Πολύκλειτος (ἐγένετο περὶ 480 π.Χ., ἀπέθανε περὶ 400 π.Χ.) μέγας γλύπτης ἦν τοῦ Ἄργους (5ος π.Χ. αἰ.). Ἐδόκει μὲν τοῖς τοῦ ε´ αἰῶνος Ἕλλησι τὸν μέγιστον τῶν γλυπτῶν παρὰ τοῖς τοῦ Πελοποννησιακοῦ πολέμου παραγιγνομένοις γενέσθαι καὶ κατὰ τὸ εἰκὸς ἂν πάντες ἐπεθύμουν ἰσχυρίζεσθαι ὥς γε ἄρα ἦσαν συνδημόται αὐτῷ, διόπερ οὖν καὶ τοτὲ μὲν ἔφασκον Σικυώνιον εἶναι, τοτὲ δὲ Ἀργεῖον (πολλάκις ἀτεχνῶς βλέπομεν τοῦτο γιγνόμενον ὑπὸ τῶν ἀρχαίων καὶ τὸ παντάπασι πρὸς τοὺς εὐκλεεῖς οἷον τὸν Ὅμηρον). Ἐμαθήτευσεν δὴ παρὰ τῷ Ἀγελάδι συμμαθητὴς ὢν τῷ Φειδίᾳ.
Ἄξιον ἡμᾶς μνησθῆναι τοῦ μεγάλου χρυσελεφαντίνου ἀγάλματος τῆς θεᾶς Ἥρας, κατακειμένου τότε ὄντος ἐν τῷ Ἡραίῳ Ἄργους, ὅμοιον τῷ κλέει τῷ ἀγάλματι τοῦ Ὀλυμπίου Διός, γεγλυμμένου ὑπὸ τοῦ συμμαθητοῦ αὐτοῦ Φειδίου ἐν Ὀλυμπίᾳ καθὰ γέγραφεν ὁ Παυσανίας.[1]
Οὐδὲν μέντοι ἄγαλμα διασέσῳσται καὶ οὐδαμῶς εὐπόρως τεκμαίρεσθαι ὁντιναοῦν διατρίβοντα ποῖα τίνα ἔργα τούτου ὑπὸ Ῥωμαίων ἀντεγράφησαν, τίνα οὔ. Ἔγλυψεν ἔτι ἀγάλματα θεῶν, καίπερ μᾶλλον ἥδετο γλύφων ἀγάλματα ἀθλητῶν τε καὶ νέων, καταδεικνὺς οὕτω τὴν ἐμμέλειαν καὶ τὴν ἀπ' αὐτῆς ἁρμονίαν τῆς συμμετρίας. Ἐγεγράφει βιβλίον τι ὑπὸ τοὔνομα «Κανών», ἐν ᾧ ἔγραφε τὰ περὶ τῆς ἑαυτοῦ τέχνης. Ὅθεν μὲν οὖν καὶ ἓν τῶν ἔργων, ὁ Δυοφόρος (περὶ τὸ υν´ π.χ.), κέκληται «Κανών», ἅτε ἐν αὐτῷ ἐφήρμοσε τὰς τελείας ἀναλογίας. Ὠνομάσθη μὲν δὴ δορυφόρος, ἐπεὶ ἔχοι τῇ χειρὶ δόρυ. Πρός γε τούτοις γέγραφεν καὶ ὁ Γαληνός «τὸ δ' ἄριστον σῶμα, περὶ οὗ νῦν ὁ λόγος, ὥσπερ ὁ <Πολυκλείτου> κανών ἐστιν, ᾧ κατὰ μὲν τὴν ἡμετέραν χώραν, ὡς ἂν εὔκρατον ὑπάρχουσαν, ὦπται πολλῶν πολλὰ παραπλήσια σώματα, παρὰ δὲ Κελτοῖς | ἢ Σκύθαις ἢ Αἰγυπτίοις ἢ Ἄραψιν οὐδ' ὄναρ ἔστιν ἰδεῖν τοιοῦτον σῶμα.» [2].
Έξωτερικοὶ σύνδεσμοι
edit
|
Ἰδὲ τὰς εἰκόνας καὶ τὰ κοινὰ τὰ ἄλλα περὶ τοῦ Πολυκλείτουt |