Wp/grc/Σαπφώ

< Wp | grc
(Redirected from Wp/grc/Σάπφω)
Wp > grc > Σαπφώ

Σαπφὼ Λεσβία, αἰολιστὶ Ψάπφω, ποιήτρια καὶ ᾠδὸς διαπρεπεστάτη τῶν λυρικῶν, ἐγένετο Μυτιλήνησι περὶ 630 π.Χ, ἀπέθανε 570 π.Χ.

Σαπφώ
Kalathos περὶ 470 π.Χ

Ἐκ τῶν ποιημάτων αὐτῆς "Δέδυκε μὲν ἁ σελάννα" περιώνυμον, ἐστἰ ὧδε,

Δέδυκε μὲν ἀ σελάννα
καὶ πληίαδες· µέσαι δέ
νύκτες, πάρα δ᾿ ἔρχετ᾿ ὤρα·
ἔγω δὲ μόνα κατεύδω.

Σαπφὼ κατὰ τὸν Σουΐδαν

edit

Σ 107 (ΡΖ'): "Σαπφώ, Σίμωνος, οἱ δὲ Εὐμήνου, οἱ δὲ Ἠεριγύου, οἱ δὲ Ἐκρύτου, οἱ δὲ Σήμου, οἱ δὲ Κάμωνος, οἱ δὲ Ἐτάρχου, οἱ δὲ Σκαμανδρωνύμου: μητρὸς δὲ Κλειδός: Λεσβία ἐξ Ἐρεσσοῦ, λυρική, γεγονυῖα κατὰ τὴν μβ# Ὀλυμπιάδα, ὅτε καὶ Ἀλκαῖος ἦν καὶ Στησίχορος καὶ Πιττακός. ἦσαν δὲ αὐτῇ καὶ ἀδελφοὶ τρεῖς, Λάριχος, Χάραξος, Εὐρύγιος. ἐγαμήθη δὲ ἀνδρὶ Κερκύλᾳ πλουσιωτάτῳ, ὁρμωμένῳ ἀπὸ Ἄνδρου, καὶ θυγατέρα ἐποιήσατο ἐξ αὐτοῦ, ἣ Κλεὶς ὠνομάσθη. ἑταῖραι δὲ αὐτῆς καὶ φίλαι γεγόνασι τρεῖς, Ἀτθίς, Τελεσίππα, Μεγάρα: πρὸς ἃς καὶ διαβολὴν ἔσχεν αἰσχρᾶς φιλίας. μαθήτριαι δὲ αὐτῆς Ἀναγόρα Μιλησία, Γογγύλα Κολοφωνία, Εὐνείκα Σαλαμινία. ἔγραψε δὲ μελῶν λυρικῶν βιβλία θ#. καὶ πρώτη πλῆκτρον εὗρεν. ἔγραψε δὲ καὶ ἐπιγράμματα καὶ ἐλεγεῖα καὶ ἰάμβους καὶ μονῳδίας."

Σ 108 (ΡΗ')

edit

"Σαπφώ, Λεσβία ἐκ Μιτυλήνης, ψάλτρια. αὕτη δι' ἔρωτα Φάωνος τοῦ Μιτυληναίου ἐκ τοῦ Λευκάτου κατεπόντωσεν ἑαυτήν. τινὲς δὲ καὶ ταύτης εἶναι λυρικὴν ἀνέγραψαν ποίησιν."

Σύνδεσμοι ἐξώτεροι

edit
Οὐικικοινά
Ἰδὲ τὰς εἰκόνας καὶ τὰ κοινὰ τὰ ἄλλα περὶ τῆς Σαπφοῦς



Οἱ ἔννεα λυρικοί
Ἀλκμὰν Λάκων  Σαπφὼ Λεσβία  Ἀλκαῖος Λέσβιος

Ανακρέων Τήϊος  Στησίχορος Ἱμεραῖος  Ἴβυκος Ῥηγῖνος

Σιμωνίδης Κεῖος  Πίνδαρος Θηβαῖος  Βακχυλίδης Κεῖος