![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/8/89/Meister_von_San_Vitale_in_Ravenna.jpg/250px-Meister_von_San_Vitale_in_Ravenna.jpg)
Ἰουστινιανός Α' ἦν αὐτοκράτωρ ἈνατολικοΡωμαῖος ἀπὸ τοῦ ἐνιαυτοῦ 527 ἄχρι τοῦ ἐνιαυτοῦ 565.
Οὗτος δὲ κτίσας τὴν ἁγίαν Σοφίαν ἐκάθηρε τὴν αὐλὴν καὶ ἐμαρμάρωσεν αὐτήν, τὸ πρὶν οὖσαν Αὐγουστεῖον, ὁ ἑρμηνεύεται ὀψοπώλιον: καὶ ἔστησε τὴν ἑαυτοῦ εἰκόνα ἐπὶ κίονος ἔφιππον: καὶ τῇ μὲν ἀριστερᾷ χειρὶ φέρει σφαῖραν, ἐμπεπηγότος σταυροῦ ἐν αὐτῇ, ὑποσημαίνοντος, ὡς διὰ τῆς εἰς τὸν σταυρὸν πίστεως τῆς γῆς ἐγκρατὴς γέγονε: σφαῖρα μὲν γὰρ ἡ γῆ διὰ τὸ σφαιροειδὲς τοῦ αὐτῆς σχήματος, πίστις δὲ ὁ σταυρὸς. τὴν δὲ δεξιὰν χεῖρα ἀνατεταμένην ἔχων κατὰ ἀνατολάς, στάσιν τῶν Περσῶν σημαίνων καὶ μὴ μεταβαίνειν ἐπὶ τῆς Ῥωμαϊκῆς γῆς, διὰ τῆς ἀνατάσεως καὶ ἀπώσεως τῶν χειρῶν βοῶν: στῆτε καὶ μὴ πρόσω χωρεῖτε: οὐ γὰρ συνοίσει ὑμῖν.