Ὁ (Κύριος) Μαΐστωρ Ἔκχαρτ (Γερμανιστί: Meister Eckhart, γενν. περὶ τὸ ἔτος 1260, τεθν. περὶ τὸ ἔτος 1328), Γερμανὸς μυστικιστὴς θεολόγος ἦν.
Βίος
editὉ Ἔκχαρτ κατήγετο ἐκ δυναστείας ἱπποτῶν τοῦ Hochheim (παρὰ τῇ Γώτᾳ) καὶ εἰσέβη έν ἡλικίᾳ 15 ἐτῶν ὦν τῷ Τάγματι τῶν Δομινικανῶν.
Έν ἔτει 1302 τῆς θεολογίας μάγιστρος ἐγένετο ἐν τῷ Πανεπιστημίῳ τῆς Σορβόνης. Έν συνεχείᾳ ἡγήθη μονῆς ἐν Ἐρφούρτῃ εἶτα δε ἐγένετο ἀναπληρωτὴς γενικὸς τῶν Δομινικανῶν ἐν τῇ Βοημίᾳ. Ἐκ τοῦ 1311 κατἐσχε προεδρίαν τῆς θεολογίας ἐν Λευκετίᾳ. Mεταξὺ τοῦ 1314 καὶ τοῦ 1322 ἐδίδαξε καὶ ἐκἠρυξεν πρῶτον ἐν Ἀργεντοράτῳ ὕστερον δὲ ἐν Κολωνίᾳ.
Διδάγματα
editἩ θεολογία τοῦ Ἔκχαρτ συνέπλεξε διδασκαλίας τοῦ διακεκριμένου μοναχοῦ Θωμᾶ τοῦ Ἀκινάτου μετὰ νεοπλατωνικῆς σκέψεως. Τὸ δόγμα αὐτοῦ τῆς κοινωνίας τῆς ψυχῆς τῷ Θεῷ ὁδήγησε πρὸς κατηγορίαν πανθεϊσμοῦ, ὁς αἵρεσις ἐδόχθη. Ὅτε ὁ πάπας Ἰωάννης ΚΒ΄ ἐν ἔτει 1327 ἐκάλησεν αὐτὸν ἀμύνεσθαι, ὁ Ἕκχαρτ ἕγραψε ἀπολογίαν τμήμασι 28, ἃ κατεδικάσθη τῷ ἔτει 1329 παπικῇ βούλῃ.
Τὰ κηρύγματα ἐπὶ τὸ πλεῖστον οὐ τοῦ Ἔκχαρτ ἐστίν, ἀλλὰ προέρχεται καὶ ἐκ τῶν φίλων καὶ ἐκ τῶν ἐχθρῶν αὐτοῦ. Μόνον αἱ ἐρώτησεις Quaestiones Parisienses (1300) καὶ τὸ Bιβλίον τῆς θείας παρηγορίας (Buch der göttlichen Tröstung; περὶ τὸ ἔτος 1308) καὶ σειρὰ κηρυγμάτων βεβαίως αὐτογεγραμμένα τοῦ Ἔκχαρτ δοκοῦνται.
Βησομένη εἰς τὴν ἕνωσιν μετὰ τοῦ Θεοῦ, ἡ ψυχὴ διαβαίνει - κατὰ τὸν Ἔκχαρτ - τέσσαρα βήματα. Πρῶτον μανθάνει τὴν ἑαυτῆς ἀνυπαρξίαν, ἣν συνδέει ἅπασι τοῖς πλάσμασιν ἐκτός Θεοῦ. Τότε ἀνακαλύπτει τὴν ὁμοιότητα ἑαυτῆς πρὸς Θεὸν, ἣ ἀδιαφοροποίητη αὐτῆς ἐστιν. Ἡ διαπίστωσις ταύτη ὥδηγε εἰς σύντηξιν καὶ οὐσιαστικὴν ἐνότητα μετὰ τοῦ Θεοῦ καὶ τέλος πρὸς τὴν ἐμπειρίαν τοῦ θείου τοῦ ὄντος.
Ἔκχαρτ καὶ ἡ Γερμανικὴ γλῶττα
editΓεγραφὼν οὐ μόνον Λατινιστί ἀλλὰ καὶ Γερμανιστί, ὁ Ἔκχαρτ ἐπέδρα ἰκανῶς τῇ ἀναπτύξει τῆς Γερμανικῆς γλώσσης. Αἱ σκέψεις αὐτοῦ, κτώμεναι πολλάκις ὁμοιότητα μετὰ τοῦ βουδισμοῦ Ζέν, δηλοῦν ἐπίδρασιν τοῖς δόγμασι τοῦ Νικολάου Κουζάνου, τῷ προτεσταντισμῷ καὶ τῷ Γερμανικῷ ἰδεαλισμῷ.
Πηγή
edit"Meister Eckhart", παρὰ τῷ: Microsoft Encarta 2007 Enzyklopädie, Microsoft Corporation, 2006 (DVD)
Βλέπε επίσης
editἘξωτερικοὶ σύνδεσμοι
edit
|
Ἰδὲ τὰς εἰκόνας καὶ τὰ κοινὰ τὰ ἄλλα περὶ τοῦ Μαΐστορος Ἔκχαρτ |