Wp/grc/Κομφουκιανισμός

< Wp | grc
Wp > grc > Κομφουκιανισμός

Κομφουκιανισμός, σινιστὶ 儒家, πολλαχῶς λέγεται.

  • Ὁ μὲν Κομφουκιανισμὸς ὁ ὑπὸ τοῦ Κομφουκίου κτισθεὶς μέθοδος καλεῖται φιλοσοφικὴ τῶν ἀμφὶ αὐτὸν περὶ ἠθικῆς καὶ πολιτισμοῦ, καὶ ὀρθοδοξία γεγονὼς οὐ μόνον ἐν τοῖς Σίναις μετὰ τὴν δυναστείαν τῶν Ἅν, ἀλλὰ καὶ ἐν ἄλλοις ἔθνεσιν Ἀσιανοῖς τῶν ἀνατολικῶν, μέχρι τοῦδε τοῦ χρόνου ὑποθέσεις παρέχει πράξεων αὐτοῖς τῆς κοινωνίας πέρι.
Νεὼς Κομφουκίου παιδευτικοῦ (文廟), ἐν Ζὶαγγ-Ἴν, Οὒ-Σί, ἐν τῇ ἐπαρχίᾳ τῇ Κιαμσούᾳ.
  • Ἡ δὲ Κομφουκιανὴ θρησκεία, σινιστὶ 儒教, οὐδὲ ἐκείνου κτίσαντος ἐγένετο, ἀλλὰ ἐκ τῆς ἀρχαίας τοῦ οὐρανοῦ θρησκείας τῶν Ζόου μεταστραφεῖσα κατὰ τοὺς τοῦ Κομφουκίου κανόνας, καὶ δαίμονος τούτου πεποιημένου μέρος τι τῆς δημοτικῆς θρησκείας τῶν Σινῶν γέγονεν.

Λεκτέον δὲ ἡμῖν μάλιστά γε περὶ τοῦ φιλοσοφικοῦ Κομφουκιανισμοῦ. καὶ γὰρ οὐδὲν ξυγγράψας αὐτὸς ὁ Κομφούκιος τὰ παραδοθέντα ὅσα ποιητικὰ καὶ ἱστορικὰ καὶ θρῆσκα καὶ τὰ λοιπὰ συλλέξας ἐξήνεγκεν, ἑρμηνεύσας δὲ ταῦτα δι’ ἠθικῆς ἀπόψεως ἐδίδασκεν καὶ πάντων ἀνθρώπων φύσις ὁμοία, ὡς διδακτὴ καὶ ἐς τὸ ἀγαθὸν τρεπτή, εἰ ὀρθῶς μεμαθηκότες ἑκάστου τὰ τέλη πράττουσι ᾗπερ δεῖ, εὐσεβοῦντες δὲ πρὸς τοὺς κρείττονας, μάλιστά γε πρὸς οὐρανὸν καὶ υἱὸν αὐτοῦ, βασιλέα ὄντα μέγαν ἢ ὕστερον τὴν αὐτοκράτορα. οὐδὲ δεῖ βίᾳ ἀναγκάζειν τοὺς ἐν τέλει τὸν λέων, ἀλλ’ αἰεὶ αὑτῶν ταῖς ἀρεταῖς καὶ παραδείγμασι τὴν ὀρθὴν ὁδὸν ἐνδεικνύναι. οἱ δὲ ἔπειτα τάδε καὶ τοιαῦτα ὅσα ἢ παρ’ αὐτοῦ ἢ παρὰ τῶν μαθητῶν ἐλέχθη ἐν τοῖς Ἀναλέκτοις καλουμένοις βιβλίοις ξυνήνεγκαν, ὧν δίδαγμα μέγιστον ὁ χρυσοῦς κάνων, τοῦτό ἐστι τὸ ἃ μὴ ἐθέλεις παθεῖν μηδὲ ποίει.

Κομφουκιανισμὸς ἐκτὸς τῶν Σινῶν

edit

Κορέα

edit
 
Κορεανοί τινες Κομφουκιανοὶ θύοντες τοῖς προπάτορσιν.

Τοῖς οὖν ἐν τῇ Κορέᾳ παρεστῶσι τοῖς πάλαι ἔτι μείζω ῥοπὴν ἢ τοῖς ἐν Σιναίς εἶχεν ὁ Κομφουκιανισμός, ὥστε φασὶ καί τινες ἀκριβεστέρους Σινῶν ἂν εἶναι Κομφουκιανοὺς τούτους, καὶ παρὰ τὸν καʹ αἰῶνά εἰσι 2 % (δύο ἀνὰ ἑκατόν) οἱ ἢ Κομφουκιανοί φάσκοντες εἶναι ἤτε τὰ Κομφουκιανὰ τετελεκέναι.

Ἰαπωνία

edit

Καίπερ ὑπερφέροντος συχνὸν χρόνον τοῦ Βουδδισμοῦ, ὃς καὶ αὐτὸς διὰ τῶν Σινῶν ἀφίκετο ἐν Ἰάπωσιν, μετὰ αἰῶνα τῶν πολεµουσῶν πολιτειῶν ἐπέσπευδον οἱ Τοκουγάουα ἡγεμόνες τὸ Κομφουκιανόν, ὅπως ἂν ἐλαττοῖτο ἡ τῶν Βουδδιστῶν ῥοπή, πρὸ δὲ τῆς Μειζὶ νεοχμώσεως τὴν δημοσίαν πεποίηκασι φιλοσοφίαν, ὥστε καὶ μέχρι τοῦδε τὴν Σιντοϊκὴν θρησκείαν πλάττει.

Τετραβιβλίον καὶ Πενταβιβλίον

edit
 
ὑπομνήματα περὶ τοῦ Τετραβιβλίου, τοῦ Ζοὺ Σί Νεοκομφουκιανοῦ

Μέρη τοῦ Κομφουκιανοῦ Τετραβιβλίου τάδε·

  • Μεγάλη ἐπιστήμη (σινιστὶ 大學)
  • Μέσον αἰώνιον (σινιστὶ 中庸)
  • Μέγκιος (σινιστὶ 孟子)
  • Ἀνάλεκτα Κομφουκίου (σινιστὶ 論語)

Μέρη δὲ τοῦ Κομφουκιανοῦ Πενταβιβλίου τάδε·

  • Τὰ ποιητικά (σινιστὶ 詩)
  • Τὰ ἱστορικά (σινιστὶ 書)
  • Τὰ τέλη (σινιστὶ 禮)
  • Τὰ μεταβολικά (σινιστὶ 易)
  • Ἔαρ καὶ φθινόπωρον (σινιστὶ 春秋)