Wp/grc/Ἰωάννης Σεβαστιανὸς Βάχιος
Ἰωάννης Σεβαστιανὸς Βάχιος (γεννηθεὶς τῇ 31 Μαρτίου 1685 ἐν Ὑσνάκῳ – ἀποθανὼν τῇ 28 Ἰουλίου 1750 ἐν Λειψίᾳ, γερμανιστί: Johann Sebastian Bach [ˈjoːhan zeˈbasti̯a(ː)n ˈbax]), μουσικὸς ὀργάνῳδος, βιτυλεύς, βιτυλίῳδος καὶ μελοποιὸς Βαρόκος πολυθρύλητος, ποικίλα μέλη ἐποίησε τῷ χορῷ ἅμα καὶ μουσικοῖς μονῳδοῖς τε καὶ συνῳδοῖς.
Βίος
editὉ Βάχιος γένους κατήγετο, ἐξ οὗ ἐκ τοῦ 1500 πολλοὶ ἀγλαοὶ μουσικοὶ ἐγένοντο. Νέος ὦν ὁ Βὰχ ἐτέλεσεν ὀργανιστὴς ἐν τῇ πόλει τοῦ Ἀρνσταδίῳ, ἔνθα κεῖται ναός ἐπώνυμος. Ἐν ἐνιαυτῷ 1708, ὁ Βάχιος ἦγε πρὸς τὴν Οὐιμάρην. Ἐν ἥματι 29. 12. 1708, ὁ τοῦ Βαχίου πρωτότοκος παῖς ἐβαπτίσθη, το δ᾽ ὕστερον πέντε ἕτεροι παῖδες εἵποντο. Πάντες δ᾽ ἐδιδάσκον τὴν μουσικὴν τέχνην. Ἐν τῇ Οὐιμάρῃ, ὁ Βάχιος εὐφυῶς γέγραφε πλείστην εὐδοξοτάτην μουσικήν. Ἐν ἐνιαυτῷ 1723, ὁ Βάχιος ᾔει τῇ Λειψίᾳ, ἔνθα ἡγήθη τοῦ τῶν Θωμανῶν χοροῦ. Ἀπὸ 1749, ὁ Βάζιος οὐκέτι μουσικὴν ἐγράφε, ὅτι τοῖς ὄμμασιν ἠσθένησε. Οὐ πολλῷ ὕστερον, ὁ Βάχιος μολύνσεως ἕνεκα ψυχὴν ἐξέπνευσεν.
Σύνδεσμοι Ἐξώτεροι
edit
|
Ἰδὲ τὰς εἰκόνας καὶ τὰ κοινὰ τὰ ἄλλα περὶ τοῦ Ἰωάννοῦ Σεβαστιανοῦ Βαχίου |