Wp/grc/Πόλεμος ἐν τῇ Γάζῃ

< Wp‎ | grc
Wp > grc > Πόλεμος ἐν τῇ Γάζῃ

Χθὲς (15 Νοεμβρίου 2012) τῆς νυκτὸς τὸ μὲν Ἰσραῆλ πυραύλους εἰς τὴν Γάζην προσέβαλε πειρῶν τῶν τῆς Ἁμᾶς στρατοπέδων τυχεῖν, ἡ δὲ Ἁμᾶς εἰς τὸ Ἰσραῆλ τὸ αὐτὸ ἐποίησεν. τῆς ἁμίλλης τῇ Τετάρτῃ ἀρξαμένης, ὅ τε Ἰσραῆλ καὶ οἱ Παλαιστίνοι ἀνοχὰς ποιεῖσθαι ὡμολογήσαντο, ὅμως δὲ ταχέως ἔλυσαν. ἡ μὲν Ἁμᾶς λέγει ὅτι Ἰσραηλῖνον ἀεροσκάφος πυραύλῳ κατέβαλον, ὁ δὲ τοῦ Ἰσραῆλ φερέφωνος τοῦτο ἀρνεῖται. νῦν δὲ λέγεται (πάντες οἱ ξένιοι δημοσιογράφοι περί γε τούτου τοῦ ἀγγέλματος ὁμολογοῦνται) ὅτι τὸ Ἰσραῆλ ἄρχοντά τινα τῆς Ἁμᾶς ἀπέκτεινε τήμερον.

Ἡ θέσις τοῦ πολέμου ἐν τῇ Γάζῃ

ἐξ οὗ πάντα ἤρξατο, εἴκοσι μὲν καὶ ἐννέα Παλαιστίνοι ἀπέθανον, πολλοὶ δὲ ἄλλοι ἐτρώθησαν. οἱ ἀναλυσταὶ διαβεβαιοῦνται ὅτι τὸ Ἰσραῆλ εἰσβολὴν κατὰ γῆν παρασκευάζει, τοὺς γὰρ στρατιώτας συγκαλεῖν ἤδη ἤρξατο.

Ἐξωτερικοὶ σύνδεσμοι

edit