Wp/grc/Κορόνα Σρέτερ

< Wp | grc
Wp > grc > Κορόνα Σρέτερ

Κορόνα Σρέτερ (Corona Schröter) - γεν. τῇ 14η Ἰανουαρίου 1751 ἐν Γκούμπιν/Gubin (Κάτω Λυσατία/Πολωνία), θαν. τῇ 23ῃ Αὐγούστου 1802 ἐν Ίλμεναου - Γερμανὶς ἀοιδὸς ἦν.

Korona Schröter, αὐτοείδωλον

Βίος

edit

Κόρη ἦν ὀξυαυλητοῦ τινος, ὃς ὀλίγον μετὰ τὴν γέννησιν αὐτῆς μετῴκησεν ἐν Βαρσουίᾳ καὶ ἐν Λειψίᾳ. Ἐνταῦθα ἡ Κορόνα ἐπαιδεύθη παρὰ τοῦ ὀρχεστράρχου Ἰωάννου Ἀδὰμ Χίλερ (Hiller) τῇ τέχνῃ τῇ μουσικῇ τε καὶ τῷ ᾄδειν. Ἤδη ἐν ἔτει 1765 ἔδωκε τὴν πρώτην συναυλίαν ἐν Λειψίᾳ.

Ἡ καλή δεσποινὶς διέτριψεν αὐτόθι μέχρις τοῦ 1777 ᾄδουσα ἐν συναυλίαις τε καὶ δράμασιν. Ἐν 1778 ἀφίκετο, μετὰ μεταγωγῆς τοῦ Γκαῖτε, εἰς τὴν Βαϊμάραν καὶ διωρίσθη ἐπίσημος ᾄδουσα μελοδραματικὴ τῆς Δούκισης Ἄννης Ἀμαλίας. Ἐκεῖ ἐφαίνετο ἐν παραστάσεσι διοργανωθείσαις ὑπὸ τοῦ Γκαῖτε· ἦν μεταξὺ ἄλλων ἡ πρώτη Ἰφιγένεια τοῦ ὁμωνύμου ἔργου τοῦ Γκαῖτε καὶ ἡ πρώτη ᾄδουσα ἐν τῷ ἔργῳ Erlkönig ὃ γέγραφεν.

Mετὰ τὴν ἄρσιν τοῦ ἐρασιτεχνικοῦ θεάτρου ἠργάζετο ἐπὶ τῆς αὐλῆς διδάσκουσα τὴν μουσικὴν καὶ τὴν γραφικήν. Ἀλλὰ καὶ αὐτὴ συνθέτης καὶ ζῳγράφος ἦν. Φυλλάδιον 25 ὠδῶν αὐτῆς ἐδημοσιεύθη ἐν τῇ Βαϊμάρᾳ ἐν ἔτει 1786. Ἐν Γκούμπιν μνημεῖον (ὑπὸ τοῦ Ντόντορφ) πρὸς αὑτῆς τιμὴν ἐν ἔτει 1905 ἱδρύθη.

Πηγαί

edit

Meyers Großes Konversations-Lexikon, τομ 18. Λειψία 1909, σ. 48, ὅ ἀναγιγνώσκεται ὧδε.

 
Οὐικικοινά
Ἰδὲ τὰς εἰκόνας καὶ τὰ κοινὰ τὰ ἄλλα περὶ τῆς Κορόνης Σρέτερ