Ἀνάχαρσις, Γνύρου τοῦ βασιλέως Σκυθῶν καὶ Ἑλληνίδος τινος, ἀρχαῖος φιλόσοφος ἦν ὃς βιώσας ἐπὶ Κροίσου. Οὗτος δ’ ἔγραψε Νόμιμα Σκυθικά δι’ ἐπῶν καὶ Περὶ εὐτελείας τῶν εἰς τὸν ἀνθρώπινον βίον ἔπη πάντα ωʹ (800). Ἀμφότερα τὰ ἔργα λοιπτά ἐστιν. Κατὰ τὴν Σοῦδαν καὶ εὗρε αὐτὸς ἄγκυραν καὶ τὸν κεραμεικὸν τροχόν. Οὐκ ἔστιν δῆλόν τινι τρόπῳ τετέλευτηκεν· οἱ μὲν φασὶ τὴν τελευτὴν αὐτοῦ Ἑλληνικὰς τελετὰς ἐπιτελοῦντος ἐν Σκύθαις διὰ τοῦ ἀδελφοῦ, ὅστις Καδουί̈α ἦν ὁ βασιλεὺς τῶν Σκυθῶν ἐπιβουλεύσας αὐτῷ, οἱ δ’ αὐτὸν φασὶν ἐν γήρᾳ βαθεῖ ἐτῶν ρʹ (100) θανεῖν.[1]
Μῦθος λαμπρὸς περὶ τούτου ἐστὶν ὅδε· Ἀκούσας οὗτος περὶ Σόλωνος καὶ τῆς σοφίας αὐτοῦ ἔπλευσεν εἰς τὰς Ἀθήνας ὡς διαλεξόμενος αὐτῷ. Εὐθὺς οὖν ἦλθε ἐπὶ τὴν ἐκείνου οἰκίαν, λέγων ὅτι ἄπωθεν ἥκει βουλόμενος ποιεῖσθαι πρὸς ἐκεῖνον φιλίαν. Ἀπεκρίνατο δ’ ὁ Σόλων· βέλτιον εἶναι ποιεῖσθαι φιλίας οἴκοι καὶ ὁ οὖν Ἀνάχαρσις· Οὐκοῦν δεῖ σέ, οἴκοι ὄντα, ποιεῖσθαι πρὸς ἐμὲ φιλίαν. Γελάσας τοίνυν Σόλων αὐτὸν φιλικῶς ἐδέξατο.
Πηγαί
editΣύνδεσμοι Ἐξώτεροι
editΤὰ Οὐικικοινὰ πλείω περιέχουσι περὶ τοῦ θέματος: Ἀνάχαρσις. |