Θέσις τῆς Ρωσσικῆς Ὁμοσπονδίας ἐν τῇ Οἰκουμένῃ
Τὸ τῆς Ρωσσικῆς Ὁμοσπονδίας σημεῖον
Θυρεός τῆς Ρωσσικῆς Ὁμοσπονδίας
Ἡ Ῥωσσία τὸ μέγιστον ἐν ἐκτάσει κράτος ἐστί, καὶ ἐν δυοῖν ἠπείροιν κατοικεῖ. Πρωτεύουσαν πόλιν τὴν Μόσχαν ἔχει. Ἐπίσημον ὄνομα αὐτῆς Ῥωσικὴ Ὁμοσπονδία ἐστί. Πρὸς ἑσπέραν τείνει πρὸς τὴν τε Νορουηγίαν, τὴν Φιννίαν, τὴν Ἐσθονίαν, τὴν Λεττονίαν, διὰ τῆς Ἐπαρχίας τῆς Καλινιγγράδης (Kaliningradskaya Oblast), τὴν Λιθυανίαν καὶ τὴν Πολωνίαν, ἔτι τὴν Λευκορρωσίαν τε καὶ τὴν Σαυροματίαν, πρός τε τὸν νότον ἐν Καυκάσῳ τείνει προς τὴν Κολχίδαν τε καὶ τὴν Ἀτροπατηνήν, ἐν Ασίᾳ τείνει πρὸς τὴν Κασαχίαν, τὴν Μογγολίαν, τὴν Βόρειον Κορέαν καὶ τὰς Σίνας. Τέγγεται ἀπὸ βορρᾶν ὑπὸ τοῦ Ὠκεανοῦ τοῦ Ἀρκτικοῦ, καὶ ἐξ ἀνατολὰς ὑπὸ τοῦ Ὠκεανοῦ τοῦ Εἰρηνικοῦ τε καὶ ὑπὸ τῆς Θαλάσσης τῆς Βεριγγείου. Οἰκοῦσιν τήνδε τὴν χώραν αμφὶ τοὺς ἑκατὸν δύο τε καὶ τεσσαράκοντα ἑκατομμυρίους ἀνθρώπους. Ἡ Ῥωσία ἦν μέλος τῆς Σοβιετικῆς Ἑνώσεως, καὶ ἐν ἔτει αϠϟʹ (1990), διαλυθείσης τῆς ἐν προτέρῳ ἀναφερθείσης ἑνώσεως, ἐγένετο ἀνεξάρτητος. Βλαδιμίρος Πούτιν τῆς Ῥωσίας ἄρχων ἐστιν.
Αἱ πόλειςEdit
Αἱ πόλεις αἱ ἀρχαϊκαιEdit
Έξωτερικοι σύνδεσμοιEdit