Wp/grc/Ἰησοῦς Χριστός

< Wp | grc
Wp > grc > Ἰησοῦς Χριστός

Ἰησοῦς (ἐγεννήθη περὶ τὸ 1 π.Χ., ἐσταυρώθη δὲ περὶ τὸ 33 μ.Χ.), ὃς γνωστὸς καὶ ὡς Ἰησοῦς ὁ Ναζωραῖος, τὸ κέντρον τῆς τοῦ Χριστιανισμοῦ πίστεώς ἐστι. Ἡ τῶν Χριστιανῶν πλειονότης τοῦτον ὡς Υἱὸν τοῦ Θεοῦ νομίζει.

Ἰησοῦς Χριστὸς ὁ ποιμὴν ὁ ἀγαθὸς

Ἁπαξάπαντες κατ' οὐσίαν οἱ τῆς ἀρχαιότητος μελετηταὶ τῆς αὐτῆς γνώμης εἰσίν, ὡς Ἰησοῦς τῷ ὄντι ἐγένετο. Οἱ πλεῖστοι τῶν μελετητῶν τὸν Ἰησοῦν ὡς Ἰουδαῖον διδάσκαλον ἐκ τῆς Γαλιλαίας τῆς Ἰουδαίας θεωροῦσι, ὃς ἐβαπτίσθη ὑπὸ Ἰωάννου τοῦ Βαπτιστοῦ, ἐσταυρώθη δὲ ἐν Ἱεροσολύμοις ἡγεμονεύοντος Ποντίου Πιλάτου. Τοῦ Ἰησοῦ περιγραφαί τε καὶ ἀπεικονίσεις ὑπὸ τῶν σοφῶν ποικίλαι γεγόνασι, αἵτινες πολλάκις φέρουσι γνωρίσματα κοινά. Τινὲς ἐξ αὐτῶν εἰσιν αἵδε· ραββί (τοῦτ' ἔστιν διδάσκαλος), θεραπευτὴς χαρισματικός, ἀποκαλυπτικῆς κινήσεως ἡγέτης, Μεσσίας, σοφός τε καὶ φιλόσοφος, τῆς κοινωνίας ἀναμορφωτὴς ὅστις τὴν Βασιλείαν τοῦ Θεοῦ ἐκήρυξεν ὡς μέσον πρὸς προσωπικὴν τε καὶ ἰσοπολιτειακὴν κοινωνικὴν μεταμόρφωσιν. Οἱ μελετηταὶ τὰς ἐν τῇ Καινῇ Διαθήκῃ ἀφηγήσεις μεθ' ἄλλων μὴ Χριστιανικῶν μαρτυριῶν ἀντιστοιχήσαντες ἤχθησαν εἰς τὴν κατὰ προσέγγισιν Χρονολογίαν τῆς τοῦ Ἰησοῦ βιωτῆς.

Οἱ Χριστιανοὶ τὸν Ἰησοῦν ὡς τὸν ὑπεσχημένον ἐν τῇ Παλαιᾷ Διαθήκη Μεσσίαν θεωροῦσι. Ὀνομάζουσι δὲ αὐτὸν Ἰησοῦν Χριστὸν ἢ ἁπλῶς Χριστὸν, ὄνομα ὅπερ καὶ ὑπὸ τῶν μὴ πιστῶν χρῆται. Οἱ Χριστιανοὶ Ἰησοῦν ἐν τῇ μήτρᾳ τῆς παρθένου Μαρίας ὑπὸ τοῦ Ἁγίου Πνεύματος συλληφθέντα, ὡς πλεῖστά τε σημεῖα ποιήσαντα, καὶ τὴν Ἐκκλησίαν ἱδρύσαντα, τελειωθέντα δὲ σταυρικῷ θανάτῳ, ἵνα ἵλεως τοῖς ἀνθρώποις γένηται, ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ ἐκ τῶν νεκρῶν, καὶ ἀναληφθέντα εἰς τὸν οὐρανὸν ἐξ οὗ ἐλεύσεται ἐν δόξῃ ἐν τῇ Δευτέρᾳ Παρουσίᾳ αὐτοῦ πιστεύουσι. Ἡ τῶν Χριστιανῶν πλειονότης τὸν Ἰησοῦν ὡς ἐνανθρωπήσαντα Υἱὸν τοῦ Θεοῦ λατρεύει, ἤτοι τὸ τῆς Ἁγίας Τριάδος δεύτερον Πρόσωπον. Ὀλίγισται μερίδαι, τὴν τοῦ Θεοῦ Τριαδικότητα ὁλικῶς ἢ μερικῶς ἀπορρίπτουσαι ὡς ἀντιγραφικήν, τοῦτον οὐχ ὡς Θεὸν τιμῶσι.

Παρὰ τῷ Ἰσλὰμ Ἰησοῦς εἷς ἐκ τῶν προφητῶν τοῦ Θεοῦ θεωρεῖται, Ἰσὰ παρ' αὐτῶν ὀνομαζόμενος. Οὗτός ἐστιν κομιστὴς τῶν γραφῶν, προϊὼν ἐκ παρθένου γεννήσεως, ἀλλ' οὐχὶ θανὼν ἐν σταυρῷ. Παρὰ τῷ Ἰουδαϊσμῷ ἡ πίστις ὅτι οὗτός ἐστιν ὁ ἀναμενόμενος Μεσσίας ἀπορρίπτεται, ἐπεὶ κατὰ τὴν σφετέραν γνώμην, αἱ περὶ Μεσσίου ἐπηγγελμέναι προφητεῖαι οὐκ ἐξεπληρώθησαν ἐν αὐτῷ.

Ἡ περὶ τοῦ ὀνόματος Ἰησοῦς ἐτυμολογία

edit

Τὸ ὄνομα Ἰησοῦς προσαρμογὴ εἰς τὴν τῶν Ἑλλήνων φωνὴν παρὰ τῷ Ἀραμαϊκῷ γέγονε. Τὸ παρὰ τῇ Ἀραμαΐδι/Ἑβραΐδι διαλέκτῳ ישוע (Yēšûă‘), μετατετραμμένος τύπος ἐστὶν τοῦ πρὸ τῆς μετοικεσίας ἐν Βαβυλῶνι λήμματος יְהוֹשֻׁעַ (Yĕhōšuă‘) τῇ ἐπενεργείᾳ τῆς Ἀραμαΐδος φωνῆς. Ἐν τῇ τοῦ Κορανίου δέλτῳ τοῦτόν ἐστιν عيسى (‘Īsa). Εἰς πλείστας τῆς ὑφηλίου διαλέκτους ἐκ τοῦ ῥωμαϊκοῦ Iesus τοῦτο προέρχεται.

Τὸ τοῦ ὀνόματος Ἰησοῦς ἔτυμον παρὰ τῇ Καινῇ Διαθήκῃ Κύριος σῴζειΚύριος ἡ σωτηρία ἐστίν σημαίνει. Τοῦτ' αὐτὸ ἐν τῇ χώρᾳ Ἰουδαίᾳ ἐν κοινῇ χρήσει περὶ τοὺς τῆς τοῦ Ἰησοῦ γεννήσεως χρόνους ἦν. Ὁ ἐν τῇ πρώτῃ ἑκατονταετηρίδι ἱστορίαν συγγράψας Φλάβιος Ἰώσηπος τοῦτο τὸ ὄνομα ἀμφὶ τὰς εἴκοσιν φορὰς ἀναφέρει, εἰς διαφόρους ἄνδρας τοῦτο ἀποδίδων. Παρὰ Φίλωνι τῷ Ἰουδαίῳ τοῦτ' αὐτὸ γνωστὸν ἦν τε τότε καὶ ἔξω τῆς Ἰουδαίας χώρας.

Ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ Γαβριὴλ ὁ ἄγγελος τῇ Μαρίᾳ εὐαγγελίσας προσεῖπεν αὐτῇ Ἰησοῦν τὸ τεκνίον αὐτῆς ὀνομάσαι (α΄ 31: "καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν"). Ὁμοίως καὶ ἐν τῷ τοῦ κατὰ Ματθαῖον τοιούτῳ ἄγγελος Ἰωσὴφ τῷ μνήστορι παρακελεύεται (α΄ 21: "τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν"). Ἡ λέξις Χριστὸς ἑλληνίς ἐστιν, κεχρισμένος δὲ νοεῖται. Αὕτη τοῦ τῆς Ἑβραΐδος φωνῆς מָשִׁיחַ ("Māšîaḥ") ἐστιν ἑρμηνεία. Παρὰ τοὺς Ἑβδομήκοντα, οἵτινες ἄνω τοῦ τῆς ἑκατονταετηρίδος καιροῦ πρὸ τοῦ Ἰησοῦ συνέγραψαν, ἡ λέξις αὕτη πρὸς ἑρμηνείαν τοῦ Ἑβραϊκοῦ מָשִׁיחַ, ἤγουν "Μεσσίας" ἐκέχρητο. Ἐν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ, ἡ παρὰ Πέτρου τοῦ ἀποστόλου ὁμολογία "Σὺ εἶ ὁ Χριστὸς" Ἰησοῦν τῷ Μεσσίᾳ ταὐτὸν ποιεῖ (ις΄ 16: "ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος"). Προϊόντος τοῦ χρόνου, τὸ Χριστὸς ἐγένετο ὄνομα κύριον, ὡς τοῦ "Ἰησοῦς Χριστὸς" β΄ μέρος· ἀλλ' ὅμως ἐν τῇ ἀρχικῇ αὐτοῦ ἐννοίᾳ προσηγορικὸν ἦν ("Ἰησοῦς ὁ Κεχρισμένος").

Χρονολογία

edit
 
Αἱ τῆς Ἰουδαίας καὶ Γαλιλαίας ἐπαρχίαι ἐν ταῖς τοῦ Ἰησοῦ ἡμέραις (ἀγγλιστὶ)

Ἀληθῶς, ὀλίγιστοι μελετηταὶ τὴν τοῦ Ἰησοῦ ὕπαρξιν ὡς στερουμένην ἀληθοῦς ἱστορικῆς ὑποστάσεως νομίζουσιν. Προσέτι δέ, τινὲς ἐκ τῶν πρωίμων αἱρετικῶν (ὅρα κατωτέρω) ἠρνοῦντο αὐτοῦ τὴν ἐνσάρκωσιν. Οἱ πλεῖστοι δέ, οἵτινες περὶ τὴν ἔρευναν τοῦ τῆς ἱστορίας Ἰησοῦ ἐνδιέτριψαν, μετὰ βεβαιότητος τὴν ἐν ἱστορίᾳ ὕπαρξιν αὐτοῦ πρεσβεύουσι. Παρὰ ταῦτα, ἅπαντα τὰ ὑπὲρ τῶν φυσικῶν νόμων μαρτυρούμενα περὶ αὐτοῦ οὐ δυνατόν ἐστιν τεκμηριοῦσθαι ἐγγράφως ἢ ἄλλως ἀποδειχθῆναι, πλὴν ὁρισμένως τῶν ἐν τῇ Βίβλῳ ἤδη ἐμπεριεχομένων. Ὡς γραφήσεται ἀναλυτικῶς μεθ' ὀλίγον, συμφώνως τῷ ἔτει τοῦ θανάτου αὐτοῦ, ἡ βιωτὴ αὐτοῦ κατὰ τὰς ἀρχὰς τῆς α΄ ἑκατονταετηρίδος τίθεται, ἐν τῇ ὑπὸ τῶν Ῥωμαίων κατοχὴν Ἰουδαίᾳ χώρᾳ.

Ῥωμαῖοι ἐν τῇ Ἰουδαίᾳ περὶ τὸ 63 π.Χ. ἔτος ἐνεπλάκησαν. Περὶ τὸ 6 μ.Χ. αὕτη ῥωμαϊκὴ ἐγεγόνει. Ἡγεμὼν αὐτῆς ἀπὸ τοῦ 26-37 μ.Χ. Πόντιος ὁ Πιλᾶτος ἔκειτο. Τῷ καιρῷ ἐκείνῳ, καίτοι ἡ ἐπαρχία αὕτη σπουδαίαν τὴν στρατηγικὴν θέσιν ἔσχε, κειμένη ἐν τῇ Μέσῃ Ἀνατολῇ, πλησίον τῆς Ἀραβίας καὶ τῆς Ἀρκτῴας Ἀφρικῆς, οὐχ ὑπὸ τῶν Ῥωμαίων προὐργιαιτέραν τινὰ ἀπελάμβανε. Ἐν ταῖς ἡμέραις ἐκείναις, Ῥωμαῖοι ταῖς ἑτέραις τῶν θρησκειῶν μάλιστα ἀνεκτικῶς διέκειντο χορηγοῦντες τοῖς ἀλλοθρήσκοις ὑποτελέσιν αὐτῶν, ὡς οἱ Ἰουδαῖοι, τὴν τῆς πίστεως αὐτῶν ἐλευθέραν λατρείαν.

Ἔτος γεννήσεως

edit

Δυοῖν αὐτονόμοις ἀπ' ἀλλήλων ὁδοῖς ἐχρήσθησαν ἄχρι τοῦδε πρὸς κρίσιν τοῦ καιροῦ τῆς τοῦ Ἰησοῦ γεννήσεως· ἡ πρώτη μέν, ταῖς τῶν κατὰ Λουκᾶν καὶ Ματθαῖον Εὐαγγελίων περὶ τῆς γεννήσεως αὐτοῦ διηγήσεσι στοιχουμένη, προσέτι δὲ καὶ ἄλλων τινῶν πηγῶν χρῆσιν ποιεῖται, ἡ ἑτέρα δὲ, τὴν ἀρχὴν εἰς τὸν καιρὸν ὅτε οὗτος ἤρξατο διδάσκειν τιθεῖσα, καταμετρεῖ ἀντιστρόφως.

Ἐν τῇ περὶ τῆς τοῦ Ἰησοῦ παρουσίας διηγήσει τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου, τὰ σκῆπτρα τοῦ τῆς Ἰουδαίας βασιλείου Ἡρῴδης ὁ Μέγας ἤνεγκε, ὅστις θανὼν τῷ 4 π.Χ. πιστεύεται (β΄ 1: "Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλέεμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως"). Τὸ δὲ κατὰ Λουκᾶν Εὐαγγέλιον τὴν τοῦ Ἰησοῦ γέννησιν ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς τοῦ Κυρηνίου ὅστις ἡγεμονεύων ἦν τῆς Συρίας. Ἡ ἀπογραφὴ αὕτη, ἥτις πρώτη ἐν τῇ Καινῇ Διαθήκῃ ὀνομάζεται, τῷ 6 μ.Χ. ἐγένετο. Οἱ πλεῖστοι τῶν μελετητῶν τὸν τῆς γεννήσεως καιρὸν ἐν τῷ διαστήματι 6-4 π.Χ. ὑπολαμβάνουσιν, ἕτεροι δὲ ἐν τῷ μεταξὺ 7-2 π.Χ. τοιούτῳ τεκμαίρονται.

Ὁ τῆς τοῦ Ἰησοῦ γεννήσεως καιρὸς εἰκάζεται διαφόρῳ τε τρόπῳ, ἀσχέτως τῶν περὶ τῆς παρουσίας διηγήσεων τῶν Εὐαγγελίων· χρῆσις γίγνεται, ὡς προεφήσαμεν, τοῦ καιροῦ ὅτε οὗτος ἤρξατο διδάσκειν συμφώνως τῷ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίῳ.

Εἰ καὶ ἡ τὰ νῦν ἀγομένη τῶν Χριστοῦ Γεννῶν ἑορτὴ τῇ 25ῃ τοῦ Δεκεμβρίου μηνὸς ὡρίσθη, αὕτη προδήλως ἄσχετός ἐστι, καθ' ὅτι ἱστορικαὶ ἐνδείξεις περὶ τοῦτο οὐχ ὑφίστανται. Μᾶλλον δέ, τῷ ἔαρι αὕτη συνέβη, ὡς ὑπὸ τῶν ποιμένων ἐν τῇ ὑπαίθρῳ νυκτὶ τῶν ποιμνίων αὐτῶν φυλασσόντων συνάγεται.


Ἐξώτεροι σύνδεσμοι

edit
 
Οὐικικοινά
Ἰδὲ τὰς εἰκόνας καὶ τὰ κοινὰ τὰ ἄλλα περὶ Ἰησοῦ Χριστοῦ