Wp/grc/Ἐμμανουὴλ Κάντιος

< Wp‎ | grc
Wp > grc > Ἐμμανουὴλ Κάντιος

Ἐμμανουὴλ Κάντιος (γερμανιστί: Immanuel Kant), φιλόσοφος Γερμανός, ἀρχηγὸς τῆς ἀπὸ τῶν ἰδεῶν φιλοσοφίας τῆς Γερμανῆς, γεγονὼς τῇ 22 Ἀπριλλίου 1724, ἀποθανὼν τῇ 12 Φεβρουαρίου 1804.

Ἐμμανουὴλ Κάντιος, ἐζωγραφημένος ὑπὸ Θεοφίλου Δοίβλερ, 1795

ἐπραγματεύετο περὶ ἐπιστημολογίας, πρώτης φιλοσοφίας, ἠθικῆς, αἰσθητικῆς, τοῖς ἀπιστοῦσιν ἄλλοις τ’ ἀποκριθεὶς καὶ Δαυὶδ Ἵουμ εἰπόντι ὅτι οὐκ εἰδέναι ἔξεστι τὰ αἴτια ὅτου ἂν ᾖ, διελὼν τῶν φαινομένων τὰ νοούμενα, ὡς τὰ μὲν δι’ αἰσθήσεως μανθάνεται, τὰ δὲ διὰ καθαροῦ λόγου· ἔφη δὲ τὰ αἴτια περὶ τῶν φαινομένων μόνον λέγεσθαι, τὰ δὲ τῶν νοουμένων πέρι οὐκ ἂν ἐοικὸς ἐξετάσαι κατ’ ἀρχὰς ἐμπειρίᾳ καθεσταμένας, ἐπειδὴ οὐ περὶ ἐμπειρίας ὁ ἀγών. διόπερ καὶ βούλησις ἐλευθέρη οὐ δοκεῖ ἀφαιρεθῆναι ὑπὸ τῶν φυσιολόγων τῶν αὐτόματον τὸ πᾶν λεγόντων, ἀλλὰ κινδυνεύει ἐν τοῖς νοουμένοις ὑπεῖναι, οὗπερ ἡ ἀποδείξις ἐν τῇ Κριτικῇ τοῦ καθαροῦ λόγου ὡς τὸ μέγιστον ἀγώνισμα τοῦ Καντίου ἐπαινεῖται.

Τὰ τοῦ Καντίου edit

  • Τὰ τρία κριτικά
  • Ὁ μόνος συλλογισμὸς ᾧ ἔοικε θεὸν ὄντα ἀποδείκνυσθαι (1763)
  • Σκέψεις περὶ αἰσθήσεως τοῦ καλοῦ καὶ ὑψηλοῦ (1764)
  • Προλεγόμενα μεταφυσικῇ ἡτισοῦν ἔσται (1783)
  • Θεμέλια μεταφυσικῆς τῶν ἠθῶν (1785)
  • Ὑποθέσεις μεταφυσικαὶ τῆς φυσιολογίας (1786)
  • Τὰ θεῖα ἐντὸς ὁροῦ τοῦ ἀκριβῶς λόγου (1793)
  • Ἡ ἐς ἀίδιον εἰρήνη (1795)
  • Μεταφυσικὴ τῶν ἠθῶν (1797)
  • Ἀνθρωπολογία ἀπὸ πραγματολογικῆς ἀπόψεως (1798)

Ἐσωτερικοὶ σύνδεσμοι edit

Ἐξωτερικοὶ σύνδεσμοι edit