Wp/grc/Ἀρκαδία

< Wp | grc
Wp > grc > Ἀρκαδία

Ἀρκαδία· χώρα τῆς Ἑλλάδος.

Αἱ ἀρχαῖαι χῶραι τῆς Ἑλλάδος
Ἡ νοτία Ἑλλάς

Κατὰ Στέφανον τὸν Βυζάντιον

edit

«Ἀρκάς Ἀρκάδος, ἀφ᾽ οὗ Ἀρκάδιος καὶ Ἀρκαδία, ὡς Τέμμιξ Τέμμικος Τεμμικία. ἐκαλεῖτο δὲ Πελασγία, ὡς Νικόλαος Εʹ (FGrHist 90 F 37). Ἀπολλόδωρος ἐν τῷ Περὶ θεῶν ΙϚʹ βιβλίῳ (FGrHist 244 F 100) περὶ Δήμητρός φησιν ὅτι Ἀρκαδία τῇ Δήμητρι μέλλοντες θύειν οἱ ἄνθρωποι, ταύτην γὰρ τὴν θυσίαν συνεστήσαντο μετὰ τὸν πρῶτον σπόρον, ὅτι αὐτοῖς ἐκ τῆς γῆς ἔμολεν ὁ καρπὸς εἰς τροφὴν καὶ σπόρον. καὶ οὕτω τὰ Ἀρκάδια τιμῆς χάριν. ἐκλήθη δὲ καὶ Παῤῥασία καὶ Λυκαονία. οἱ δὲ καὶ Γιγαντίδα φασὶ καὶ Ἀζανίαν καὶ Πανίαν. Ἵππους δὲ ὁ 'Ρηγῖνος (FGrHist 554 F 7) λέγεται πρῶτος καλέσαι προσελήνους τοὺς Ἀρκάδας. καὶ τὸ ἄστρον λέγεται ἐν τῷ οὐρανῷ τότε Ἄρκτος κληθῆναι, ἣ Ἅμαξα ἐλέγετο. Ἴστρος (FGrHist 334 F 75) δέ φησιν ὅτι Θεμιστοῦς καὶ Διὸς ὁ Ἀρκὰς ἐγένετο, διὰ δὲ τὴν τῆς μητρὸς ἀποθηρίωσιν (ἄρκτῳ γὰρ ὑφ᾽ Ἥρας αὐτὴν ὁμοιωθῆναι) ταύτης τυχεῖν τῆς προσηγορίας. τὸ πατρωνυμικὸν Ἀρκασίδαι. ὥφειλεν οὖν Ἀρκαδίδης, ἀλλὰ διὰ τὸ κακόφωνον οὕτως ἐγένετο. τὸ θηλυκὸν Ἀρκασίς. ἔστι καὶ Ἀρκαδία παραθαλάσσιος πόλις. λέγεται καὶ Ἀρκαδικός καὶ Ἀρκαδική καὶ Ἀρκαδικόν καὶ Ἀρκαδικά. καὶ τὸ Ἀρκάδισσα παραλόγως. ἐκ τόπου Ἀρκαδίηθεν. ἐκάλουν αὐτοὺς καὶ Ἀρκαδιώνδας τοῦ δ πλεονάσαντος. ἔστι καὶ Ἀρκαδία Αἰγύπτου πόλις.»

Αἱ πόλεις

edit



Αἰτωλία · Ἀκαρνανία · Ἀργολίς‎‎ · Ἀρκαδία‎‎ · Ἀττική‎‎ · Ἀχαΐα · Βοιωτία · Δωρίς · Ἑπτάνησος · Εὔβοια · Ἦλις‎‎ · Ἤπειρος · Θεσσαλία · Θρᾴκη · Κορινθία‎‎ · Κρήτη · Κυκλάδες · Λακωνική · Λοκρίς · Μακεδονία · Μεγαρίς‎‎ · Μεσσηνία · Σποράδες · Φωκίς · Χαλκιδική