Μάο Τσὲ-τούγγ (σινιστὶ 毛澤東), πολιτικὸς καὶ νεωτεροποιὸς τῶν Σινῶν, γεγονὼς τῇ 26 Δεκεμβρίου 1893, ἀποθανὼν τῇ 9 Σεπτεμβρίου 1976, προεδρεύσας τῆς Σινῶν κομμουνιστικῆς ἑταιρείας ἐκ τοῦ 1943 καὶ τῆς Σινῶν δημοτικῆς πολιτείας ἐξ οὗ κατεστάθη τῷ 1949 καὶ μέχρι τοῦ 1959. ἦρξε δὲ τῷ 1966 τῆς παιδείας νεοχμώσεως βίᾳ τὸν δῆμον ἀναγκάζων καταβαλεῖν τε τὰς πατρίους παραδοχὰς καὶ πρὸς ἀλλήλους μάχεσθαι ὡς ἐνδέοντας νεωτεροποιίας. τὰ δὲ παρ’ αὐτοῦ πολιτικὰ καὶ φιλοσοφὰ καὶ στρατηγικὰ νῦν Μαοϊσμὸς καλεῖται, ὃς καὶ ἐν ἄλλαις τισὶ χώραις πολλὴν εἶχεν ῥοπήν.