Wp/grc/Μαυιᾶται

< Wp‎ | grc
Wp > grc > Μαυιᾶται

Οἱ Μαυιᾶται ἡ γενεά τοῦ Μαυίου υἱοῦ Σοφιάμ ἦσαν, οἵ ἐκράτησαν παντός τοῦ χαλιφάτοῦ μετά τήν Ούθμάν τελευτήν ἐκ 661 μέχρι 750 καί τῆς μόνης Ἱσπανίας ἐκ 756 μέχρι 1031.

οἱ Μαυιᾶται
Σημεῖον
ٱلْخِلَافَة ٱلْأُمَوِيَّة
(Ὁ Χαλιφάτος τῶν Μαυιατῶν)
Γλῶτται Ἀραβική, Ἑλληνική καί

Ῥωμαικὴ

Πόλις πρωτεύουσα Δαμασκός (661–744)

Kάρραι (744-750)
Κόρδοβα (756-1031)

Ἐπικλήσεις τοῦ προεστῶτος Χαλιφᾶς

Ἀμερμουμνῆς
Πρωτοσύμβουλος

Πρῶτος ἄρχων Μαυίας υἱός Σοφιάμ (661-680)
Ἔσχατος ἄρχων Ἰσὰμ υἱός Μουχούμετ υἱός Άβιμέλεχ (1026-1031)
Οἱ πρὸ οἱ Ὁρθόδοξοι Χαλιφαῖ

ἡ Ῥωμαίων βασιλεία

Διάδοχοι οί Μαυροφόροι

Ἑαυτῶν (ἐν τῇ Ἱσπανιᾳ)

ἡ Χρονολογία

edit

ἡ Συρία

edit

Μαυίας υἱός Σοφιάμ στρατηγός τοῦ Οὐθμάν ἦν, ό παραλύσας τόν κολοσσόν Ρόδου καί πορθήσας Κύπρον τήν νήσον καί πάσας τάς πόλεις αυτής. Οὗτος έπεστράτευσε καί κατά Κωνσταντινουπόλεως, καί έλυμήνατο τήν τε Έφεσον καί 'Αλικαρνασσόν καί Σμύρνην καί τάς λοιπάς πόλεις Ιωνίας, ὅς καί γέγονεν Χαλιφᾶς πέμπτος μετά τήν Ούθμάν τελευτήν.[1]

Έκράτησεν δέ τής άγιας πόλεως καί τών τής Παλαιστίνης μερών, τήν τε Δαμασκόν καί Ἀντιόχειαν καί πάσας τάς τής Αἰγύπτου πόλεις. Ό δέ Ἀλή, ὅς ήν γαμβρός τοῦ Μουχούμετ έπί θυγατρί, καλουμένη Φατιμέ, έκράτησεν τής Αἲθρίβου καί πάσης τής τραχείας Ἀραβίας. Καί οί μέν τήν Αἲθριβον οίκοΰντες μετά τών υιών του Ἀλή έστράτευσαν κατά τού Μαυίου. 'Ο δέ Μαυίας άνθωπλίσατο κατ’ αύτών, καί συνήψεν πόλεμον παρά τόν ποταμόν Εύφράτην, καί ήττήθη τό μέρος Ἀλή, καί παρέλαβεν ό Μαυίας τήν Αἲθριβον καί πάσαν τήν γην της Συρία.[2]

Άπεβίω ουν ό Μαυίας, γεγονώς στρατηγός ἔτη 26, ἐβασίλευσε δέ ἔτη 24. Καί έκράτησεν τοῦ χαλιφάτοῦ Ίζίδ, ό υιός αὐτοῦ, ἔτη 6. Τούτου τελευτήσαντος, έταράχθησαν οί Άραβες τής Αἲθρίβου, καί διεγερθέντες κατέστησαν ἑαυτοῖς αρχηγόν Άβδελάν, τόν υιόν Ζουβέρ. Τούτο άκούσαντες οί τήν Φοινίκην καί Παλαιστίνην καί Δαμασκόν κατοικούντες ’Άραβες, έρχονται πρός Ούσάν, άμηράν Παλαιστίνης, καί προβάλλονται Μαρουάμ, καί ίστώσιν αυτόν αρχηγόν, καί κρατεί τής άρχής μήνας 9. Τούτου δέ τελευτήσαντος, Άβιμέλεχ, ό υιός αυτού διαδέχεται τήν αρχήν, καί κρατεί ἔτη 22 καί μήνας 6.[3]

ἡ Ἱσπανία

edit

Καί μετ’ αύτόν έξήλθον οί λεγόμενοι Μαυροφόροι άπό Περσίδος τῷ ἔτει 747, οί κρατούντες έως τής σήμερον, καί έπολέμησαν τήν γενεάν τοῦ Μαυίου καί ήφάνισαν αύτήν. 'Έσφαξαν δέ καί Μαρουάμ, τήν κεφαλήν αύτών. 'Υπελείφθησαν δέ ολίγοι τοῦ Μαυίου, καί έδιώχθησαν παρά τών Μαυροφόρων έως τής ’Αφρικής μετά καί ένός έκγόνου τοῦ Μαυίου. Ὁ δέ αύτός έκγονος τού Μαυίου, καλούμενος Ἀβδεραχμάν, μετ’ ολίγων τίνών διεπέρασεν είς τήν 'Ισπανίαν τῷ ἔτει 756.[4]


Πηγαί

edit

  1. Κωνσταντῖνος Πορφυρογέννητος, Πρὸς τὸν ἴδιον υἱὸν Ῥωμανόν, κ.20.
  2. Κωνσταντῖνος Πορφυρογέννητος, Πρὸς τὸν ἴδιον υἱὸν Ῥωμανόν, κ.21.
  3. Κωνσταντῖνος Πορφυρογέννητος, Πρὸς τὸν ἴδιον υἱὸν Ῥωμανόν, κ.21.
  4. Κωνσταντῖνος Πορφυρογέννητος, Πρὸς τὸν ἴδιον υἱὸν Ῥωμανόν, κ.21.