Σαπφὼ Λεσβία, αἰολιστὶ Ψάπφω, ποιήτρια καὶ ᾠδὸς διαπρεπεστάτη τῶν λυρικῶν, ἐγένετο Μυτιλήνησι περὶ 630 π.Χ, ἀπέθανε 570 π.Χ.
Ἐκ τῶν ποιημάτων αὐτῆς "Δέδυκε μὲν ἁ σελάννα" περιώνυμον, ἐστἰ ὧδε,
- Δέδυκε μὲν ἀ σελάννα
- καὶ πληίαδες· µέσαι δέ
- νύκτες, πάρα δ᾿ ἔρχετ᾿ ὤρα·
- ἔγω δὲ μόνα κατεύδω.
Σαπφὼ κατὰ τὸν Σουΐδαν
editΣ 107 (ΡΖ'): "Σαπφώ, Σίμωνος, οἱ δὲ Εὐμήνου, οἱ δὲ Ἠεριγύου, οἱ δὲ Ἐκρύτου, οἱ δὲ Σήμου, οἱ δὲ Κάμωνος, οἱ δὲ Ἐτάρχου, οἱ δὲ Σκαμανδρωνύμου: μητρὸς δὲ Κλειδός: Λεσβία ἐξ Ἐρεσσοῦ, λυρική, γεγονυῖα κατὰ τὴν μβ# Ὀλυμπιάδα, ὅτε καὶ Ἀλκαῖος ἦν καὶ Στησίχορος καὶ Πιττακός. ἦσαν δὲ αὐτῇ καὶ ἀδελφοὶ τρεῖς, Λάριχος, Χάραξος, Εὐρύγιος. ἐγαμήθη δὲ ἀνδρὶ Κερκύλᾳ πλουσιωτάτῳ, ὁρμωμένῳ ἀπὸ Ἄνδρου, καὶ θυγατέρα ἐποιήσατο ἐξ αὐτοῦ, ἣ Κλεὶς ὠνομάσθη. ἑταῖραι δὲ αὐτῆς καὶ φίλαι γεγόνασι τρεῖς, Ἀτθίς, Τελεσίππα, Μεγάρα: πρὸς ἃς καὶ διαβολὴν ἔσχεν αἰσχρᾶς φιλίας. μαθήτριαι δὲ αὐτῆς Ἀναγόρα Μιλησία, Γογγύλα Κολοφωνία, Εὐνείκα Σαλαμινία. ἔγραψε δὲ μελῶν λυρικῶν βιβλία θ#. καὶ πρώτη πλῆκτρον εὗρεν. ἔγραψε δὲ καὶ ἐπιγράμματα καὶ ἐλεγεῖα καὶ ἰάμβους καὶ μονῳδίας."
Σ 108 (ΡΗ')
edit"Σαπφώ, Λεσβία ἐκ Μιτυλήνης, ψάλτρια. αὕτη δι' ἔρωτα Φάωνος τοῦ Μιτυληναίου ἐκ τοῦ Λευκάτου κατεπόντωσεν ἑαυτήν. τινὲς δὲ καὶ ταύτης εἶναι λυρικὴν ἀνέγραψαν ποίησιν."
Σύνδεσμοι ἐξώτεροι
edit
|
Ἰδὲ τὰς εἰκόνας καὶ τὰ κοινὰ τὰ ἄλλα περὶ τῆς Σαπφοῦς |
Οἱ ἔννεα λυρικοί
| |||
Ἀλκμὰν Λάκων • Σαπφὼ Λεσβία • Ἀλκαῖος Λέσβιος
Ανακρέων Τήϊος • Στησίχορος Ἱμεραῖος • Ἴβυκος Ῥηγῖνος |