Ἐν τῇ πόλει Ἐφέσῳ ἡ Αὐστριακὴ ἀρχαιολόγος Ἵλκη Τοῦρ νεκρόν τινα γυναικὸς ηὗρεν ἤδη τὸ δέκατον ἔτος. ὁ μὲν νεκρὸς ἐν οἰκοδομήματι ”Ὀκτάγωνον” καλουμένῳ ἔκειτο, τὴν δὲ ἀρχαιολόγον οὐκ ἔλαθεν νεκρὸς ὢν δυνατῆς τότε γυναικός, νῦν δὲ λέγει ἡ ἀρχαιολόγος ὅτι οὗτός ἐστιν ὁ τῆς Ἀρσινόης νεκρός. τὸν νεκρὸν εὑροῦσα, ἡ Τοῦρ πάσας τὰς πείρας ἐποιήσατο, καὶ τὴν τοῦ ”ἄνθρακος 14” πεῖραν ἣ ἔδειξε νεκρὸν γυναικός τινος εἴκοσιν ἐτῶν οὔσης ὅτε ἀπέθανεν· κατὰ δὲ τὴν ἀρχαιολόγον οἱ πολῖται ἐν ἐκείνῳ τῷ χρόνῳ τοὺς νεκροὺς ἐν τῇ πόλει οὔποτε ἔθαπτον, ἀλλὰ ἔξω τῆς πόλεως, εἰ μή τις ἔνδοξος εἴη· καὶ δὴ καὶ τοῦτο μὲν τὸ οἰκοδόμημα ἐν ᾧ ὁ νεκρὸς ἔκειτο Αἰγυπτίῳ βασιλείῳ ἔοικεν, οἰ δὲ ἰατροὶ λέγουσιν ὅτι, ἥτις ἂν εἴη αὕτη, οὐ διὰ νόσου ἀλλὰ βίᾳ ἀπέθανεν.
ὅμως δὲ ἡ τοῦ DNA πεῖρα οὐδὲν βέβαιον ἐπιδείκνυσιν, τοῦτο δὲ πυθόμενοι πολλοὶ ἄλλοι ἀρχαιολόγοι τὴν Τοῦρ μέμφονται ὅτι διαβεβαιοῦται τὴν Ἀρσινόην εὑρηκέναι. νῦν ἡ Τοῦρ ἐν ταῖς ΗΑΠ ἐστίν, οὗ ἐν πανεπιστημίοις τισὶ περὶ ταύτης τῆς εὑρήσεως ἀγορεύει, ἡ γὰρ ὁμὰς ”Ἀμερικανοὶ Φίλοι τῆς Τουρκίας ” ταύτας τὰς ὁμιλίας διατέθηκεν.
Ἐξωτερικοὶ σύνδεσμοι
edit- http://www.akwn.net/ (Ἑλληνική)