Ἐν τῇ μυθολογίᾳ τῶν ῾Ελλήνων, Κοάλεμός ἐστιν δαίμων μωρίας, ἀβελτερίας καὶ ἠλιθιότητος, ὑπὸ Ἀριστοφάνους τε καὶ Πλουτάρχου ἀνενηνέχθαι τυγχάνει.
(Ἀριστ. Ἱππεῖς, 196-198: καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος: ἀλλ᾽ ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης γαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην. Πλουτ. Κίμων, 4.3: ...καὶ τῷ πάππῳ Κίμωνι προσεοικὼς τὴν φύσιν, ὃν δι᾽ εὐήθειάν φασι Κοάλεμον προσαγορευθῆναι.)
Ὅθεν, «κοάλεμος» ὁ βλὰξ ὁ ήλίθιος ὁ εὐήθης καλεῖται.