Wq/grc/Θουκυδίδης

< Wq | grc
Wq > grc > Θουκυδίδης

Βίος Θουκυδίδου κατά Σουΐδα λεξικὸν:

Θουκυδίδης

[Θουκυδίδης,] Ὀλώρου, Ἀθηναῖος, παῖδα δὲ ἔσχε Τιμόθεον. ἦν δὲ ἀπὸ μὲν πατρὸς Μιλτιάδου τοῦ στρατηγοῦ τὸ γένος ἕλκων, ἀπὸ δὲ μητρὸς Ὀλώρου τοῦ Θρᾳκῶν βασιλέως· μαθητὴς Ἀντιφῶντος. ἤκμαζε κατὰ τὴν πζʹ Ὀλυμπιάδα· ἔγραψε δὲ τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων. οὗτος ἤκουσεν ἔτι παῖς τυγχάνων Ἡροδότου ἐπὶ τῆς Ὀλυμπίας τὰς ἱστορίας διερχομένου, ἃς συνεγράψατο, καὶ κινηθεὶς ὑπό τινος ἐνθουσιασμοῦ πλήρης δακρύων ἐγένετο. καὶ ὁ Ἡρόδοτος κατανοήσας τὴν αὐτοῦ φύσιν πρὸς τὸν πατέρα Θουκυδίδου Ὄλωρον ἔφη· μακαρίζω σε τῆς εὐτεκνίας, Ὄλωρε· ὁ γὰρ σὸς υἱὸς ὀργῶσαν ἔχει τὴν ψυχὴν πρὸς τὰ μαθήματα. καὶ οὐκ ἐψεύσθη γε τῆς ἀποφάσεως. οὗτος ὁ Θουκυδίδης ἀνὴρ ἦν πολὺς ταῖς τέχναις, κάλλει λόγων καὶ ἀκριβείᾳ πραγμάτων καὶ στρατηγίαις καὶ συμβουλίαις καὶ πανηγυρικαῖς ὑποθέσεσιν. ὁ συγγραφεὺς οὗτος μεταβαίνει ἀπὸ τῶν θηλυκῶν εἰς οὐδέτερον· οἷον, τρέπονται εἰς Μακεδονίαν, ἐφ' ὅπερ καὶ πρότερον. καὶ [Θουκυδίδειος γραφή. Θοῦλις·] οὗτος ἐβασίλευσε πάσης Αἰγύπτου καὶ ἕως τοῦ Ὠκεανοῦ καὶ μίαν τῶν ἐν αὐτῷ νήσων ἀπὸ τοῦ ἰδίου ὀνόματος ἐκάλεσε Θούλην. ἐπαρθεὶς δὲ τοῖς κατορθώμασι παραγέγονεν εἰς τὸ μαντεῖον τοῦ Σαράπιδος καὶ θυσιάσας ἐρωτᾷ ταῦτα· φράσον ἡμῖν πυρισθενή, ἀψευδῆ, μάκαρ, ὁ τὸν αἰθέριον μετεγκλίνων δρόμον, τίς πρὸ τῆς ἐμῆς βασιλείας ἐδυνήθη τοσαῦτα; ἢ τίς ἔσται μετ' ἐμέ; καὶ ἐδόθη αὐτῷ χρησμὸς ἔχων οὕτως· πρῶτα θεός, μετέπειτα λόγος καὶ πνεῦμα σὺν αὐτοῖς· σύμφυτα δὲ πάντα καὶ εἰς ἓν ἰόντα· οὗ κράτος αἰώνιον. ὠκέσι ποσὶ βάδιζε, θνητέ, ἄδηλον διανύων βίον. καὶ ἐξελθὼν ἐκ τοῦ μαντείου ὑπὸ τῶν ἰδίων ἐσφάγη ἐν τῇ τῶν Ἄφρων χώρᾳ.

ΓΝΩΜΑΙ

edit
  • Ἀνδρῶν ἐπιφανῶν πᾶσα γῆ τάφος.
  • Ἐλεύθερον τὸ εὔψυχον.
  • Οἱ καιροὶ οὐ μενετοί.
  • Κτῆμα ἐς ἀεί.
  • «ἥξει Δωριακὸς πόλεμος καὶ λοιμὸς ἅμ᾽ αὐτῷ.» [2.54.3] ἐγένετο μὲν οὖν ἔρις τοῖς ἀνθρώποις μὴ λοιμὸν ὠνομάσθαι ἐν τῷ ἔπει ὑπὸ τῶν παλαιῶν, ἀλλὰ λιμόν, ἐνίκησε δὲ ἐπὶ τοῦ παρόντος εἰκότως λοιμὸν εἰρῆσθαι· οἱ γὰρ ἄνθρωποι πρὸς ἃ ἔπασχον τὴν μνήμην ἐποιοῦντο. ἢν δέ γε οἶμαί ποτε ἄλλος πόλεμος καταλάβῃ Δωρικὸς τοῦδε ὕστερος καὶ ξυμβῇ γενέσθαι λιμόν, κατὰ τὸ εἰκὸς οὕτως ᾄσονται. (Ἱστορίαι 2, 54.2)[1]

Ἀναφοραὶ

edit
  1. Perseus -Thuc. 2.54