Wp/grc/Σόλων

< Wp | grc
Wp > grc > Σόλων

Σόλων Ἐξηκεστίδου Σαλαμίνιος, νομοθέτης καὶ πολιτικὸς ἦν Ἀθηναῖος, εἷς τῶν ἑπτὰ σοφῶν· γέγονε Ἀθήνησι 638 (χλη´) π.Χ.[1][2] Μῦθον μὲν τίνα περὶ τοῦ Σόλωνος καὶ τοῦ Κροίσου μυθολογεῖ ὁ Ἡρόδοτος, οὐ δ'εἰκὸς ὁ λόγος.

Σόλων ὁ Ἀθηναῖος.

Βίος

edit

Ὁ Σόλων, λεγόμενος «νομοθέτης Ἀθηναίων», ἤκμαζε μὲν οὖν περὶ τὴν τεσσαρακοστὴν ἕκτην Ὀλυμπιάδα, ἧς τῷ τρίτῳ ἔτει, 594/593 (φϞδ´/φϞγ´) π.Χ., ἦρξεν Ἀθήνησι, καθά φησι Διογένης Λαέρτιος· ὅτε καὶ τίθησι τοὺς νόμους. Γέγραφε δὲ δῆλον μὲν ὅτι τοὺς νόμους, καὶ δημηγορίας καὶ εἰς ἑαυτὸν ὑποθήκας, ἐλεγεῖα, καὶ τὰ περὶ Σαλαμῖνος καὶ τῆς Ἀθηναίων πολιτείας ἔπη πεντακισχίλια, καὶ ἰάμβους καὶ ἐπῳδούς.[1]

Διατάξας δὲ τὴν πολιτείαν, ἐπειδὴ προσιόντες αὐτῷ περὶ τῶν νόμων ἠνώχλουν, τὰ μὲν ἐπιτιμῶντες τὰ δὲ ἀνακρίνοντες, βουλόμενος μήτε ταῦτα κινεῖν, μήτ᾽ ἀπεχθάνεσθαι παρών, ἀποδημίαν ἐποιήσατο κατ᾽ ἐμπορίαν ἅμα καὶ θεωρίαν εἰς Αἴγυπτον, εἰπὼν ὡς οὐχ ἥξει δέκα ἐτῶν. οὐ γὰρ οἴεσθαι δίκαιον εἶναι τοὺς νόμους ἐξηγεῖσθαι παρών, ἀλλ᾽ ἕκαστον τὰ γεγραμμένα ποιεῖν. Ἅμα δὲ καὶ συνέβαινεν αὐτῷ τῶν τε γνωρίμων διαφόρους γεγενῆσθαι πολλοὺς διὰ τὰς τῶν χρεῶν ἀποκοπάς, καὶ τὰς στάσεις ἀμφοτέρας μεταθέσθαι διὰ τὸ παράδοξον αὐτοῖς γενέσθαι τὴν κατάστασιν. ὁ μὲν γὰρ δῆμος ᾤετο πάντ᾽ ἀνάδαστα ποιήσειν αὐτόν, οἱ δὲ γνώριμοι πάλιν εἰς τὴν αὐτὴν τάξιν ἀποδώσειν, ἢ μικρὸν παραλλάξειν. ὁ δὲ Σόλων ἀμφοτέροις ἠναντιώθη, καὶ ἐξὸν αὐτῷ μεθ᾽ ὁποτέρων ἐβούλετο συστάντα τυραννεῖν, εἵλετο πρὸς ἀμφοτέρους ἀπεχθέσθαι καὶ τὰ βέλτιστα νομοθετήσας. [3]

Ἤδη δὲ Πεισιστράτου κρατοῦντος οὐ πείθων ἔθηκε τὰ ὅπλα πρὸ τοῦ στρατηγείου καὶ εἰπών, «Ὦ πατρίς, βεβοήθηκά σοι καὶ λόγῳ καὶ ἔργῳ», ἀπέπλευσεν εἰς Κύπρον, καὶ πρὸς Κροῖσον ἦλθεν. Ἐκεῖθέν τε ἀπαλλαγεὶς ἐγένετο ἐν Κιλικίᾳ, καὶ πόλιν συνῴκισεν ἣν ἀφ' ἑαυτοῦ Σόλους ἐκάλεσεν· ὀλίγους τέ τινας τῶν Ἀθηναίων ἐγκατῴκισεν.[1] Οἱ δὲ καὶ τοὺς ἐν Κύπρῳ Σόλους ἐξ αὐτοῦ φασι.[2] Καί εἰσιν οἱ μὲν ἔνθεν Σολεῖς, οἱ δ' ἀπὸ Κύπρου Σόλιοι.[1]

Ἐτελεύτησε δ' ἐν Κύπρῳ βιοὺς ἔτη ὀγδοήκοντα, τοῦτον ἐπισκήψας τοῖς ἰδίοις τὸν τρόπον, ἀποκομίσαι αὐτοῦ τὰ ὀστᾶ εἰς Σαλαμῖνα καὶ τεφρώσαντας εἰς τὴν χώραν σπεῖραι.[1]

Πολιτικά

edit

Πόλεμοι

edit

Σαλαμῖνος, τῆς πατρίδος αὐτοῦ, ἀμφισβητουμένης ὑπό τε Ἀθηναίων καὶ Μεγαρέων καὶ πολλάκις τῶν Ἀθηναίων ἐπταικότων ἐν τοῖς πολέμοις καὶ ψηφισαμένων εἴ τις ἔτι συμβουλεύσοι περὶ Σαλαμῖνος μάχεσθαι, θανάτῳ ζημιοῦσθαι, οὗτος μαίνεσθαι προσποιησάμενος καὶ στεφανωσάμενος εἰσέπαισεν εἰς τὴν ἀγοράν· ἔνθα τοῖς Ἀθηναίοις ἀνέγνω διὰ τοῦ κήρυκος τὰ συντείνοντα περὶ Σαλαμῖνος ἐλεγεῖα καὶ παρώρμησεν αὐτούς. Καὶ αὖθις πρὸς τοὺς Μεγαρέας ἐπολέμησαν καὶ ἐνίκων διὰ Σόλωνα. Ἔπεισε δὲ αὐτοὺς καὶ τὴν ἐν Θρᾴκῃ χερρόνησον προσκτήσασθαι.[1]

Τοῦ δὴ λοιποῦ προσεῖχον αὐτῷ ὁ δῆμος καὶ ἡδέως καὶ τυραννεῖσθαι ἤθελον πρὸς αὐτοῦ· ὁ δ' οὐχ εἵλετο, ἀλλὰ καὶ Πεισίστρατον τὸν συγγενῆ, καθά φησι Διογένης Λαέρτιος, προαισθόμενος τὸ ἐφ' ἑαυτῷ διεκώλυσεν.[1]

Σεισάχθεια

edit

Ἰσχυρᾶς δὲ τῆς στάσεως οὔσης καὶ πολὺν χρόνον ἀντικαθημένων ἀλλήλοις, εἵλοντο κοινῇ διαλλακτὴν καὶ ἄρχοντα Σόλωνα, καὶ τὴν πολιτείαν ἐπέτρεψαν αὐτῷ.[4]

Ὁ Σόλων πρῶτον μὲν τὴν σεισάχθειαν εἰσηγήσατο Ἀθηναίοις· τὸ δὲ ἦν λύτρωσις σωμάτων τε καὶ κτημάτων, κωλύσας δανείζειν ἐπὶ τοῖς σώμασιν, καὶ νόμους ἔθηκε καὶ χρεῶν ἀποκοπὰς ἐποίησε, καὶ τῶν ἰδίων καὶ τῶν δημοσίων. Καὶ γὰρ ἐπὶ σώμασιν ἐδανείζοντο καὶ πολλοὶ δι' ἀπορίαν ἐθήτευον. Ἑπτὰ δὴ ταλάντων ὀφειλομένων αὑτῷ πατρῴων συνεχώρησε πρῶτος καὶ τοὺς λοιποὺς τὸ ὅμοιον προὔτρεψε πρᾶξαι. Καὶ οὗτος ὁ νόμος ἐκλήθη "σεισάχθεια", ὡς ἀποσεισάμενοι τὸ βάρος.[1][5]

Νομοί

edit

Ἔπειτα πολιτείαν δὲ κατέστησε καὶ τοὺς λοιποὺς νόμους ἔγραψε Ἀθηναίοις, οἵ τινες Ἄξονες ὠνομάσθησαν διὰ τὸ γραφῆναι αὐτοὺς ἐν ξυλίνοις ἄξοσιν Ἀθήνησι.[1][2]

Διέταξε τὴν πολιτείαν τόνδε τὸν τρόπον·

 
Τὸ ἄγαλμα τοῦ Σόλωνος, Μουσεῖον Βατικανοῦ.
  • Τοῖς δὲ Δράκοντος θεσμοῖς ἐπαύσαντο χρώμενοι πλὴν τῶν φονικῶν.[6]
  • Τιμήματι διεῖλεν εἰς τέτταρα τέλη, καθάπερ διῄρητο καὶ πρότερον, εἰς α´) πεντακοσιομέδιμνον καὶ β´) ἱππέα καὶ γ´) ζευγίτην καὶ δ´) θῆτα.[6]
  • Τὰς μὲν ἄλλας ἀρχὰς ἀπένειμεν ͅͅ ἄρχειν ἐκ πεντακοσιομεδίμνων καὶ ἱππέων καὶ ζευγιτῶν, τοὺς ἐννέα ἄρχοντας καὶ τοὺς ταμίας καὶ τοὺς πωλητὰς καὶ τοὺς ἕνδεκα καὶ τοὺς κωλακρέτας, ἑκάστοις ἀνάλογον τῷ μεγέθει τοῦ τιμήματος ἀποδιδοὺς τὴν ἀρχήν: τοῖς δὲ τὸ θητικὸν τελοῦσιν ἐκκλησίας καὶ δικαστηρίων μετέδωκε μόνον. ἔδει δὲ τελεῖν πεντακοσιομέδιμνον μέν, ὃς ἂν ἐκ τῆς οἰκείας ποιῇ πεντακόσια μέτρα τὰ συνάμφω ξηρὰ καὶ ὑγρά, ἱππάδα δὲ τοὺς τριακόσια ποιοῦντας—ὡς δ᾽ ἔνιοί φασι τοὺς ἱπποτροφεῖν δυναμένους. Ἀλλ᾽ εὐλογώτερον τοῖς μέτροις διῃρῆσθαι, καθάπερ τοὺς πεντακοσιομεδίμνους—ζευγίσιον δὲ τελεῖν τοὺς διακόσια τὰ συνάμφω ποιοῦντας. τοὺς δ᾽ ἄλλους θητικόν, οὐδεμιᾶς μετέχοντας ἀρχῆς. διὸ καὶ νῦν ἐπειδὰν ἔρηται τὸν μέλλοντα κληροῦσθαί τιν᾽ ἀρχήν, ποῖον τέλος τελεῖ, οὐδ᾽ ἂν εἷς εἴποι θητικόν.[6]
  • Τὰς δ᾽ ἀρχὰς ἐποίησε κληρωτὰς ἐκ προκρίτων, οὓς ἑκάστη προκρίνειε τῶν φυλῶν. προύκρινεν δ᾽ εἰς τοὺς ἐννέα ἄρχοντας ἑκάστη δέκα, καὶ τούτων ἐκλήρουν.[7]
  • Φυλαὶ δ᾽ ἦσαν δ´ καθάπερ πρότερον, καὶ φυλοβασιλεῖς τέτταρες. ἐκ δὲ τῆς φυλῆς ἑκάστης ἦσαν νενεμημέναι τριττύες μὲν τρεῖς, ναυκραρίαι δὲ δώδεκα καθ᾽ ἑκάστην: ἦν δ᾽ ἐπὶ τῶν ναυκραριῶν ἀρχὴ καθεστηκυῖα ναύκραροι, τεταγμένη πρός τε τὰς εἰσφορὰς καὶ τὰς δαπάνας τὰς γιγνομένας.[7]
  • Βουλὴν δ᾽ ἐποίησε τετρακοσίους, ἑκατὸν ἐξ ἑκάστης φυλῆς, τὴν δὲ τῶν Ἀρεοπαγιτῶν ἔταξεν ἐπὶ τὸ νομοφυλακεῖν, ὥσπερ ὑπῆρχεν καὶ πρότερον ἐπίσκοπος οὖσα τῆς πολιτείας, καὶ τά τε ἄλλα τὰ πλεῖστα καὶ τὰ μέγιστα τῶν πολιτικῶν διετήρει, καὶ τοὺς ἁμαρτάνοντας ηὔθυνεν κυρία οὖσα καὶ ζημιοῦν καὶ κολάζειν, καὶ τὰς ἐκτίσεις ἀνέφερεν εἰς πόλιν, οὐκ ἐπιγράφουσα τὴν πρόφασιν δι᾽ ὃ τὸ ἐκτίνεσθαι, καὶ τοὺς ἐπὶ καταλύσει τοῦ δήμου συνισταμένους ἔκρινεν.[7]
  • Ὁρῶν δὲ τὴν μὲν πόλιν πολλάκις στασιάζουσαν, τῶν δὲ πολιτῶν ἐνίους διὰ τὴν ῥᾳθυμίαν ἀγαπῶντας τὸ αὐτόματον, νόμον ἔθηκεν πρὸς αὐτοὺς ἴδιον, ὃς ἂν στασιαζούσης τῆς πόλεως μὴ θῆται τὰ ὅπλα μηδὲ μεθ᾽ ἑτέρων, ἄτιμον εἶναι καὶ τῆς πόλεως μὴ μετέχειν.[7]
  • Ἠξίωσέ τε Ἀθηναίους τὰς ἡμέρας κατὰ σελήνην ἄγειν. Πρῶτος δὲ τὴν τριακάδα ἔνην καὶ νέαν ἐκάλεσεν.[1]

Ἔλεγε δὲ τοὺς μὲν νόμους τοῖς ἀραχνίοις ὁμοίους· καὶ γὰρ ἐκεῖνα, ἐὰν μὲν ἐμπέσῃ τι κοῦφον καὶ ἀσθενές, στέγειν· ἐὰν δὲ μεῖζον, διακόψαν οἴχεσθαι. Ἐρωτηθεὶς διὰ τί κατὰ πατροκτόνου νόμον οὐκ ἔθηκε, «Διὰ τὸ ἀπελπίσαι,» εἶπεν. Πῶς τε ἥκιστ' ἂν ἀδικοῖεν οἱ ἄνθρωποι, «Εἰ ὁμοίως,» ἔφη, «ἄχθοιντο τοῖς ἀδικουμένοις οἱ μὴ ἀδικούμενοι.» Καὶ «τὸν μὲν κόρον ὑπὸ τοῦ πλούτου γεννᾶσθαι, τὴν δὲ ὕβριν ὑπὸ τοῦ κόρου.» [1]

Ὁ Σόλων κατέκλεισεν δὲ τοὺς νόμους εἰς ἑκατὸν ἔτη. Τοὺς νόμους ἔστησαν ἐν τῇ στοᾷ τῇ βασιλείῳ καὶ ὤμοσαν χρήσεσθαι πάντες, καὶ οἱ δ᾽ ἐννέα ἄρχοντες ὀμνύντες πρὸς τῷ λίθῳ κατεφάτιζον ἀναθήσειν ἀνδριάντα χρυσοῦν, ἐάν τινα παραβῶσι τῶν νόμων: ὅθεν ἔτι καὶ νῦν οὕτως ὀμνύουσι.[6]

Δοκεῖ δὲ, κατὰ τὸν Ἀριστοτέλη, τῆς Σόλωνος πολιτείας τρία ταῦτ᾽ εἶναι τὰ δημοτικώτατα: [8]

  • Πρῶτον μὲν καὶ μέγιστον τὸ μὴ δανείζειν ἐπὶ τοῖς σώμασιν.
  • Δεύτερον δὲ τὸ ἐξεῖναι τῷ βουλομένῳ τιμωρεῖν ὑπὲρ τῶν ἀδικουμένων.
  • Τρίτον δὲ ᾧ καὶ μάλιστά φασιν ἰσχυκέναι τὸ πλῆθος, ἡ εἰς τὸ δικαστήριον ἔφεσις: κύριος γὰρ ὢν ὁ δῆμος τῆς ψήφου, κύριος γίγνεται τῆς πολιτείας.

Οἰκονομικά

edit

Ἔπ᾽ ἐκείνου γὰρ ἐγένετο καὶ τὰ μέτρα μείζω τῶν Φειδωνείων, καὶ ἡ μνᾶ, πρότερον ἔχουσα σταθμὸν ἑβδομήκοντα δραχμάς, ἀνεπληρώθη ταῖς ἑκατόν. ͅͅ ἦν δ᾽ ὁ ἀρχαῖος χαρακτὴρ δίδραχμον. ἐποίησε δὲ καὶ σταθμὰ πρὸς τὸ νόμισμα, τρεῖς καὶ ἑξήκοντα μνᾶς τὸ τάλαντον ἀγούσας, καὶ ἐπιδιενεμήθησαν αἱ τρεῖς μναῖ τῷ στατῆρι καὶ τοῖς ἄλλοις σταθμοῖς.[9]

Ἄλλα ἔργα

edit

Καὶ ποίημα δι' ἐλεγείων, ὃ Σαλαμὶς ἐπιγράφεται, Ὑποθήκας δι' ἐλεγείας, καὶ ἄλλα.[2]

Ἔνιοι δέ φασι καὶ ἐγγράψαι αὐτὸν εἰς τὸν κατάλογον τοῦ Ὁμήρου μετὰ τὸν

«Αἴας δ' ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας» -
«στῆσε δ' ἄγων ἵν' Ἀθηναίων ἵσταντο φάλαγγες.»[1]

Πηγαί

edit
  1. 1.00 1.01 1.02 1.03 1.04 1.05 1.06 1.07 1.08 1.09 1.10 1.11 Διογένης Λαέρτιος· Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων A΄ 45–67, Σόλων.
  2. 2.0 2.1 2.2 2.3 Σοῦδα, Σόλων.
  3. Ἀριστοτέλης· Ἀθηναίων πολιτεία 11.
  4. Ἀριστοτέλης· Ἀθηναίων πολιτεία 5.
  5. Ἀριστοτέλης· Ἀθηναίων πολιτεία 6.
  6. 6.0 6.1 6.2 6.3 Ἀριστοτέλης· Ἀθηναίων πολιτεία 7.
  7. 7.0 7.1 7.2 7.3 Ἀριστοτέλης· Ἀθηναίων πολιτεία 8.
  8. Ἀριστοτέλης· Ἀθηναίων πολιτεία 9.
  9. Ἀριστοτέλης· Ἀθηναίων πολιτεία 10.

Έξωτερικοι σύνδεσμοι

edit