Ἀδείμαντος, Κορινθίων στρατηγὸς, ὃς ἄπολιν εἶπε τὸν Θεμιστοκλέα. ὁ δὲ, τίς, εἶπεν, ἄπολις, ἔχων σ1# τριήρεις. τούτου καὶ Πλάτων μέμνηται ἐν τῷ Πρωταγόρᾳ. ἦν γὰρ τῶν περὶ τοὺς καιροὺς τούτους στρατηγούντων. ἐκωμῳδοῦντο δὲ ἐπὶ πονηρίᾳ Κλέων, Μύρμηξ καὶ Νικόμαχος καὶ Ἀρχέμορος μετ' Ἀδειμάντου τοῦ Λευκολόφου.[1]