Wp/grc/Οὑγγαρία

< Wp | grc
(Redirected from Wp/grc/Παννονία)
Wp > grc > Οὑγγαρία

ΟὑγγαρίαΠαννονία (οὑγγριστί: Magyarország [ˈmɒɟɒrorsaːɡ]) περικλείστη χώρα τῆς Εὐρώπης ἐστί, ἧς ἡ μητρόπολις ἡ Βουδαπέστη. Ἡ Οὑγγαρία ἔχει 9.730.000 πολίτας (ἔτει 2021).[4] Τὰ νῦν, ἡ Οὑγγαρία ἐστὶ μέλος τῆς Εὐρωπαϊκῆς Ἑνώσεως. Αἱ πόλεις αἱ μέγισται τῆς Οὑγγαρίας εἰσὶ τὸ Δεβρεκῖνον (Debrecen), τὸ Σεγεδῖνον (Szeged) καὶ τὸ Μισκολκῖνον (Miskolc). Ἄλλη γνωστὴ πόλις καὶ μεγάλη ἐγγὺς τῇ Βουδαπέστῃ πρὸς τὴν ἑσπέρᾱν κειμένη ἐστὶ τὸ Ἰαυρῖνον (Győr).

Ἱστορία

edit

Τὰ ἐν τῷ μέσῳ αἰῶνι καὶ ἐν τῇ τοῦ καινοῦ αἰῶνος ἀρχῇ

edit

Ὁ Ᾱ̓́ρπᾱδ — ἡγεμὼν τῶν Οὑγγρῶν — ἔκτισε τὴν Οὑγγαρίᾱν ἀμφὶ τὸ ἔτος 895 μετὰ Χριστὸν. Ὑπέσχετο δὲ τοῖς Οὑγγροῖς μέρος τῆς Εὐρώπης εἰς τὸ ἄρχειν ἐκδοῦναι, ὃ τοῖς Καρπαθίοις ὄρεσι περίκλειστον ἦν.

Ἐν τῷ 14ῳ αἰῶνι, οἱ Ῥωμαῖοι οἱ τῆς Κωνσταντινουπόλεως ἐβούλοντο ἀντὶ τοὺς Ὀθωμανοὺς μάχεσθαι καὶ αἰτῆσαν τοὺς Οὑγγροὺς, ὅτι εἰς τὸ συλλαμβάνειν ἔρχονται. Πολλάκις οἱ χριστιανικοὶ στρατοὶ τολμηροί περ ἡσσήθησαν ὑπὸ τοὺς Τούρκους.

Γνωστοὶ δὲ βασιλεῖς τῆς Οὑγγαρίᾱς ἦσαν — παραδειγμάτων ἕνεκα — ὁ Στέφανος ὁ πρῶτος βασιλεὺς ὁ τῆς Οὑγγαρίᾱς ὁ ἐν τῷ μέσῳ αἰῶνι (ἐβασίλευσε 1000-1038 μ.Χ.) καὶ δὴ καὶ ὁ Ματθίᾱς Κορβῖνος ὁ ἔνδοξος βασιλεύς ὁ ἐν τῷ ὑστέρῳ μέσῳ αἰῶνι (ἐβασίλευσε 1458-1490 μ.Χ.).

Ἐκ τοῦ καινοῦ αἰῶνος μέχρι νῦν

edit

Ὑπὸ τῶν Τούρκων ἐν τῷ δεκάτῳ καὶ ἑβδόμῳ αἰῶνι νῑκώμενοι, οἱ Οὑγγροὶ ἐν τῷ δεκάτῳ καὶ ἐνάτῳ αἰῶνι ἐπειρῶντο τὴν Οὑγγαρίᾱν ἀπὸ τῆς Αὐστρίᾱς ἀπαλλάξαι. Ἀλλὰ τοῦτο ποιεῖν οὐκ ἐδηνήθησαν οἱ Οὑγγροί. Οἱ γὰρ Αὐστριακοὶ ἄγᾱν δεινοὶ ἦσαν — τοῖς Οὑγγροῖς δυνατὸν οὐκ ἦν αὐτοὺς νῑκᾶν.

Ἀλλ' ἐν ἔτει 1920 οἱ Γάλλοι μέρη μεγάλα τῆς Οὑγγαρίᾱς ἀπέλαβον καὶ ἄλλαις πολιτείαις ἔδοσαν· τὰ γὰρ ἔθνη τὰ ἐν τούτοις τοῖς μέρεσιν ἤθελον πολιτείᾱς μείζονας καὶ κρείσσονας ἔχειν. Τούτου ἕνεκα οἱ Οὑγγροὶ ἐν τῷ δευτέρῳ τῆς οἰκοῦμένης πολέμῳ ἐναντίοι τῶν Γάλλων ἐγένοντο.

Οἱ δὲ Ῥῶσσοι τὴν Οὑγγαρίᾱν ἀπὸ τῶν Γερμανῶν ἠλευθέρωσαν ἐν τῷ ἔτει 1944.

Ἀπὸ τοῦ ἔτους 1949 οἱ Ῥωσσοὶ τὴν Οὑγγαρίᾱν ἐν τυραννίδι ἐβασίλευσαν ἐς τὸ ἔτος 1989, ἐν ᾧ ἥδε ἡ τυραννὶς ἐτελευτήθη.

Ἐν τῷ αὐτῷ ἔτει 1989 ἡ Οὑγγαρίᾱ ἐς δημοκρατίᾱν μετέβησε.

Γνωστοὶ πρωθυπυργοὶ ὁ Οὐίκτωρ Οὐρβᾱνὸς καὶ ὁ Φραγκίσκος Γιούρτσᾱν εἰσί.

Πηγαί

edit

Σύνδεσμοι Ἐξώτεροι

edit
Οὐικικοινά
Ἰδὲ τὰς εἰκόνας καὶ τὰ κοινὰ τὰ ἄλλα περὶ τῆς Οὑγγαρίας
Χῶραι τῆς Εὐρώπης
Χῶραι Ἅγιος Μαρῖνος  Ἀλβανία  Ἀνδοσινία  Ἀρμενία1  Ἀτροπατηνή1  Αὐστρία  Βαταυία2  Βελγική  Βοημία  Βοσώνα καὶ Ἑρσεγοΐνη  Βουλγαρία  Γαλλία2  Γερμανία  Δακία  Δανία  Ἑλλάς  Ἑλουηττία  Ἐσθονία  Ἡνωμένη Βασιλεία2  Θούλη  Ἰβηρία1  Ἰέρνη  Ἱσπανία2  Ἰταλία  Κασαχία1  Κύπρος1  Λεττονία  Λευκορωσσία  Λευχεντία  Λιθουανία  Λουξεμβοῦργον  Λυσιτανία2  Μελίτη  Μαυροβούνιον  Μολδαυία  Μόνοικος  Νορουηγία2  Οὐατικανόπολις  Οὑγγαρία  Παιονία  Πολωνία  Ῥωσσία1  Οὐκρανία  Σερβία  Σλοβακία  Σλοβηνία  Σουηκία  Τουρκία1  Φιννία  Χροατία
Κτήσεις Ἀκρωτήριον καὶ Δεκέλεια  Καισάρεια  Κάλπη  Μόνα  Σαρνία  Φαιρόαι Νῆσοι
Χῶραι μετ’ ὀλίγης ἀναγνωρίσεως Ἀβασγία  Κοσσυφοπέδιον  Νότιος Ὀσσετία  Ὀρχιστηνή  ΤΠΒΚ  Ὑπερτυρία
1. Χῶραι αἳ ἔχουσι πᾶσα ἢ μέρος τῆς σφετέρας ἐπικρατείας ἐκτὸς Εὐρώπης, μέντοι νομίζονται πολιτιστικῶς εὐρωπαϊκαὶ εἶναι
2. Χῶραι αἳ ἔχουσι ὑπερπόντια ἐδάφη, μέντοι ἡ αὐτῶν μητρόπολις κατοικεῖ τῇ Εὐρώπῃ
Χῶραι μέλη τῆς Εὐρωπαϊκῆς Ἑνώσεως
Αὐστρία  Βαταυία  Βέλγιον  Βοημία  Βουλγαρία  Γαλλία  Γερμανία  Δακία  Δανία  Ἑλλάς  Ἐσθονία  Ἰέρνη  Ἱσπανία  Ἰταλία  Κύπρος  Λεττονία  Λιθουανία  Λουξεμβοῦργον  Λυσιτανία  Μελίτη  Οὑγγαρία  Πολωνία  Σλοβακία  Σλοβηνία  Σουηκία  Φιννία  Χροατία
Ἥδε ἡ ἐγγραφὴ περὶ γεωγραφίας δεῖ παρεκτενεῖσθαι . Βοηθεῖτε μετὰ τῆς ὑμετέρας εἰσφορᾶς τῇ ἐργασίᾳ ταύτῃ.