Wp/grc/Πυθαγόρας

< Wp | grc
Wp > grc > Πυθαγόρας

Πυθαγόρας Σάμιος (περὶ 570 – 495 π.Χ.) Ἴων φιλόσοφὀς τε μαθηματικὸς καὶ μουσικοθεωρητικὸς ἦν. Ταξιδεύσας Ἑλλάδι, Αἰγύπτῳ, Ἱνδίαις, ἐν Κρότωνι ἐτελεύτησεν.

Ὁ Πυθαγόρας.

Πυθαγόρα τὰ σύμβολα ἦν τάδε: πῦρ μαχαίρᾳ μὴ σκαλεύειν: ζυγὸν μὴ ὑπερβαίνειν: ἐπὶ χοίνικος μὴ καθίζειν: καρδίαν μὴ ἐσθίειν: φορτίον συγκαθαιρεῖν, μηδὲ συνεπιτιθέναι: τὰ στρώματα ἀεὶ συνδεδεμένα ἔχειν: ἐν δακτυλίῳ θεοῦ εἰκόνα μὴ περιφέρειν: χύτρας ἴχνος συγχεῖν ἐν τῇ τέφρᾳ: λαδίῳ εἰς θάκον μὴ ὀμόργνυσθαι: πρὸς ἥλιον τετραμμένον μὴ ὀμιχεῖν: ἐκτὸς λεωφόρου μὴ βαδίζειν: μὴ ῥᾳδίως δεξιὰν ἐμβάλλειν: ὁμωροφίους χελιδόνας μὴ ἔχειν: γαμψώνυχα μὴ τρέφειν: ἀπονυχίσμασι καὶ κουραῖς μὴ ἐπουρεῖν μηδὲ ἐφίστασθαι: ὀξεῖαν μάχαιραν ἀποστρέφειν: ἀποδημοῦντα ἐν τοῖς ὅροις ἀνεπιστρεπτεῖν.

Ἤθελε δὲ αὐτῷ τὸ μὲν πῦρ μαχαίρᾳ μὴ σκαλεύειν, ὅτι δυναστῶν ὀργὴν καὶ οἰδούντων θυμὸν μὴ κινεῖν: τὸ δὲ ζυγὸν μὴ ὑπερβαίνειν, τουτέστι τὸ ἴσον καὶ δίκαιον μὴ ὑπερβαίνειν: ἐπί τε χοίνικος μὴ καθίζειν ἐν ἴσῳ τῷ φροντίδα ποιεῖσθαι καὶ τοῦ μέλλοντος: ὁ γὰρ χοίνιξ ἡμερήσιος τροφή. διὰ δὲ τοῦ καρδίαν μὴ ἐσθίειν, ἐδήλου, μὴ τὴν ψυχὴν ἀνίαις καὶ λύπαις κατατήκειν: διὰ δὲ τοῦ εἰς ἀποδημίαν βαδίζοντα μὴ ἐπιστρέφεσθαι, παρῄνει τὸ ἀπαλλαττομένοις τοῦ βίου μὴ ἐπιθυμητικῶς ἔχειν τοῦ ζῆν, μηδ' ὑπὸ τῶν ἐνθάδε ἡδονῶν ὑπάγεσθαι. καὶ τἄλλα πρὸς ταῦτα λοιπόν ἐστιν ἐκλαμβάνειν, ἵνα μὴ παρέλκωμεν. παντὸς δὲ μᾶλλον ἀπηγόρευε μήτε ἐρυθῖνον ἐσθίειν μήτε μελάνουρον, καρδίας τε ἀπέχεσθαι καὶ κυάμων καὶ μήτρας καὶ τρίγλης. ἐνίοτε αὐτὸν ἀρκεῖσθαι μέλιτι μόνῳ ἢ κηρῷ ἢ ἄρτῳ: οἴνου δὲ μεθ' ἡμέραν μὴ γεύεσθαι, ὄψῳ τε τὰ πολλὰ λαχάνοις ἑφθοῖς καὶ ὠμοῖς, τοῖς δὲ θαλαττίοις σπανίως.

Στολὴ δὲ αὐτῷ λευκὴ καὶ καθαρά, καὶ στρώματα λευκὰ ἐξ ἐρίων: τὰ γὰρ λινᾶ οὔπω εἰς ἐκείνους ἀφίκετο τοὺς τόπους. οὐδὲ πώποτε δὲ ἐγνώσθη οὔτε διαχωρῶν οὔτε ἀφροδισιάζων οὔτε μεθυσθείς. ἀπείχετο δὲ καταγέλωτος καὶ πάσης ἀρεσκείας, οἷον σκωμμάτων καὶ διηγημάτων φορτικῶν. ὀργιζόμενός τε οὔτε οἰκέτην ἐκόλαζεν οὔτε ἐλεύθερον οὐδένα. ἐκάλει δὲ τὸ νουθετεῖν πελαργᾶν. μαντικῇ τε ἐχρῆτο τῇ διὰ τῶν κληδόνων τε καὶ οἰωνῶν, ἥκιστα δὲ διὰ τῶν ἐμπύρων, ἔξω τῆς διὰ λιβάνου: θυσίαις τε ἐχρῆτο ἀψύχοις, οἱ δέ, ἀλεκτορίσι μόνον καὶ ἐρίφοις καὶ γαλαθηνοῖς.

Φασὶ δ' αὐτὸν συγχωρεῖν πάντα τὰ ἔμψυχα ἐσθίειν, μόνου δ' ἀπέχεσθαι βοὸς ἀροτῆρος καὶ κριοῦ. τὰ δὲ δόγματα ἔλαβε παρὰ τῆς ἀδελφῆς Θεοκλείας. φασὶ δ' αὐτὸν κατελθόντα εἰς ᾅδου τὴν μὲν Ἡσιόδου ψυχὴν ἰδεῖν πρὸς κίονι χαλκῷ δεδεμένην καὶ τρίζουσαν, τὴν δὲ Ὁμήρου κρεμαμένην ἀπὸ δένδρου καὶ ὄφεις περὶ αὐτήν, ἀνθ' ὧν εἶπον περὶ θεῶν: κολαζομένους δὲ καὶ τοὺς μὴ θέλοντας συνεῖναι ταῖς ἑαυτῶν γυναιξί. σφάγια δὲ θεοῖς προσφέρειν ἐκώλυε: βωμὸν δὲ προσκυνεῖν τὸν ἀναίμακτον. μηδὲ ὀμνύναι θεούς: ἀσκεῖν δὲ ἑαυτὸν δεῖν ἀξιόπιστον παρέχειν. τοὺς πρεσβυτέρους τιμᾶν δεῖν, τὸ προηγούμενον τῷ χρόνῳ τιμιώτερον ἡγουμένους: ὡς ἐν κόσμῳ ἀνατολὴν δύσεως, ἐν βίῳ τὴν ἀρχὴν τελευτῆς, ἐν ζωῇ γένεσιν φθορᾶς. καὶ θεὸν μὲν δαιμόνων προτιμᾶν, ἥρωας δὲ ἀνθρώπων, ἀνθρώπων δὲ μάλιστα γονέας. ἀλλήλοις τε ὁμιλεῖν, ὡς τοὺς μὲν φίλους ἐχθροὺς μὴ ποιῆσαι, τοὺς δὲ ἐχθροὺς φίλους ἐργάσασθαι: ἴδιόν τε μηδὲν ἡγεῖσθαι. νόμῳ βοηθεῖν, ἀνομίᾳ πολεμεῖν. φυτὸν ἥμερον μήτε φθίνειν μήτε σίνεσθαι, ἀλλὰ μήτε ζῷον, ὃ μὴ βλάπτει ἀνθρώπους. αἰδῶ καὶ εὐλάβειαν εἶναι, μήτε καταγέλωτι κατέχεσθαι μήτε σκυθρωπάζειν. φεύγειν σαρκῶν πλεονασμόν. ὁδοιπορίας ἄνεσιν καὶ ἐπίτασιν ποιεῖσθαι. μνήμην ἀσκεῖν. ἐν ὀργῇ μήτε τι λέγειν μήτε πράσσειν. μαντικὴν πᾶσαν τιμᾶν. ᾠδαῖς χρῆσθαι πρὸς λύραν: ὕμνῳ τε θεῶν καὶ ἀνδρῶν ἀγαθῶν εὔλογον ἔχειν χάριν. τῶν δὲ κυάμων ἀπέχεσθαι διὰ τὸ πνευματώδεις ὄντας μάλιστα μετέχειν τοῦ ψυχικοῦ, καὶ ἄλλως κοσμιωτέρας ἀπεργάζεσθαι μὴ παραληφθέντας τὰς γαστέρας: καὶ διὰ τοῦτο καὶ τὰς καθ' ὕπνους φαντασίας λείας τε καὶ ἀταράχους ἀποτελεῖν.

Ἐν ὑπομνήμασι δὲ Πυθαγορικοῖς καὶ ταῦτα εὕρηται: ἀρχὴν μὲν τῶν ἁπάντων μονάδα, ἐκ δὲ τῆς μονάδος ἀόριστον δυάδα, ὡς ἂν ὕλην τῇ μονάδι αἰτίῳ ὄντι ὑποστῆναι. ἐκ δὲ τῆς μονάδος καὶ τῆς ἀορίστου δυάδος τοὺς ἀριθμούς, ἐκ δὲ τῶν ἀριθμῶν τὰ σημεῖα, ἐκ δὲ τούτων τὰς γραμμάς, ἐξ ὧν τὰ ἐπίπεδα σχήματα: ἐκ δὲ τῶν ἐπιπέδων τὰ στερεὰ σχήματα, ἐκ δὲ τούτων τὰ αἰσθητὰ σώματα: ὧν καὶ τὰ στοιχεῖα εἶναι δ#, πῦρ, ὕδωρ, γῆν, ἀέρα: ἃ μεταβάλλειν καὶ τρέπεσθαι δι' ὅλων καὶ γίνεσθαι ἐξ αὐτῶν κόσμον ἔμψυχον, νοερόν, σφαιροειδῆ, μέσην περιέχοντα τὴν γῆν, καὶ αὐτὴν σφαιροειδῆ καὶ οἰκουμένην. εἶναι δὲ καὶ ἀντίποδας: καὶ τὰ ἡμῖν κάτω, ἐκείνοις ἄνω. ἰσόμοιρά τε εἶναι ἐν τῷ κόσμῳ φῶς καὶ σκότος, θερμὸν καὶ ψυχρόν, ξηρὸν καὶ ὑγρόν: ὧν κατ' ἐπικράτειαν θερμοῦ μὲν θέρος γίνεσθαι, ψυχροῦ δὲ χειμῶνα. ἐὰν δὲ ἰσομοιρῇ, τὰ κάλλιστα εἶναι τοῦ ἔτους: οὗ τὸ μὲν θάλλον ἔαρ ὑγιεινόν, τὸ δὲ φθίνον φθινόπωρον νοσερόν. ἀλλὰ καὶ τῆς ἡμέρας θάλλειν μὲν τὴν ἕω, φθίνειν δὲ τὴν ἑσπέραν: ὅθεν καὶ νοσερώτερον εἶναι. τόν τε περὶ τὴν γῆν ἀέρα ἄσειστον καὶ νοσερόν, καὶ τὰ ἐν αὐτῷ πάντα θνητά: τὸν δὲ ἀνωτάτω ἀεικίνητον εἶναι καὶ καθαρὸν καὶ ὑγιᾶ, καὶ πάντα τὰ ἐν αὐτῷ ἀθάνατα καὶ διὰ τοῦτο θεῖα: ἐπικρατεῖ γὰρ τὸ θερμὸν ἐν αὐτοῖς, ὅπερ ἐστὶ ζωῆς αἴτιον. τήν τε σελήνην λάμπεσθαι ὑφ' ἡλίου. καὶ ἀνθρώπων εἶναι πρὸς θεοὺς συγγένειαν, κατὰ τὸ μετέχειν ἄνθρωπον θερμοῦ. εἱμαρμένην τε τῶν ὅλων καὶ κατὰ μέρος αἰτίαν εἶναι τῆς διοικήσεως. διήκειν τε ἀπὸ τοῦ ἡλίου ἀκτῖνα διὰ τοῦ αἰθέρος, τοῦ τε ψυχροῦ καὶ παχέος: ταύτην δὲ τὴν ἀκτῖνα καὶ εἰς τὰ βένθη δύεσθαι καὶ διὰ τοῦτο ζωοποιεῖν πάντα. τὰ λοιπὰ παρήκαμεν, ἵνα μὴ παρέλκωμεν.

Ὅτι τὰ πίπτοντα ἀπὸ τῆς τραπέζης μὴ ἀναιρεῖσθαι παρεκελεύετο Πυθαγόρας, ἢ διὰ τὸ μὴ ἐθίζεσθαι ἀκολάστως ἐσθίειν ἢ ὅτι ἐπὶ τελευτῇ τινος: Ἀριστοφάνης γὰρ τῶν ἡρώων φησὶν εἶναι τὰ πίπτοντα, μήτε δὲ τὰ ἐντὸς τῆς τραπέζης πίπτοντα ἀναιρεῖσθαι. μήτε λευκὸν ἀλεκτρυόνα ἐσθίειν, ὡς ἱερὸν τοῦ ἡλίου καὶ τὰς ὥρας μηνύοντα. τοὺς κυάμους δὲ ἀποτρέπεσθαι, ὅτι αἰδοίοις ἐοίκασι: καὶ τοὺς ἅλας παρατίθεσθαι πρὸς ὑπόμνησιν τοῦ δικαίου: οἱ γὰρ ἅλες πᾶν σῴζουσιν ὅ τι καὶ παραλάβωσι, καὶ γεγόνασιν ἐκ τῶν καθαρῶν ὑδάτων καὶ θαλάσσης. ἄρτον δὲ μὴ καταγνύειν, ὅτι ἐπὶ ἕνα οἱ παλαιοὶ ἐφοίτων: καὶ μὴ διαιρεῖν, ὃς συνάγει ἐφ' ἑαυτόν: ἢ ὅτι εἰς πόλεμον δειλίαν ἐμποιεῖ. Ἀριστοφῶν λέγει περὶ τῶν Πυθαγοριστῶν: καταβὰς εἰς τὴν δίαιταν αὐτῶν κάτω ἰδεῖν ἑκάστους, διαφέρειν δὲ πάμπολυ τοὺς Πυθαγοριστὰς τῶν νεκρῶν: μόνοισι γὰρ τούτοισι τὸν Πλούτωνα συσσιτεῖν ἔφη δι' εὐσέβειαν. εὐχερῆ θεὸν λέγεις, εἰ τοῖς ῥύπου μεστοῖς ἥδεται ξυνών. λάχανά τε καὶ πίνουσιν ἐπὶ τούτοις ὕδωρ: φθεῖρας δὲ καὶ τρίβωνα τήν τ' ἀλουσίαν οὐδεὶς ἂν ὑπομείνειε τῶν νεωτέρων.

Καὶ παροιμία: σιωπηλότερος ἔσομαι καὶ τῶν Πυθαγόρᾳ τελεσθέντων. πενταετῆ γὰρ χρόνον ἤσκουν σιωπήν. τῶν δὲ Πυθαγορείων οἱ μὲν περὶ θεωρίαν καταγινόμενοι ἐκαλοῦντο σεβαστικοί, οἱ δὲ περὶ τὰ μαθήματα γεωμετρικοὶ καὶ μαθηματικοί. καὶ οἱ μὲν τῷ Πυθαγόρᾳ συγγινόμενοι ἐκαλοῦντο Πυθαγορικοί, οἱ δὲ τούτων μαθηταὶ Πυθαγόρειοι, οἱ δὲ ἄλλως ἔξωθεν ζηλωταὶ Πυθαγορισταί. ἐμψύχων δὲ ἀπείχοντο. ὅτι ἀπὸ τῶν Αἰγυπτίων ὁ Πυθαγόρας ἐξήνεγκε τὰ τῆς αὐτοῦ δόξης εἰς Ἕλληνας.[1]

Ὑποσημειώσεις

edit
  1. Πυθαγόρας, Suda Online - stoa.org