Wp/grc/Ἡ μάχη τοῦ Γρανικοῦ

< Wp | grc
Wp > grc > Ἡ μάχη τοῦ Γρανικοῦ
Ἡ μάχη ἐπὶ τοῦ Γρανικοῦ.


Ἔμοὶ δοκεῖ, βασιλεῦ, ἀγαθὸν εἶναι ἐν τῷ παρόντι καταστρατοπεδεῦσαι ἐπὶ τοῦ ποταμοῦ τῇ ὄχθη ὡς ἔχομεν. Τοὺς γὰρ πολεμίους οὐ δοκῶ τολμήσειν πολὺ τῷ πεζῷ λειπομένους πλησίον ἡμῶν αὐλισθῆναι, καὶ ταύτῃ παρέξειν ἕωθεν εὐπετῶς τῷ στρατῷ διαβαλεῖν τὸν πόρον, ὑποφθάσομεν γὰρ αὐτοὶ περάσαντες πρὶν ἐκεινους ἐς τάξιν καθίστασθαι. Νῦν δὲ οὐκ ἀκινδύνως μοι δοκοῦμεν ἐπιχειρήσειν τῷ ἔργῷ, ὅτι οὐχ οἷόν τε ἐν μετώπῳ διὰ τοῦ ποταμοῦ ἄγειν τὸν στρατόν. Πολλὰ μὲν γὰρ αὐτοῦ ὁρᾶται βαθέα, αἱ δὲ ὄχθαι αὗται ὅτι ὑπερύψηλοι καὶ κρημνώδεις εἰσὶν αἳ αὐτῶν.

Ἀναφοραί

edit

ΑΡΡΙΑΝΟΥ - ΑΛΕΞΑΝΔΡΟΥ ΑΝΑΒΑΣΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ