Ἀτρεύς, υἱὸς Πέλοπος καὶ Ἱπποδαμείας τε ἔγγονος τοῦ Ταντάλου, ἄναξ τῶν Μυκηνῶν ἐν τῇ Πελοποννήσῳ ἦν. Οἱ παῖδες αὐτοῦ καὶ Ἀερόπης εἰσὶν Ἀγαμέμνων καὶ Μενέλαος. Παντάπασιν οἱ ἔκγονοι αὐτοῦ καλοῦνται Ἀτρεΐδαι.
Φονεύσαντες Ἀτρέως καὶ Θυέστου τὸν ἡμάδελφον Χρύσιππον ὑπὸ τοῦ πατρὸς ἐφυγαδεύθησαν καὶ ἔφυγον εἰς τὰς Μυκήνας, ὧν Εὐρυσθεύς βασιλεὺς ἦν. Ὅτε δὲ οὗτος ἐξεστράτευσεν κατὰ τῶν Ἡρακλειδῶν, ἀμφότεροι οἱ ἀδελφοὶ οἱ ἐπίσκοποι τοῦ ἄστεως κατέστησαν. Μετὰ οὖν τὸν Εὐρυσθέως θάνατον ἐν μάχῃ Ἀτρεὺς καὶ Θυέστης παρέλαβον τὴν ἀρχήν.