Wp/grc/Σποράδες

< Wp | grc
Wp > grc > Σποράδες

Σποράδες· πᾶσαι αἱ νῆσοι τοῦ Αἰγαίου, αἳ οὐκ ἐν ταῖς Κυκλάδαις λογίζονται.

Αἱ ἀρχαῖαι χῶραι τῆς Ἑλλάδος καὶ τῆς Μικρᾶς Ἀσίας
Αἱ Αἰγαίου νῆσοι
Ἑλληνικῆς ἐπικρατείας νῆσοι

Κατὰ Στράβωνα Ι', 5, 1 καὶ 13-19

edit

[1] [...] ἐν δὲ τῷ Αἰγαίῳ [...] ἡ Δῆλος καὶ αἱ περὶ αὐτὴν Κυκλάδες καὶ αἱ ταύταις προσκείμεναι Σποράδες [...].

[12] ἔστι δὲ καὶ Ἀμοργὸς τῶν Σποράδων, ὅθεν ἦν [p. 686] Σιμωνίδης ὁ τῶν ἰάμβων ποιητής, καὶ Λέβινθος καὶ Λέρος ... “ καὶ τόδε Φωκυλίδου: Λέριοι κακοί, οὐχ ὁ μὲν ὃς δ᾽ οὔ, πάντες, πλὴν Προκλέους, καὶ Προκλέης Λέριος. ”5 διεβέβληντο γὰρ ὡς κακοήθεις οἱ ἐνθένδε ἄνθρωποι. [13] πλησίον δ᾽ ἐστὶ καὶ ἡ Πάτμος καὶ Κορασσίαι πρὸς δύσιν κείμεναι τῇ Ἰκαρίᾳ, αὕτη δὲ Σάμῳ. ἡ μὲν οὖν Ἰκαρία ἔρημός ἐστι, νομὰς δ᾽ ἔχει καὶ χρῶνται αὐταῖς Σάμιοι: τοιαύτη δ᾽ οὖσα ἔνδοξος ὅμως ἐστί, καὶ ἀπ᾽ αὐτῆς Ἰκάριον καλεῖται τὸ προκείμενον πέλαγος, ἐν ᾧ καὶ αὐτὴ καὶ Σάμος καὶ Κῶς ἐστι καὶ αἱ ἄρτι λεχθεῖσαι Κορασσίαι καὶ Πάτμος καὶ Λέρος6. συνάπτει δὲ τῷ Ἰκαρίῳ τὸ Καρπάθιον πέλαγος πρὸς νότον, τούτῳ δὲ τὸ Αἰγύπτιον, πρὸς δὲ δύσιν τό τε Κρητικὸν καὶ τὸ Λιβυκόν.

[14] καὶ ἐν τῷ Καρπαθίῳ δ᾽ εἰσὶ πολλαὶ τῶν Σποράδων μεταξὺ τῆς Κῶ μάλιστα καὶ Ῥόδου καὶ Κρήτης: ὧν εἰσιν Ἀστυπάλαιά τε καὶ Τῆλος καὶ Χαλκία καὶ ἃς Ὅμηρος ὀνομάζει ἐν τῷ καταλόγῳ“ οἳ δ᾽ ἄρα Νίσυρόν τ᾽ εἶχον Κράπαθόν τε Κάσον τε, καὶ Κῶν, Εὐρυπύλοιο πόλιν, νήσους τε Καλύδνας. ”7ἔξω γὰρ τῆς Κῶ καὶ τῆς Ῥόδου, περὶ ὧν ἐροῦμεν ὕστερον, τάς τε ἄλλας ἐν ταῖς Σποράσι τίθεμεν καὶ δὴ καὶ ἐνταῦθα μεμνήμεθα αὐτῶν, καίπερ τῆς Ἀσίας οὐ τῆς Εὐρώπης ἐγγὺς οὐσῶν, ἐπειδὴ τῇ Κρήτῃ καὶ ταῖς Κυκλάσι καὶ τὰς Σποράδας συμπεριλαβεῖν ἠπείγετό πως ὁ λόγος: ἐν δὲ τῇ τῆς Ἀσίας περιοδείᾳ τὰς προσεχεῖς αὐτῇ τῶν ἀξιολόγων νήσων προσπεριοδεύσομεν, Κύπρον καὶ Ῥόδον καὶ Κῶν καὶ τὰς ἐν τῇ ἐφεξῆς παραλίᾳ κειμένας, Σάμον [p. 687] Χίον Λέσβον Τένεδον: νῦν δὲ τὰς Σποράδας ὧν ἄξιον μνησθῆναι λοιπὸν ἔπιμεν.

[15] ἡ μὲν οὖν Ἀστυπάλαια ἱκανῶς ἐστι πελαγία, πόλιν ἔχουσα. ἡ δὲ Τῆλος ἐκτέταται παρὰ τὴν Κνιδίαν μακρὰ ὑψηλὴ στενή, τὴν περίμετρον ὅσον ἑκατὸν καὶ τετταράκοντα σταδίων, ἔχουσα ὕφορμον. ἡ δὲ Χαλκία τῆς Τήλου διέχει σταδίους ὀγδοήκοντα, Καρπάθου δὲ τετρακοσίους, Ἀστυπαλαίας δὲ περὶ διπλασίους: ἔχει δὲ καὶ κατοικίαν ὁμώνυμον καὶ ἱερὸν Ἀπόλλωνος καὶ λιμένα. [16] Νίσυρος δὲ πρὸς ἄρκτον μέν ἐστι Τήλου διέχουσα αὐτῆς ὅσον ἑξήκοντα σταδίους ὅσους καὶ Κῶ διέχει, στρογγύλη δὲ καὶ ὑψηλὴ καὶ πετρώδης τοῦ μυλίου λίθου: τοῖς γοῦν ἀστυγείτοσιν ἐκεῖθέν ἐστιν ἡ τῶν μύλων εὐπορία. ἔχει δὲ καὶ πόλιν ὁμώνυμον καὶ λιμένα καὶ θερμὰ καὶ Ποσειδῶνος ἱερόν: περίμετρον δὲ αὐτῆς ὀγδοήκοντα στάδιοι. ἔστι δὲ καὶ νησία πρὸς αὐτῇ Νισυρίων λεγόμενα. φασὶ δὲ τὴν Νίσυρον ἀπόθραυσμα εἶναι τῆς Κῶ, προσθέντες καὶ μῦθον, ὅτι Ποσειδῶν διώκων ἕνα τῶν γιγάντων Πολυβώτην ἀποθραύσας τῇ τριαίνῃ τρύφος τῆς Κῶ ἐπ᾽ αὐτὸν βάλοι, καὶ γένοιτο νῆσος τὸ βληθὲν ἡ Νίσυρος ὑποκείμενον ἔχουσα ἐν αὐτῇ τὸν γίγαντα: τινὲς δὲ αὐτὸν ὑποκεῖσθαι τῇ Κῷ φασιν.

[17] ἡ δὲ Κάρπαθος, ἣν Κράπαθον εἶπεν ὁ ποιητής, ὑψηλή ἐστι, κύκλον ἔχουσα σταδίων διακοσίων. τετράπολις δ᾽ ὑπῆρξε καὶ ὄνομα εἶχεν ἀξιόλογον, ἀφ᾽ οὗ καὶ τῷ πελάγει τοὔνομα ἐγένετο. μία δὲ τῶν πόλεων ἐκαλεῖτο Νίσυρος ὁμώνυμος τῇ τῶν Νισυρίων νήσῳ. κεῖται δὲ τῆς Λιβύης κατὰ Λευκὴν ἀκτήν, ἣ τῆς μὲν Ἀλεξανδρείας περὶ χιλίους διέχει σταδίους, τῆς δὲ Καρπάθου περὶ τετρακισχιλίους. [18] Κάσος δὲ ταύτης μὲν ἀπὸ ἑβδομήκοντά ἐστι [p. 688] σταδίων, τοῦ δὲ Σαμωνίου τοῦ ἄκρου τῆς Κρήτης διακοσίων πεντήκοντα: κύκλον δὲ ἔχει σταδίων ὀγδοήκοντα. ἔστι δ᾽ ἐν αὐτῇ καὶ πόλις ὁμώνυμος, καὶ Κασίων νῆσοι καλούμεναι πλείους περὶ αὐτήν. [19] νήσους δὲ Καλύδνας τὰς Σποράδας λέγειν φασὶ τὸν ποιητήν, ὧν μίαν εἶναι Κάλυμναν: εἰκὸς δ᾽ ὡς ἐκ τῶν Νισυρίων λέγονται καὶ Κασίων αἱ ἐγγὺς καὶ ὑπήκοοι, οὕτως καὶ τὰς τῇ Καλύμνῃ περικειμένας ἴσως τότε λεγομένῃ Καλύδνῃ: τινὲς δὲ δύο εἶναι Καλύδνας φασὶ Λέρον καὶ Κάλυμναν, ἅσπερ καὶ λέγειν τὸν ποιητήν. ὁ δὲ Σκήψιος πληθυντικῶς ὠνομάσθαι τὴν νῆσον Καλύμνας φησίν, ὡς Ἀθήνας καὶ Θήβας, δεῖν δὲ ὑπερβατῶς δέξασθαι τὸ τοῦ ποιητοῦ: οὐ γὰρ νήσους Καλύδνας λέγειν, ἀλλ᾽ “οἳ δ᾽ ἄρα νήσους Νίσυρόν τ᾽ εἶχον Κράπαθόν τε Κάσον τε καὶ Κῶν, Εὐρυπύλοιο πόλιν, Καλύδνας τε.”8ἅπαν μὲν οὖν τὸ νησιωτικὸν μέλι ὡς ἐπὶ τὸ πολὺ ἀστεῖόν ἐστι καὶ ἐνάμιλλον τῷ Ἀττικῷ, τὸ δ᾽ ἐν ταῖσδε ταῖς νήσοις διαφερόντως, μάλιστα δὲ τὸ Καλύμνιον.




Αἰτωλία · Ἀκαρνανία · Ἀργολίς‎‎ · Ἀρκαδία‎‎ · Ἀττική‎‎ · Ἀχαΐα · Βοιωτία · Δωρίς · Ἰονίου νῆσοι · Εὔβοια · Ἦλις‎‎ · Ἤπειρος · Θεσσαλία · Θρᾴκη · Κορινθία‎‎ · Κρήτη · Κυκλάδες · Λακωνική · Λοκρίς · Μακεδονία · Μεγαρίς‎‎ · Μεσσηνία · Σποράδες · Φωκίς · Χαλκιδική