Wp/grc/Γεώργιος Γουλιέλμος Φρειδερίκος Ἕγελος

< Wp | grc
Wp > grc > Γεώργιος Γουλιέλμος Φρειδερίκος Ἕγελος

Γεώργιος Γουλιέλμος Φρειδερίκος Ἕγελος (γερμανιστί: Georg Wilhelm Friedrich Hegel), φιλόσοφος Γερμανός, γεγονὼς τῇ 27 Αὐγούστου 1770, ἀποθανὼν τῇ 14 Νοεμβρίου 1831.

Γεώργιος Γουλιέλμος Φρειδερίκος Ἕγελος, ἐζωγραφημένος ὑπὸ Ἰακὼβ Σλέσιγγερ ἐν ἔτει 1831
borderless
borderless

συμφοιτήσας τοῖς ἀπὸ τῶν ἰδεῶν φιλοσοφοῦσι τοῖς ἀμφὶ Κάντιον εἰς πανεπιστημίον ἔυνους μὲν τὸ πρῶτον ἐγένετο τῇ Σελιγγικῇ φιλοσοφίᾳ, ὡς λύσαντι τὴν Καντίου ἀπορίαν τοῦ πῶς τὰ νοούμενα γνωσόμεθα, φύσιν αὐτὴν ἡγουμένῳ νοῦν ἔχειν καὶ δύνασθαι αὑτὴν σκοπεῖν. ὕστερον δὲ ἀφῆκας ἐκείνην, ἅτε τὸν ἀνθρώπινον λόγον ἀρνουμένην μὴ οἷόν θ’ αὑτὴν τίκτειν, ἀντεῖπεν ὡς τὸ πᾶν φύσαιτο διὰ κίνησίν τινα διαλεκτικὴν νοῦ ἑκάστου, αὑτοῦ ἀρξαμένου τὴν αἰσθήσεων κατασκευὴν σκοπεῖν, τοῦτό ἐστι τὸ νυνὶ καὶ ταυτῃί, καὶ προελθόντος τοῦ χρόνου ἅμα τῷ κοσμικῷ νῷ καθεστηκότι δι’ ἀφαιρέσεως τινὸς τῶν καθ’ ἕκαστον ἀληθῶν τελευτῶντος αὑτὸν καθόλου μεμαθηκότος· τὰ δὲ νόμιμα, ὥσπερ τὰ θεῖα καὶ πολιτικὰ καὶ ὁ νόμος, ὡς μέρη ταύτης τῆς διαλεκτικῆς κινήσεως συνετὰ γένοιτο.

Τὰ τοῦ Ἑγέλου

edit
  • Διαφορά τῶν Φιχτικῆς καὶ Σελιγγικῆς φιλοσοφίας μεθόδων (1801)
  • Φαινομενολογία τοῦ νοῦ (1807)
  • Ἐπιστήμη τῆς λογικῆς (1812, 1813, 1816)
  • Ἐγκυκλοπαιδεία τῶν φιλοσόφων ἐπιστημῶν (1817)
  • Στοιχεία τῆς περὶ τοῦ δικαίου φιλοσοφίας (1821)

Ἐσωτερικοὶ σύνδεσμοι

edit

Ἐξωτερικοὶ σύνδεσμοι

edit