Wp/grc/Ἡμεροσκόπειον

< Wp | grc
Wp > grc > Ἡμεροσκόπειον

Ἡμεροσκόπειον ἦν πόλις ἐν τῇ Ἱσπανίᾳ.

Μεταξὺ μὲν οὖν τοῦ Σούκρωνος καὶ τῆς Καρχηδόνος τρία πολίχνια Μασσαλιωτῶν ἔστιν οὐ πολὺ ἄπωθεν τοῦ ποταμοῦ· τούτων δ᾽ ἐστὶ γνωριμώτατον τὸ Ἡμεροσκοπεῖον ἔχον ἐπὶ τῇ ἄκρᾳ τῆς Ἐφεσίας Ἀρτέμιδος ἱερὸν σφόδρα τιμώμενον͵ ᾧ ἐχρήσατο Σερτώριος ὁρμητηρίῳ κατὰ θάλατταν· ἐρυμνὸν γάρ ἐστι καὶ λῃστρικόν͵ κάτοπτον δὲ ἐκ πολλοῦ τοῖς προσπλέουσι͵ καλεῖται δὲ [καὶ] Διάνιον͵ οἷον Ἀρτεμίσιον͵ ἔχον σιδηρεῖα εὐφυῆ πλησίον καὶ νησίδια Πλανησίαν καὶ Πλουμβαρίαν καὶ λιμνοθάλατταν ὑπερκειμένην͵ ἔχουσαν ἐν κύκλῳ σταδίους τετρακοσίους.[1]

Πηγαί

edit
  1. Στράβων: Γεωγραφικά III (4, 6)