Ἡ Ἰλιὰς ἔπος ἐστίν περὶ τῆς μήνιος Ἀχιλλέως, ὑπὸ Ὁμήρου περὶ τὸ ἔτος 750 π.Χ. γραφεῖσα.
Τὰ Κεφάλαια
editἘν ἀρχῇ τοῦ ποιήματος Ἀπόλλων λοιμὸν ἐπέπεμψεν ἐπὶ τοὺς Ἀχαιοὺς, ὅτι τὴν Χρυσηΐδα, θυγατέρα Χρύσου τοῦ ἱερέως, ἔλαβον καὶ γέρας Ἀγαμέμνονι ἔδωκαν. Ὁ λοιμὸς ἠνάγκασεν Ἀτρείδην τὴν κόρην οἴκαδε ἀποδοῦναι ἵνα παύσῃ τὸ κακόν. Ἀγανακτῶν δὲ ὁ Ἀγαμέμνων ἀφαιρεῖται Ἀχιλλέως τὸ γέρας, τὴν Βρισηΐδα· ὁ δὲ Ἀχιλλεύς, κατὰ βουλὴν τῆς μητρὸς Θέτιδος, ἀπέστη τῶν μαχῶν καὶ τῷ Ἀτρείδῃ τιμωρεῖται. Ἕκτωρ δὲ Πριάμου παῖς, ἀνήρ τε καὶ πατὴρ γενναῖος, προμάχεται τοῦ γένους καὶ τῆς πατρίδος· ἐπειδὴ γὰρ Ἀχιλλεὺς ἀπέχει τῆς μάχης, Ἕκτωρ ἡγεῖται τῶν Τρώων ἐπὶ τοὺς Ἀχαιοὺς τοὺς παρὰ ταῖς ναυσὶ στρατοπεδευμένους.
Ἐξωτερικοὶ σύνδεσμοι
edit
|
Ἰδὲ τὰς εἰκόνας καὶ τὰ κοινὰ τὰ ἄλλα περὶ τῆς Ἰλιάδος |
- Ἰλιάς gottwein.de ἑλληνιστί καὶ Γερμανιστί
- Perseus Digital Library: Ἰλιάς ἑλληνιστί καὶ Ἀγγλιστί