Ὁ Ἡρακλῆς Ἐρῶν (ἰταλιστί: Ercole amante) ἐστὶ μελόδραμα εἰς πέντε πράξεις σὺν προλόγῳ τοῦ Φραγκίσκου Καυαλλίου ἐπὶ βιβλαρίου τοῦ Φραγκίσκου Βουτίου ὃ ἔλαβε ἐκ τοῦ ἐνάτου βιβλίου τῶν Μεταμορφώσεων τοῦ Ὀβιδίου[1] καὶ τῶν Τραχινιῶν τοῦ Σοφοκλέους. Πρώτη θέα αὐτοῦ ἐγένετο ἡ 7 Φεβρουαρίου 1662 τῇ τοῦ Ἀνακτόρου τοῦ Κεραμεικοῦ αἰθούσῃ τῶν μηχανῶν.
Ἡρακλῆς Ἐρῶν
| |||||||||||||||||||||||||||
Ἐξώφυλλον τοῦ Βιβλαρίου
| |||||||||||||||||||||||||||
|
Κεφάλαιον
editΠρόλογος
editΟἱ ποταμοὶ ἐξ ἀμφοτέρων τῶν ἡμισφαιρίων καλοῦνται ὑπὸ τῆς Κυνθίας ἵνα ἐπαινῶσι τὸν γάμον τοῦ Λουδουίκου ΙΔ΄ καὶ τῆς Μαρίας Θηρεσίας ὅνπερ εἰκάζει πρὸς τούτου τοῦ Ἡρακλέους καὶ τῆς Ἥβης.
Πρᾶξις Πρώτη
editἘν δάσει τινί, Ἡρακλῆς μέμφεται τὸν ἔρωταν αὐτοῦ ἀμφὶ τῇ Ἰόλῃ ὃς τοῦτον χειροῦται. Ἀφροδίτη ἐκ τῶν Οὐρανῶν εἶτα καταβαίνει καὶ ὑπισχνεῖται βοηθεῖν αὐτῷ. Ἥρα δ' ἀκούσασα ταῦτα, ὀργίζεται ὑπὸ τῶν πράξεων αὐτῆς. Οὐ μόνον ἁνὴρ τῆς Δῃανείρας καὶ φονεὺς τοῦ τῆς Ἰόλης πατρός, ἀλλὰ καὶ ὁ ὑϊὸς αὐτοῦ Ὕλλος ἀγαπᾷ τὴν Ἰόλη. Βούλεται οὖν τῷ τοῦ Ὕπνου σπηλαίῳ ἰέναι ἵνα ζητῇ βοήθειαν.
Πρᾶξις Δευτέρα
editἩ Ἰόλη δίδως μετὰ τοῦ Ὕλλου ὅρκους ἔρωτος κᾷτα καλεῖται ὑπὸ τοῦ Ὑπηρέτου συναντᾶν τῷ Ἡρακλεῖ. Ὁ δὲ Ὑπηρετὴς - ἐνθυμούμενος τοῦ ἔρωτος - ὑπολαμβάνεται ὑπὸ τῆς Δῃανείρας καὶ τοῦ Λίχου οἳ μανθάνουσι τὴν γνώμην αὐτοῦ καὶ νοοῦνται ὡς ἂν φεύγοιεν, αὕτη σὺν τῷ υἱῷ αὐτῆς, ὑπὸ τοῦ Ἡρακλέως. Ἐν τούτῳ ἡ Ἥρα ἔρχεται πρὸς τὸ σπήλαιον τοῦ Ὕπνου καὶ δ' ἀπὸ τῆς Πασιθέας λαμβάνουσα τοῦτον βαίνει.
Πρᾶξις Τρίτη
editΤῷ κήπῳ ἡ Ἀφροδίτη φύει ἀνάκλιντρον μαγευτικὸν ὃ γοητεύσει τὴν Ἰόλην καὶ δώσει ταύτην τῷ Ἡρακλεῖ. Γίγνεται καὶ βούλεται τόνδε γαμεῖν. Ὁρῶν δὲ τάδε Ὕλλος ἐθέλει ἑαυτὸν ἀποκτείνειν καὶ λείπει. Tηνικαῦτα φαίνει ἡ Ἥρα ἣ κεκοιμικυῖα τὸν Ἡρακλέα σὺν τῇ βοηθείᾳ τοῦ Ὕπνου, δίδως τῇ Ἰόλῃ ξιφίδιόν τι ὅπως ἂν τοῦτον ἀποκτείνῃ. Μέντοι Ὕλλος πάλιν φαίνων ταύτην ἐμποδίζει ἀλλ' ὅταν ὁ Ἡρακλῆς ὑπὸ τοῦ Ἑρμοῦ ἀφυπνίζεται, ἡγεῖται ὅτι ὁ υἱὸς αὐτοῦ βούλεται ἀυτὸν θείνειν. Ἐντεύθεν ἐθέλει τόνδε νεκρόν. Ἡ Δῃάνειρα ἀγανακτεῖ καὶ ἡ Ἰόλη προτίθεται ὡς νύμφη ἵνα σώσῃ τὸν Ὕλλον. Ἡρακλῆς ὁμολογεῖ καὶ ἐξορίζει τὴν Δῃάνειρα τῇ Καλυδώνῃ καὶ τὸν Ὕλλον ἐν τινὶ πύργῳ παρὰ τῇ ἁλί.
Πρᾶξις Τετάρτη
editὉ Ὑπηρέτης ἔρχεται πρὸς τὴν τοῦ Ὕλλου εἰρκτὴν ἵνα τῷδε διδῷ ἐπιστολὴ τῆς Ἰόλης. Μέντοι γέ, καναποντίζεται ὑπὸ θυέλλης. Ὕλλος ἀπολείπων πᾶσαν ἐλπίδα πίπτει εἰς τὴν θάλασσαν. Φαίνει τότε ἡ Ἥρα καὶ αἰτεῖ τὸν Ποσειδῶνα σῴζειν τὸν δυστυχῆ παῖδα ὅνπερ εἶτα πραΰνει. Ἐν τῷ μεταξὺ Δῃάνειρα πείραται θάπτειν ἑαυτήν, ἀλλὰ κωλύεται ὑπό τινος πενθίμης πομπῆς ἡγουμένης γὲ ὑπὸ τῆς Ἰόλης ἐθελούσης ἀνίσταναι τὸν αὐτῆς πατέραν Εὔρυτον. Δῃάνειρα ἀγγέλλει ὡς Ὕλλος ἤδη νεκρός. Λίχας τήνδε καὶ Ἰόλην σῴζει ἐξ αὐτοχιερίας φὰς ὡς ἂν ὑπεκτίθετο. Οὔτως δύνανται ἔχειν ἐλπίδαν.
Πρᾶξις Πέμπτη
editΑἱ σκιαὶ τοῦ Εὐρύτου, τῆς Κλερίκης, τοῦ Βουσίρεως καὶ τοῦ Λαοδέμοντος ἐν τῷ ᾍδῃ ζητοῦσι ἐκδίκησιν. Έν δὲ τῷ Ναῷ τῆς Ἥρας Νυμφευτρίας, οἱ Ἰερεῖς αἰτοῦσι ζεύγει διδόναι εὐδαιμονίαν. Ἡρακλῆς ἐνδύων τὸν χιτῶνα τοῦ Νέσσου εὐθέως χειροῦται ὑπ' ὀδύνης δεινῆς ἥπερ δὴ ταῦτον ἀποκτείνει. Τότε φαίνει Ὕλλος ὅς λέγει Δῃανείρᾳ τὲ καὶ Ἰόλῃ πῶς σώθη. Θρηνοῦντες τὸν Ἡρακλῆ, ἀφικνεῖται Ἥρα ἣ λέγει αὑτοῖσιν ὡς Ἡρακλῆς οὐ ἀπέθανε ἀλλ' ἐν οὐρανοῖς τὴν Ἥβην λαμβάνει. Ἡρακλῆς καὶ Ἥβη δηλοῦσι ὅτι εἷς γάλλος Ἡρακλῆς ποτε γαμήσει μίαν ἱσπανικὴν Ἥβην ἐν ταῖς ὄχθαις τοῦ Σηκουάνου.
Σχήματα
editΣχῆμα | Εἶδος φωνῆς | Ὑποκριταὶ τῇ πρώτῃ θέᾳ[2] |
---|---|---|
Πρόλογος | ||
Cinzia (Κυνθία = Σελήνη) | καστράτος (ὑψίφωνος, παρενδυσίας) | Giuseppe Meloni |
Tibere (Τίβερης) | βαθύφωνος | Beauchamps |
Ποταμοί | χορός | |
Κύριον Μελόδραμα | ||
Ercole (Ἡρακλῆς) | βαθύφωνος | Vincenzo Piccini |
Venere (Ἀφροδίτη) | ὑψίφωνος | Hylaire Dupuis |
Giunone (Ἥρα) | καστράτος (ὑψίφωνος, παρενδυσίας) | Antonio Rivani |
Hyllo (Ὕλλος) | ὀξύφωνος | Giuseppe Agostino Poncelli |
Iole (Ἰόλη) | ὑψίφωνος | Anna Bergerotti |
Paggio (Ὑπηρέτης) | καστράτος (ὑψίφωνος) | |
Deianira (Δῃάνειρα) | ὑψίφωνος | Leonora Ballarini |
Licco (Λίχας) | καστράτος (κοντράλτος) | Giuseppe Chiarini |
Pasithea (Πασιθέα) | ὑψίφωνος | Bordoni |
Sonno (Ὕπνος) | σιγηρός | |
Mercurio (Ἑρμῆς) | ὀξύφωνος | Tagliavacca |
Nettuno (Ποσειδῶν) | βαθύφωνος | Paolo Bordigone |
Ombra di Eutyro (Εὐρύτου σκιὰ) | βαθύφωνος | Paolo Bordigoni |
Ombra di Clerica (Κλερίκης σκιὰ) | ὑψίφωνος | Anne Chabanceau de La Barre |
Ombra di Leomedonte (Λαομέδοντος σκιὰ) | ὀξύφωνος | Vulpio |
Ombra di Bussiride (Βουσίρεως σκιὰ) | κοντράλτος | Zannetto |
La Bellezza (Ἥβη) | ὑψίφωνος | Anne Chabanceau de La Barre |
Le Grazie (Οι Χάριτες) | χορός | Ribera, Meloni, Zannetto |
Ζέφυροι και Ῥεύματα, Θυτῆρες, ᾍδου σκιαί, Τρίτωνες καὶ Σειρῆνες | χορός |
Πηγαί
edit- ↑ «Ercole amante». Grove Music Online (Ἀγγλιστί)
- ↑ Casaglia, Gherardo (2005). "Ercole amante, 7 February 1662". L'Almanacco di Gherardo Casaglia (Ἰταλιστί).
Βιβλιογραφία
edit- (Γαλλιστί) Ercole Amante (Hercule amoureux), Opéra Baroque
- (Ἰταλιστί) Libretti di Opera, Ercole Amante
Σύνδεσμοι Ἐξώτεροι
edit
|
Ἰδὲ τὰς εἰκόνας καὶ τὰ κοινὰ τὰ ἄλλα περὶ τοῦ Ἡρακλέους Έρῶντος |
- Βιβλάριον τοῦ μελοδράματος (ἰταλιστί)
Ἥδε ἡ ἐγγραφὴ δεῖ παρεκτενεῖσθαι . Βοηθεῖτε μετὰ τῆς ὑμετέρας εἰσφορᾶς τῇ ἐργασίᾳ ταύτῃ. |