καὶ διαστήματος περιοδείας. Ὅδε ὁ λεγόμενος «Διαστήματος Ἀγὼν» ἤρχθη ὑπὸ τῆς Σοβιετικῆς Ἑνώσεως τὸν πρῶτον τεχνητὸν δορυφόρον καθελκυσάσης τὸ 1957 καὶ ἐτελέσθη ὑπὸ τῆς Ἀμερικανῶν ἀποβάσεως ἀνθρώπων ἐν τῇ Σελήνῃ.[37] Εἴπερ δὴ ἤρχοντο ἐξορθοῦντες, ἡ διάλυσις τῆς Σοβετικῆς Ἑνώσεως τὸ 1991 τῶν Ἡνωμένων Πολιτειῶν κόσμου δυναστείαν κατέλιπεν καὶ τὸν Ψυχρὸν Πόλεμον ἔληξε.[38][39][40][41]
Μετὰ τὴν διάλυσιν, τὰ ἐν τῇ Ἐγγὺς Ἀνατολῇ εὐσταθῆ οὐκ ἦσαν καὶ τὸ Ἰρᾶκον πολέμιον Κουαίτῃ ἐγένετο. Αἱ ΗΠΑ τότε δ' εἰσέβαλον ὅπως ἂν τὸν πόλεμον παύσωσι καὶ τὸν Σαδδᾶμον Οὑσαΐνον ἐκ προεδρίας ἐκβάλωσι.[42] Αὐταῖς κἄλλαι τεσσαράκοντα καὶ τέσσαρες χῶραι προσέθηκαν.[43]
Τὴν 9ην Σεπτεμβρίου 2001 πρὸς τὼ ἐν Νέω Ἐβοράκῳ διδύμω πύργω καὶ Πεντάγωνον ἰσλαμισταὶ τρομοκράται εἰσέπεσον ἀποκτείναντες σχεδὸν τρισχιλίους ἀνθρώπους.[44][45] [46] Γεώργιος Οὐ. Βοῦς ταύταις ἀποκριθεὶς ἦρξε τὸν λεγόμενον «Κατὰ Τρόμου Πόλεμον» (War on Terror) πόλεμοι ἐν Ἰράκῳ πάλιν καὶ ἐν Ἀφγανίᾳ ὅτῳ περιέσχοντο.[47][48]
Ἡ τοῦ 2008 οἰκονομικὴ ἐλλάτωσις μάλα τῶν ΗΠΑ ῥοπὴν εἶχε[49] καὶ τήνδε ἐπειράθη οἰκῆσαι ὁ Βαράκος Ὀβάμας, ὁ πρῶτος μελανὸς ἀμερικανὸς πρόεδρος.[50] Τὸ 2016 ὁ Δόναλδος Τράμπος πρόεδρος τῶν ΗΠΑ ἐφηφίσθη[51] κᾷτα νενικημένος τὸ 2020 ὑπὸ τοῦ Ἰωσήφου Βίδενος[52] οἱ αὐτῷ εὔνους ἐπειράσαντο τὸ Καπιτώλιον βίᾳ ἑλεῖν.[53]
Γεωγραφία
editΤὸ τῶν ΗΠΑ ἐμβαδὸν 3.796.742 χ2 ἐστί,[2] οὕτως ποιοῦν τὴν χώραν τρίτην ἢ τετάρτην μεγίστην τῆς οἰκουμένης (μάχεται ταῖς Σίναις περὶ τῆς τρίτης τάξεως). Ἡ Ἀλάσκα ἡ μέγιστη τῶν πολιτειῶν (1.477.953 χ2, 38,9%) καὶ ἡ Ῥοδόνησος ἡ μείστη (2.678 χ2, 0.07%).
Τὰ παρὰ τῷ Ἀτλαντικῷ πεδία, οὗ πολλαὶ τῶν παλαιῶν καὶ μεγάλων πόλεων τῆς χώρας κατοικοῦν, ἡσσῶνται Ἀππαλαχίων Ὄρων ἃ διαιροῦσι τάδε ἀπὸ τῶν Μεγάλων Λιμνῶν. Ἐν τῷ μέσῳ τῶν Ἡνωμένων Πολιτειῶν ἡ ποταμῶν σύστασις Μισσισσιπποῦ-Μισσούρου (ἥτις τέλος ἐν τῷ Κόλπῳ τοῦ Μεξικοῦ λαμβάνει) ῥεῖ ποιοῦσα μεγάλον, πλατὺ καὶ μάλα πάμφορον πεδίον. Εἶτα δὲ πρὸς τὴν ἀνατολὴν εἰσὶ τὰ Πετρώδη Ὄρη ὧν ἡ ὑψηλοτάτη κορυφὴ 4.300 μ. ἐστὶ ἐν τῷ Κολωράδῳ.[54] Τέλος, παρὰ τῷ Εἰρηνικῷ ἄλση δασέα εἰσί. Τὸ Δηνάλιον ἐν τῇ Ἀλάσκῃ τὸ μέγιστον ὄρος τῆς χώρας ἐστὶ (6.190,5 μ).
Διαιρέσεις
editΑἱ Ἡνωμέναι Πολιτεῖαι τῆς Ἀμερικῆς συντίθενται ὑπὸ πεντήκοντα πολιτειῶν οὖσαι αἱ σφετέραι κεφάλαιαι διαιρέσεις. Αἱ 48 πρόσχωροι πολιτεῖαι - πᾶσαι τῶν πολιτειῶν πλὴν τῆς Ἀλάσκης καὶ τῆς Αὑαΐας - ὀνομάζονται «Ὅμοροι Ἡνωμέναι Πολιτεῖαι» (ἀγγλιστί: Contiguous United States) ἢ «Κάτω ΗΠΑ» (ἀγγλιστί: Lower US). Ἡ Ἀλάσκα χωρίζεται τῶν Ὁμόρων ἀπὸ τοῦ Καναδοῦ καὶ ἡ Αὑαΐα ἀπὸ τοῦ Εἰρηνικοῦ Ὠκεανοῦ.
Σὺν ταῖς κτήσεσι (Ἀμερικανικαὶ Παρθένοι Νῆσοι, Ἀμερικανικὴ Σαμόα, Βόρειοι Μαριᾶναι Νῆσοι, Γουάμη, Πλουσιολιμήν), καὶ τινὰς ἄλλας οἰκουμένας καὶ ἐρήμους νήσους ἔχει ἀνὰ τὸν Εἰρηνικὸν καὶ τὴν Καραϊβικὴν θάλασσαν.
Ἐν ἀρχῇ ἔσχε μόνον τρισκαίδεκα πολιτείας.
Δημογραφία
editἩ ἀπογραφὴ τοῦ 2010 δείκνυσι ὡς 308.745.538 πολῖται οἰκοῦσι ἐν ταῖς ΗΠΑ.[3]
Πόλεις
editΑἱ ΗΠΑ πολλὰς πόλεις καὶ κώμας ἔχουσι. Κάτω εἰσὶ αἱ εἴκοσι μέγισται.
20 μέγιστες πόλεις τῶν Ἡνωμένων Πολιτειῶν | |||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
Τάξις | Πόλις | Πολιτεία | Πλῆθος | Τάξις | Πόλις | Πολιτεία | Πλῆθος | ||||||||||
|
Α | Νέον Ἐβόρακον | Νέον Ἐβόρακον | 8.175.133 | ΙΑ | Ἰαξωνόπολις | Ἀνθεμόεσσα | 821.784 |
| ||||||||
Β | Ἀγγελόπολις | Καλιφορνία | 3.792.621 | ΙΒ | Ἰνδιανάπολις | Ἰνδιάνη | 820.445 | ||||||||||
Γ | Σικᾶγον | Ἰλλινοισία | 2.695.598 | ΙΓ | Ἁγ. Φραγκισκούπολις | Καλιφορνία | 805.235 | ||||||||||
Δ | Οὑστωνία | Τεξία | 2.100.263 | ΙΔ | Αὐγούστα | Τεξία | 790.390 | ||||||||||
Ε | Φιλαδέλφεια | Πενσυλουανία | 1.526.006 | ΙΕ | Κολομβούπολις | Ὀῗον | 787.033 | ||||||||||
Ϝ | Φοῖνιξ | Ἀρισῶνα | 1.445.632 | ΙϜ | Οὐορθέντιον Φρούριον | Τεξία | 741.206 | ||||||||||
Ζ | Ἅγ. Ἀντωνιούπολις | Τεξία | 1.327.407 | ΙΖ | Καρολῖνον | Β. Καρολῖνα | 731.424 | ||||||||||
Η | Ἁγ. Διδακούπολις | Καλιφορνία | 1.307.402 | ΙΗ | Δητρόϊτον | Μισιγάνη | 713.777 | ||||||||||
Θ | Δαλλάσιον | Τεξία | 1.197.816 | ΙΘ | Πόρος | Τεξία | 649.121 | ||||||||||
Ι | Ἁγ. Ἰωσηφόπολις | Καλιφορνία | 945.942 | Κ | Μέμφις | Τεννεσσεία | 646.889 | ||||||||||
Πηγή: Ἀπογραφὴ 2010 |
Πολιτικὴ καὶ Κυβέρνησις
editἩ πολιτεία τῶν ΗΠΑ ἐστὶ μία τῶν παλαιοτέρων τῆς οἰκουμένης. Διαιρεῖται εἰς τρία μέρη, ὁμοία πλείσταις τῶν δημοκρατικῶν χωρῶν, τὸ νομοθετικόν, τὸ ἐκτελεστικὸν καὶ τὸ δικαστικὸν κρᾶτος.
- Νομοθετικόν: Τὸ διθάλαμον Κογκρέσσον (συντεθὲν ὑπὸ τῆς Γερουσίας καὶ τῆς Βουλῆς τῶν Προαιρετῶν) ὃ δύναται ὁμοσπόνδους νόμους τιθέναι, πολέμους ἀναδεικνύναι, σπονδὰς δοκιμάζειν, ἐπὶ τοῖς οἰκονομικοῖς πράγμασι ἄρχειν καὶ εἰσαγγέλλειν περί τινος πολιτικοῦ ἔτι καὶ ἐνεργῶν τῆς κυβερνήσεως μελῶν.
- Ἐκτελεστικόν: Ὁ Πρόεδρος τῶν ΗΠΑ ὁ ἡγεμὼν τῶν κοινῶν ἐστί, ἐφιστάμενος τῇ τῆς χώρας κυβερνήσει καὶ κύριος στρατηγὸς τοῦ στρατοῦ. Δεῖ οἷ ἀρνεῖσθαι περὶ νόμων βουλεύματα ἐπικυροῦν πρὶν τάδε πρὸς ψῆφον τεθεῖεν. Ὑπουργοὺς καθίστησι καὶ ἄλλους ἄρχοντας οἵπερ τὰ πολιτικὰ πάσης τῆς πολιτείας τὲ καὶ τῶν πολιτειῶν ῥυθμίζουσι.
- Δικαστικόν: Τὸ Ἀνώτατον Δικαστήριον καὶ τὰ κατώτερα ὁμόσπονδα δικαστήρια, ὧν οἱ δικασταὶ ὑπὸ τοῦ προέδρου καὶ τῆς γερουσίας πρόκεινται, τοὺς νόμους ἑρμηνεύουσι καὶ τοὺς μὴ Καταστήματι συμφάντες καθαιροῦσι.
Πρόεδρος
editὉ Πρόεδρος τῶν ΗΠΑ δὶς δύναται ἀρχὴν τεσσάρων ἐτῶν ἄρχειν. Τὰ νῦν πρόεδρός ἐστι ὁ Ἰώσηφος Βίδην.
Ἑταιρείαι
editἘν ταῖς ΗΠΑ δύο πολιτικαὶ ἑταιρείαι τὰ πολλὰ κρατοῦσι τῶν κοινῶν· ἡ δημοκρατική τε καὶ ἡ ῥησπουβλική. Σύμβολον τῶν δημοκρατικῶν ὁ ὄνος, τῶν δὲ ῥησπουβλικῶν ὁ ἐλέφας.
-
Τὸ Καπιτώλιον τῶν ΗΠΑ οὗ ἐστι τὸ Κογκρέσσον τῶν ΗΠΑ
-
Ὁ Λευκὸς Οἶκος ὅπου ζῇ ὁ ἕκαστος Πρόεδρος τῶν ΗΠΑ
-
Τὸ Ἀνώτατον Δικαστήριον τῶν ΗΠΑ
-
Ὁ νῦν πρόεδρος Ἰώσηφος Βίδην διδοὺς ὅρκον ἐπὶ τῶν Βιβλίων
Πηγαί
edit- ↑ 36 U.S.C. § 302
- ↑ 2.0 2.1 «State Area Measurements and Internal Point Coordinates», census.gov
- ↑ 3.0 3.1 «Annual Estimates of the Resident Population for the United States, Regions, States, and Puerto Rico: April 1, 2010 to July 1, 2019»
- ↑ 4.0 4.1 4.2 4.3 «[World Economic Outlook Database, October 2020». IMF.org
- ↑ Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene (PDF). United Nations Development Programme. 15 December 2020
- ↑ Toby Lester, «Putting America on the Map»
- ↑ «Atlas of the Human Journey-The Genographic Project». National Geographic Society
- ↑ Lockard, Craig (2010). Societies, Networks, and Transitions, Volume B: From 600 to 1750. Cengage Learning. ISBN 978-1-111-79083-7, σελ. 315
- ↑ Martinez, Donna; Sage, Grace; Ono, Azusa (2016). Urban American Indians: Reclaiming Native Space: Reclaiming Native Space. ABC-CLIO. ISBN 978-1-4408-3208-6, σελ. 4
- ↑ Dean R. Snow (1994). The Iroquois. Blackwell Publishers, Ltd. ISBN 978-1-55786-938-8.
- ↑ «Ancestral Pueblo culture» Encyclopædia Britannica
- ↑ Encyclopædia Britannica, 1993, Vol. 16, Christopher Columbus
- ↑ Fernando Operé (2008). Indian Captivity in Spanish America: Frontier Narratives. University of Virginia Press. σελ. 1. ISBN 978-0-8139-2587-5.
- ↑ Christine Marie Petto (2007). When France Was King of Cartography: The Patronage and Production of Maps in Early Modern France. Lexington Books. σελ. 125. ISBN 978-0-7391-6247-7.
- ↑ James E. Seelye Jr.; Shawn Selby (2018). Shaping North America: From Exploration to the American Revolution (3 volumes). ABC-CLIO. σελ. 344. ISBN 978-1-4408-3669-5.
- ↑ Ripper, 2008 σελ. 5
- ↑ Calloway, Colin G. (1998). New Worlds for All: Indians, Europeans, and the Remaking of Early America. JHU Press. σελ. 229. ISBN 978-0-8018-5959-5.
- ↑ Joseph, Paul (2016). The Sage Encyclopedia of War: Social Science Perspectives. Sage Publications. ISBN 978-1-4833-5988-5. σελ. 590
- ↑ «The Cambridge encyclopedia of human paleopathology». Arthur C. Aufderheide, Conrado Rodríguez-Martín, Odin Langsjoen (1998). Cambridge University Press. σελ. 205. ISBN 978-0-521-55203-5
- ↑ Cook, Noble (1998). Born to Die: Disease and New World Conquest, 1492–1650. Cambridge: Cambridge University Press. ISBN 978-0-521-62730-6.
- ↑ Jackson, L. P. (1924). «Elizabethan Seamen and the African Slave Trade». The Journal of Negro History. 9 (1): 1–17. doi:10.2307/2713432. JSTOR 2713432. S2CID 150232893.
- ↑ Fabian Young, Alfred; Nash, Gary B.; Raphael, Ray (2011). Revolutionary Founders: Rebels, Radicals, and Reformers in the Making of the Nation. Random House Digital. σελ. 4–7. ISBN 978-0-307-27110-5.
- ↑ 23.0 23.1 Carlisle, Rodney P.; Golson, J. Geoffrey (2007). "manifest+destiny" Manifest Destiny and the Expansion of America. Turning Points in History Series. ABC-CLIO. σελ. 238. ISBN 978-1-85109-833-0.
- ↑ «Louisiana Purchase» (PDF). National Park Services.
- ↑ Klose, Nelson; Jones, Robert F. (1994). United States History to 1877. Barron's Educational Series. σελ. 150. ISBN 978-0-8120-1834-9.
- ↑ Morrison, Michael A. (28 Ἀπριλίου 1997). Slavery and the American West: The Eclipse of Manifest Destiny and the Coming of the Civil War. University of North Carolina Press. σελ. 13–21. ISBN 978-0-8078-4796-1.
- ↑ Kemp, Roger L. (2010). Documents of American Democracy: A Collection of Essential Works. McFarland. σελ. 180. ISBN 978-0-7864-4210-2.
- ↑ McIlwraith, Thomas F.; Muller, Edward K. (2001). North America: The Historical Geography of a Changing Continent. Rowman & Littlefield. σελ. 61. ISBN 978-0-7425-0019-8.
- ↑ Stuart Murray (2004). Atlas of American Military History. Infobase Publishing. σελ. 76. ISBN 978-1-4381-3025-5.
Harold T. Lewis (2001). Christian Social Witness. Rowman & Littlefield. σελ. 53. ISBN 978-1-56101-188-9. - ↑ Toward a Social History of the American Civil War Exploratory Essays, Cambridge University Press, 1990, σελὶς 4.
- ↑ Hacker, J. David (20 Σεπτεμβρίου 2011). «Recounting the Dead». The New York Times. Associated Press.
- ↑ Winchester, Simon (2013). The men who United the States. Harper Collins. σελ. 351, 385. ISBN 978-0-06-207960-2.
- ↑ Zinn, Howard (2005). A People's History of the United States. Harper Perennial Modern Classics, σελ. 321–357. ISBN 978-0-06-083865-2.
- ↑ «The Spanish–American War, 1898». Office of the Historian
- ↑ «Purchase of Alaska, 1867». Office of the Historian
- ↑ Wagg, Stephen; Andrews, David (2012). East Plays West: Sport and the Cold War. Routledge. σελ. 11. ISBN 978-1-134-24167-5.
- ↑ Collins, Michael (1988). Liftoff: The Story of America's Adventure in Space. New York: Grove Press.
- ↑ Charles Krauthammer, «The Unipolar Moment», Foreign Affairs, 70/1, (Winter 1990/1), 23–33.
- ↑ Howell, Buddy Wayne (2006). The Rhetoric of Presidential Summit Diplomacy: Ronald Reagan and the U.S.-Soviet Summits, 1985–1988. Texas A&M University. δ. 352. ISBN 978-0-549-41658-6.
- ↑ Paul R. Pillar (2001). Terrorism and U.S. Foreign Policy. Brookings Institution Press. σελ. 57. ISBN 978-0-8157-0004-3.
- ↑ Akis Kalaitzidis; Gregory W. Streich (2011). U.S. Foreign Policy: A Documentary and Reference Guide. ABC-CLIO. σελ. 313. ISBN 978-0-313-38375-5.
- ↑ «Persian Gulf War». Encyclopædia Britannica
- ↑ «DESERT SHIELD AND DESERT STORM A CHRONOLOGY AND TROOP LIST FOR THE 1990–1991 PERSIAN GULF CRISIS» (PDF). apps.dtic.mil
- ↑ «Flashback 9/11: As It Happened». Fox News
- ↑ «America remembers Sept. 11 attacks 11 years later». CBS News
- ↑ «Day of Terror Video Archive». CNN
- ↑ Walsh, Kenneth T. (9 Δεκεμβρίου 2008). «The 'War on Terror' Is Critical to President George W. Bush's Legacy». U.S. News & World Report.
- ↑ Atkins, Stephen E. (2011). The 9/11 Encyclopedia: Second Edition. ABC-CLIO. δ. 872. ISBN 978-1-59884-921-9.
- ↑ Hilsenrath, Jon; Ng, Serena; Paletta, Damian (18 Σεπτεμβρίου 2008). «Worst Crisis Since '30s, With No End Yet in Sight». The Wall Street Journal.
- ↑ «Barack Obama elected as America's first black president». History.com. A&E Television Networks, LLC. 31 Ὀκτωβρίου 2019.
- ↑ Smith, Harrison (9 Νοεμβρίου 2016). «Donald Trump is elected president of the United States». The Washington Post
- ↑ Lemire, Jonathan (7 Νοεμβρίου 2020). «Biden defeats Trump for White House, Say's time to heal». Associated Press.
- ↑ Peñaloza, Marisa (6 Ἰανουαρίου 2021). «Trump Supporters Storm U.S. Capitol, Clash with Police». npr.org
- ↑ Harms, Nicole. «Facts About the Rocky Mountain Range». Travel Tips. USA Today
Σύνδεσμοι Ἐξώτεροι
edit
|
Ἰδὲ τὰς εἰκόνας καὶ τὰ κοινὰ τὰ ἄλλα περὶ τῶν Ἡνωμένων Πολιτειῶν τῆς Ἀμερικῆς |
Πολιτεῖαι | Ἀλαβᾶμα • Ἀλάσκα • Άνθεμόεσσα • Ἀρισῶνα • Ἀρκανσία • Αὑαΐα • Βόρειος Δακῶτα • Βόρειος Καρολῖνα • Γεωργία • Γῆ Μαριάμ • Δελαυέρη • Δυτικὴ Οὐιργινία • Ἴδαον • Ἰλλινοισία • Ἰνδιάνη • Ἴουα • Καλιφορνία • Κανσία • Κενομανία • Κεντακία • Κολωρᾶδον • Κοννεκτικούτη • Λουδοβικία • Μασσαχουσέττη • Μιννεσῶτα • Μισιγάνη • Μισσισσιππία • Μισσουρία • Νέα Ἁντωνία • Νέα Καισάρεια • Νεβρᾶσκα • Νέον Ἐβόρακον • Νέον Μεξικόν • Νότιος Δακῶτα • Νότιος Καρολῖνα • Ὀῗον • Ὄρεγον • Ὀρεινή • Οὐασιγκτών • Οὐιομίνη • Οὐιργινία • Οὐισκωνσινία • Οὔτα • Πενσυλουανία • Ῥοδόνησος • Τεννεσσεία • Τεξία • Χιονώδης • Χλωρὸν Ὄρος • Ὠκλαῶμα | |
---|---|---|
Ὁμόσπονδος Δῆμος | Οὐασιγκτών (Δ.Κ.) | |
Κτήσεις | Ἀμερικανικαὶ Παρθένοι Νῆσοι • Ἀμερικανικὴ Σαμόα • Βόρειοι Μαριᾶναι Νῆσοι • Γουάμη • Πλουσιολιμήν |
Χῶραι τῆς Ἀμερικῆς
| |||
Χῶραι | Ἁγία Λουκία • Ἅγιος Οὐικέντιος καὶ Γρεναδίνες • Ἅγιος Χριστόφορος καὶ Νίβης • Ἁϊτή • Ἀντικόα καὶ Βαρβοῦδα • Ἀργεντινή • Βαᾶμαι • Βαταυία1 • Βαρβάτη • Βελίζη • Βολιβία • Βρασιλία • Γαλλία1 • Γρενάδη • Γουατιμάλη • Γυιανή • Δομινικανὴ Πολιτεία • Δομινίκη • Ἐνετιόλη • ΗΠΑ • Ἰαμαϊκή • Ἰσημερινός • Κάναδα • Κολομβία • Κοῦβα • Μεξικόν • Νικαράγουα • Ὁνδοῦρα • Οὐρουγουάη • Πάναμα • Παραγουάη • Περουΐα • Πλουσία Ἀκτή • Σουρινάμη • Σωτηρία • Τριὰς καὶ Ταβάκον • Χιλή | ||
---|---|---|---|
Κτήσεις | Ἅγιος Βαρθολομαῖος • Ἅγιος Πέτρος καὶ Μιχαήλ • Ἀμερικανικαὶ Παρθένοι Νῆσοι • Ἀρούβη • Ἅγιος Μαρτῖνος Βαταυίας • Ἅγιος Μαρτῖνος Γαλλίας • Βερμοῦδα • Βρετανικαὶ Παρθένοι Νῆσοι • Γροινία • Καϋμάναι Νῆσοι • Κυρακάον • Νότιος Γεωργία καὶ Νότιοι Σανδουΐχοι Νῆσοι • Ὄφις • Πλουσιολιμήν • Πριονωτή • Τοῦρκοι καὶ Κάϋκοι Νῆσοι • Φωκλανδία | ||
1. Ἐν μέρει |
Ἥδε ἡ ἐγγραφὴ περὶ γεωγραφίας δεῖ παρεκτενεῖσθαι . Βοηθεῖτε μετὰ τῆς ὑμετέρας εἰσφορᾶς τῇ ἐργασίᾳ ταύτῃ. |