Wq/grc/Σωκράτης

< Wq‎ | grc
Wq > grc > Σωκράτης

Σωκράτης, Ἀθηναῖος φιλόσοφος, ἐγένετο 469 π.Χ. Ἀθήνησι καὶ ἀπέθανε 399. Καίπερ οὐδὲν γράφων, φιλόσοφος δῆτα δυνατὸς ὁ Σωκράτης ὁ διδάσκαλος τού Πλάτωνος καὶ ἄλλων ἐλέγχων τοὺς Ἀθηναίους τοὺς ἐν τέλει καὶ ἐπάγων πολλὰς ὑποθέσεις περὶ τοῦ κόσμου καὶ τῶν θεῶν, δι’ ἃς ἁλοὺς ὑπὸ τῶν Ἀθηναίων ἐθανατώθη κωνείῳ.

Ὁ Σωκράτης

Ἒργα edit

  • Ἓν οἶδα ὅτι ουδὲν οἶδα.
  • Οὐκ ἔστιν ἀνδρὶ ἀγαθῷ κακὸν οὐδὲν οὔτε ζῶντι οὔτε τελευτήσαντι.
  • Τοὺς θησαυροὺς τῶν πάλαι σοφῶν ἀνδρῶν, οὕς ἐκεῖνοι κατέλιπον ἐν βιβλίοις γράψαντες, ἀνελίττων κοινῇ σὺν τοῖς φίλοις διέρχομαι, καὶ ἄν τι ὁρῶμεν ἀγαθὸν ἐκλεγόμεθα».(Ξενοφ. Ἀπομνημ. 1, στ', 14)
  • Τοὺς μὲν κενοὺς ἀσκοὺς τὸ πνεῦμα διίστησι, τοὺς δὲ ἀνοήτους ἀνθρώπους τὸ οἴημα.
  • Λέγεται τοίνυν, ἔφη, ὦ ἑταῖρε, πρῶτον μὲν εἶναι τοιαύτη ἡ γῆ αὐτὴ ἰδεῖν, εἴ τις ἄνωθεν θεῷτο, ὥσπερ αἱ δωδεκάσκυ- τοι σφαῖραι, ποικίλη, χρώμασιν διειλημμένη, ὧν καὶ τὰ ἐνθάδε εἶναι χρώματα ὥσπερ δείγματα, οἷς δὴ οἱ γραφῆς καταχρῶνται. (Πλάτων «Φαίδων» ή περί ψυχής [[1]])
  • ὁ Σωκράτης δ' ἔλεγεν τῶν ἄλλων ἀνθρώπων διαφέρειν καθ' ὅσον οἳ μὲν ζῶσιν ἵν' ἐσθίωσιν, αὐτὸς δ' ἐσθίει ἵνα ζῇ. (Ἀθήναιος - Δειπνοσοφισταί)
  • Οὔτε παρὰ τοῦ νεκροῦ ὁμιλίαν οὔτε παρὰ φιλαργύρου χάριν δεῖ ζητεῖν.(Ἀνθ.Στοβ.10,55)

Ἀναφοραὶ edit

  1. [1]110b