Wp/grc/Ἀκαρνανία

< Wp | grc
Wp > grc > Ἀκαρνανία

Ἀκαρνανία· χώρα τῆς Ἑλλάδος.

Αἱ ἀρχαῖαι χῶραι τῆς Ἑλλάδος
Ἡ βορεία Ἑλλάς

Κατὰ Στέφανον τὸν Βυζάντιον

edit

«Χώρα κεχωρισμένη τῶν Κουρήτων πρὸς τῷ Ἀχελῴῳ. διὸ καλοῦνται οἱ μὲν κειρόμενοι Κουρῆτες, οἱ δὲ ἀκούρευτοι Ἀκαρνᾶνες. ἔνιοι δὲ ἀπὸ ἥρωος τοὔνομα ἔχειν τὸ ἑκάτερον φῦλον, οἱ δὲ ἀπὸ τοῦ ὄρους τοῦ Κουρίου τοὺς Κουρῆτας εἶναί φασιν, οἱ δὲ θηλυστολοῦντας ὡς αἱ κόραι τοὔνομα σχεῖν. εἶναι γὰρ καὶ τοιοῦτόν τινα ζῆλον ἐν τοῖς Ἕλλησιν, ὡς καὶ, "Ιάονας ἑλκεχίτωνας" εἰρῆσθαι καὶ κρώβυλον καὶ τέττιγα ἐμπλέκεσθαι, καὶ τοὺς περὶ Λεωνίδαν κτενιζομένους τὴν κόμην, ὅτ᾽ ἐπεξήεσαν εἰς τὴν μάχην, καταφρονηθῆναι ὑπὸ Περσῶν. τὸ ἐθνικὸν Ἀκαρνάν, ὡς Αἰνιάν Ἀτιντάν Ἀθαμάν Ἀζάν, ἁπλᾶ γάρ. τὸ Τιτανόπαν σύνθετον. περὶ τοῦ Δύμαν εἰρήσεται. ἐκ τῆς γενικῆς τῆς Ἀκαρνᾶνος Ἀκαρνανία, ὡς Κιλικία Φρυγία, καὶ τὸ θηλυκὸν Ἀκαρνανίς.»

Αἱ πόλεις

edit



Αἰτωλία · Ἀκαρνανία · Ἀργολίς‎‎ · Ἀρκαδία‎‎ · Ἀττική‎‎ · Ἀχαΐα · Βοιωτία · Δωρίς · Ἰονίου νῆσοι · Εὔβοια · Ἦλις‎‎ · Ἤπειρος · Θεσσαλία · Θρᾴκη · Κορινθία‎‎ · Κρήτη · Κυκλάδες · Λακωνική · Λοκρίς · Μακεδονία · Μεγαρίς‎‎ · Μεσσηνία · Σποράδες · Φωκίς · Χαλκιδική