Διογένης Σινωπεύς, ὁ καὶ Κύων καλούμενος, φιλόσοφος, ἀρχηγὸς τῶν Κυνικῶν, ἐγεννήθη τῷ 412 ἢ 404 π.Χ., ἀπέθανε τῷ 323 π.Χ., Ἀθήνησι καὶ Κορινθόθι μετῴκει. ἀφῆκας δὲ τὰ νόμιμα ἅπαντα, ὥσπερ οἶκον καὶ οὐσίαν καὶ δὴ καὶ τὴν τῶν ἀνθρώπων ὁμιλίαν ὡς παρὰ φύσιν ὄντα, εἰώθει λέγειν, ὥς φασι, τὰς τραγικὰς ἀρὰς αὐτῷ συνηντηκέναι·
- "ἄπολις, ἄοικος, πατρίδος ἐστερημένος,
- πτωχός, πλανήτης, βίον ἔχων τοὐφ᾽ ἡμέραν[1]."
ἐν γάρ που πίθῳ τινὶ τῷ Μητρῴῳ ᾤκει, ὡς αὐτὸς ἐν ταῖς ἐπιστολαῖς διασαφεῖ[2], καὶ κατεσοβαρεύετο τῶν συγχρόνων φιλοσόφων, μάλιστά γε τῶν ἀμφὶ Πλάτωνα, ἐνυβρίζων συνεχῶς αὐτῷ καὶ ἐντὸς τῆς σχολῆς, οὐδὲ Ἀλεξάνδρου ἐνετρέπετο Μακεδόνων βασιλέως, ὅνπερ καί φασιν εἰπεῖν ὡς "εἴπερ Ἀλέξανδρος μὴ ἐγεγόνειν, ἠθέλησα ἂν Διογένης γενέσθαι"[3].
Μῦθοι περὶ τοῦ Διογένους
edit- Πλάτωνά ποτε ἐν δείπνῳ πολυτελεῖ καταοήσας ἐλάας ἁψάμενον, "τί," φησίν, "ὁ σοφὸς εἰς Σικελίαν πλεύσας τῶν τραπεζῶν τούτων χάριν, νῦν παρακειμένων οὐκ ἀπολαύεις;" καὶ ὅς, "ἀλλὰ νὴ τοὺς θεούς," φησί, "Διόγενες, κἀκεῖ τὰ πολλὰ πρὸς ἐλάας καὶ τὰ τοιαῦτα ἐγινόμην." ὁ δέ, "τί οὖν ἔδει πλεῖν εἰς Συρακούσας; ἢ τότε ἡ Ἀττικὴ οὐκ ἔφερεν ἐλάας;"[4]
- Καὶ πάλιν εἰπόντος τινός, "Σινωπεῖς σου φυγὴν κατέγνωσαν," "ἐγὼ δέ γε," εἶπεν, "ἐκείνων μονήν."[5]
- Ἐπίγραμμά τι περὶ αὐτοῦ· "Διόγενες, ἄγε λέγε, τίς ἔλαβέ σε μόρος ἐς ἄϊδος;" "Ἔλαβέ με κυνὸς ὀδάξ."[6]
Τὰ τοῦ Διογένους
editΦέρεται αὐτοῦ βιβλία τάδε, ὧν οὐδὲν περίεστι.
Διάλογοι
edit- Κεφαλίων
- Ἰχθύας
- Κολοιός
- Πόρδαλος
- Δῆμος Ἀθηναίων
- Πολιτεία
- Τέχνη ἠθική
- Περὶ πλούτου
- Ἐρωτικός
- Θεόδωρος
- Ὑψίας
- Ἀρίσταρχος
- Περὶ θανάτου
- Ἐπιστολαί
Τραγῳδίαι
edit- Ἑλένη
- Θυέστης
- Ἡρακλῆς
- Ἀχιλλεύς
- Μήδεια
- Χρύσιππος
- Οἰδίπους
Τεκμήρια
edit- ↑ Διογένους Λαερτίου, Βίοι, 6.37.
- ↑ Διογένους Λαερτίου, Βίοι, 6.22.
- ↑ Διογένους Λαερτίου, Βίοι, 6.32.
- ↑ Διογένους Λαερτίου, Βίοι, 6.25.
- ↑ Διογένους Λαερτίου, Βίοι, 6.49.
- ↑ Σοῦδα, Δ 1141, "Διογένης".