Ἅμιλλαί τε καὶ ταραχὴ συμβαίνουσιν ἐν τῇ Αἰγύπτῳ, οἱ μὲν γὰρ τῷ προέδρῳ Μόρσι ἐπικουροῦντες τοῖς αὐτῷ ἀνθισταμένοις μάχονται, νεωστὶ δὲ μάχη ἐγένετο ἐν τῷ Καίρῳ, πρὸ αὐτῶν τῶν βασιλείων, ἐν ᾖ ἓξ ἄνθρωποι ἀπέθανον καὶ ἑπτακόσιοι ἄλλοι ἐτρώθησαν. ἡ ταύτης τῆς ταραχῆς αἰτία ἥδε ἐστίν· ὁ μὲν πρόεδρος Μόρσι νέον νόμον τῇ βουλῇ προσέθηκεν ὃς τὴν ἑαυτοῦ ἀρχὴν ῥώννυσιν, οἱ δὲ ἀνθιστάμενοι βούλονται τὸν πρόεδρον ἀναγκάζειν τοῦτον τὸν νόμον ἀναιρεῖν· καὶ δὴ καὶ βούλεται μὲν ὁ Μόρσι τῇ πεντεκαιδεκάτῃ τοῦ Δεκεμβρίου μηνὸς ψηφοφορίαν ποιεῖσθαι περὶ τῆς νέας πολιτείας, πολλοὶ δὲ βουλευταὶ τοῦτο κωλύειν πειρῶνται (ἐὰν γὰρ ὁ Μόρσι ἐν τῇ ψηφοφορίᾳ νικᾷ, πλείω ἀρχὴν ἕξει). τούτων τῶν δυοῖν ἀγγελμάτων διὰ πάσης τῆς χώρας ταχέως διαδραμόντων, οὐ μόνον ἐν τῇ πρωτευούσῃ ἀλλὰ καὶ ἐν ἄλλαις πόλεσι ταραχὴ καὶ διαδήλωσεις ἐγένοντο.
χθὲς δὲ οἱ φύλακες συρματοπλέγματα περὶ τῶν βασιλείων περιέθεσαν ἵνα οἱ διαδηλωταὶ εἰς τὰ βασίλεια εἰσβῆναι μὴ δυναῖντο, ἀλλὰ οἱ διαδηλωταὶ πανταχοῦ συνελθόντες ῥᾳδίως ὑπερέβησαν· ὅμως δὲ τήμερον οἱ τῶν διαδηλωτῶν ἄρχοντες τοῖς φύλαξιν ἤδη ὡμολογήκασιν ὅτι ἡ ἔνστασις εἰρηνικὴ ἔσται. οἱ δημοσιογράφοι ἐλπίζουσι τὸν πρόεδρον τήμερον τῷ Σαββάτῳ ἄγγελμά τι ἀγγελεῖν καὶ τοῖς ἀνθισταμένοις συγχωρήσειν.
Ἐξωτερικοὶ σύνδεσμοι
edit- http://www.akwn.net/ (Ἑλληνική)