Κλεοπάτρα Ζ’ Θεά Φιλοπάτωρ Αἰγύπτου δέσποινα ἀπὸ τοῦ 51 π.Χ. ἕως τοῦ 30 π.Χ. ἦν, καὶ ἡ Πτολεμαϊκῆς Αἰγύπτου τελευταία βασίλεια.
Πλούταρχος, Βίος τοῦ Καίσαρος, 48–49
edit48. Καῖσαρ δὲ τῷ Θετταλῶν ἔθνει τὴν ἐλευθερίαν ἀναθεὶς νικητήριον ἐδίωκε Πομπήϊον· ἁψάμενος δὲ τῆς Ἀσίας Κνιδίους τε Θεοπόμπῳ τῷ συναγαγόντι τοὺς μύθους χαριζόμενος ἠλευθέρωσε, καὶ πᾶσι τοῖς τὴν Ἀσίαν κατοικοῦσι τὸ τρίτον τῶν φόρων ἀνῆκεν. [2] εἴς δὲ Ἀλεξάνδρειαν ἐπὶ Πομπηΐῳ τεθνηκότι καταχθείς Θεόδοτον μὲν ἀπεστράφη τὴν Πομπηΐου κεφαλὴν προσφέροντα, τὴν δὲ σφραγῖδα δεξάμενος τοῦ ἀνδρὸς κατεδάκρυσεν ὅσοι δὲ τῶν ἑταίρων αὐτοῦ καὶ συνήθων πλανώμενοι κατὰ τὴν χώραν ἑαλώκεσαν ὑπὸ τοῦ βασιλέως, πάντας εὐεργέτησε καὶ προσηγάγετο. τοῖς δὲ φίλοις εἴς Ῥώμην ἔγραφεν ὅτι τῆς νίκης ἀπολαύοι τοῦτο μέγιστον καὶ ἥδιστον, τὸ σῴζειν τινὰς ἀεὶ τῶν πεπολεμηκότων πολιτῶν αὐτῷ.
[3] τὸν δὲ αὐτόθι πόλεμον οἱ μὲν οὐκ ἀναγκαῖον. ἀλλ᾽ ἔρωτι Κλεοπάτρας ἄδοξον αὐτῷ καὶ κινδυνώδη γενέσθαι λέγουσιν, οἱ δὲ τοὺς βασιλικοὺς αἰτιῶνται, καὶ μάλιστα Τὸν εὐνοῦχον Ποθεινόν, ὃς πλεῖστον δυνάμενος καὶ Πομπήϊον μὲν ἀνῃρηκὼς ἔναγχος, ἐκβεβληκὼς δὲ Κλεοπάτραν, κρύφα μὲν ἐπεβούλευε τῷ Καίσαρι· καὶ διὰ τοῦτό φασιν αὐτὸν ἀρξάμενον ἔκτοτε διανυκτερεύειν ἐν τοῖς πότοις ἕνεκα φυλακῆς τοῦ σώματος· φανερῶς δὲ οὐκ ἦν ἀνεκτός ἐπίφθονα πολλὰ καὶ πρὸς ὕβριν εἴς Τὸν Καίσαρα λέγων καὶ πράττων. [4] τοὺς μὲν γὰρ στρατιώτας Τὸν κάκιστον μετρουμένους καὶ παλαιότατον σῖτον ἐκέλευσεν ἀνέχεσθαι καὶ στέργειν, ἐσθίοντας τὰ ἀλλότρια, πρὸς δὲ τὰ δεῖπνα σκεύεσιν ἐχρῆτο ξυλίνοις καὶ κεραμεοῖς, ὡς τὰ χρυσᾶ καὶ ἀργυρᾶ πάντα Καίσαρος ἔχοντος εἴς τι χρέος, ὤφειλε γὰρ ὁ τοῦ βασιλεύοντος τότε πατὴρ Καίσαρι χιλίας ἑπτακοσίας πεντήκοντα μυριάδας, ὧν τὰς μὲν ἄλλας ἀνῆκε τοῖς παισὶν αὐτοῦ πρότερον ὁ Καῖσαρ, τὰς δὲ χιλίας [5] ἠξίου τότε λαβὼν διαθρέψαι τὸ στράτευμα, τοῦ δὲ Ποθεινοῦ νῦν μὲν αὐτὸν ἀπιέναι καὶ τῶν μεγάλων ἔχεσθαι πραγμάτων κελεύοντος, ὕστερον δὲ κομιεῖσθαι μετὰ χάριτος, εἰπὼν ὡς Αἰγυπτίων ἐλάχιστα δέοιτο συμβούλων, κρύφα τὴν Κλεοπάτραν ἀπὸ τῆς χώρας μετεπέμπετο.
49. κἀκείνη παραλαβοῦσα τῶν φίλων Ἀπολλόδωρον τὸν Σικελιώτην μόνον, εἰς ἀκάτιον μικρὸν ἐμβᾶσα τοῖς μὲν βασιλείοις προσέσχεν ἤδη συσκοτάζοντος· ἀπόρου δὲ τοῦ λαθεῖν ὄντος ἄλλως, ἡ μὲν εἰς στρωματόδεσμον ἐνδῦσα προτείνει μακρὰν ἑαυτήν, ὁ δὲ Ἀπολλόδωρος ἱμάντι συνδήσας τὸν στρωματόδεσμον εἰσκομίζει διὰ θυρῶν πρὸς τὸν Καίσαρα, [2] καὶ τούτῳ τε πρώτῳ λέγεται τῷ τεχνήματι τῆς Κλεοπάτρας ἁλῶναι, λαμυρᾶς φανείσης, καὶ τῆς ἄλλης ὁμιλίας καὶ χάριτος ἥττων γενόμενος διαλλάξαι πρὸς τὸν ἀδελφὸν ὡς συμβασιλεύσουσαν. ἔπειτα δ᾽ ἐν ταῖς διαλλαγαῖς ἑστιωμένων ἁπάντων οἰκέτης Καίσαρος κουρεύς, διὰ δειλίαν, ᾗ πάντας ἀνθρώπους ὑπερέβαλεν, οὐδὲν ἐῶν ἀνεξέταστον, ἀλλ᾽ ὠτακουστῶν καὶ πολυπραγμονῶν, συνῆκεν ἐπιβουλὴν Καίσαρι πραττομένην ὑπ᾽ Ἀχιλλᾶ τοῦ στρατηγοῦ καὶ Ποθεινοῦ τοῦ εὐνούχου, [3] φωράσας δὲ ὁ Καῖσαρ φρουρὰν μὲν περιέστησε τῷ ἀνδρῶνι , τὸν δὲ Ποθεινὸν ἀνεῖλεν ὁ δὲ Ἀχιλλᾶς φυγὼν εἰς τὸ στρατόπεδον περιΐστησιν αὐτῷ βαρὺν καὶ δυσμεταχείριστον πόλεμον, ὀλιγοστῷ τοσαύτην ἀμυνομένῳ πόλιν καὶ δύναμιν. ἐν ᾧ πρῶτον μὲν ἐκινδύνευσεν ὕδατος ἀποκλεισθείς· αἱ γὰρ διώρυχες ἀπῳκοδομήθησαν ὑπὸ τῶν πολεμίων δεύτερον δὲ περικοπτόμενος τὸν στόλον ἠναγκάσθη διὰ πυρὸς ἀπώσασθαι τὸν κίνδυνον, ὃ καὶ τὴν μεγάλην βιβλιοθήκην ἐκ τῶν νεωρίων ἐπινεμόμενον [4] διέφθειρε τρίτον δὲ περὶ τῇ Φάρῳ μάχης συνεστώσης κατεπήδησε μὲν ἀπὸ τοῦ χώματος εἰς ἀκάτιον καὶ παρεβοήθει τοῖς ἀγωνιζομένοις, ἐπιπλεόντων δὲ πολλαχόθεν αὐτῷ τῶν Αἰγυπτίων ῥίψας ἑαυτὸν εἰς τὴν θάλασσαν ἀπενήξατο μόλις καὶ χαλεπῶς. ὅτε καὶ λέγεται βιβλίδια κρατῶν πολλὰ μὴ προέσθαι βαλλόμενος καὶ βαπτιζόμενος, ἀλλ᾽ ἀνέχων ὑπὲρ τῆς θαλάσσης τὰ βιβλίδια τῇ ἑτέρᾳ χειρὶ νήχεσθαι τὸ δὲ ἀκάτιον εὐθὺς ἐβυθίσθη. [5] τέλος δέ, τοῦ βασιλέως πρὸς τοὺς πολεμίους ἀποχωρήσαντος, ἐπελθὼν καὶ συνάψας μάχην ἐνίκησε, πολλῶν πεσόντων αὐτοῦ τε τοῦ βασιλέως ἀφανοῦς γενομένου, καταλιπὼν δὲ τὴν Κλεοπάτραν βασιλεύουσαν Αἰγύπτου καὶ μικρὸν ὕστερον ἐξ αὐτοῦ τεκοῦσαν υἱόν, ὃν Ἀλεξανδρεῖς Καισαρίωνα προσηγόρευον, ὥρμησεν ἐπὶ Συρίας.
Δίων Κάσσιος, Ῥωμαϊκὴ Ἱστορία, ΜΒʹ, 44–45
edit44. οὕτω μὲν τὴν Αἴγυπτον ὁ Καῖσαρ ἐχειρώσατο, οὐ μέντοι καὶ ὑπήκοον αὐτὴν τῶν Ῥωμαίων ἐποιήσατο, ἀλλὰ τῇ Κλεοπάτρᾳ, ἧσπερ ἕνεκα καὶ [2] ἐπεπολεμήκει, ἐχαρίσατο. φοβηθεὶς μέντοι μὴ οἱ Αἰγύπτιοι νεωτερίσωσιν αὖθις γυναικὶ ἄρχειν παραδοθέντες, καὶ οἱ Ῥωμαῖοι διά τε τοῦτο καὶ ὅτι καὶ συνῆν αὐτῷ χαλεπήνωσι, τῷ τε ἑτέρῳ ἀδελφῷ συνοικῆσαι δῆθεν αὐτὴν ἐκέλευσε, καὶ τὴν βασιλείαν ἀμφοτέροις σφίσιν, ὥς γε καὶ λόγῳ [3] εἰπεῖν, ἔδωκε. τῷ γὰρ ἔργῳ ἡ Κλεοπάτρα μόνη πᾶν τὸ κράτος σχήσειν ἔμελλεν· ὅ τε γὰρ ἀνὴρ αὐτῆς παιδίον ἔτι ἦν, καὶ ἐκείνη πρὸς τὴν παρὰ τοῦ Καίσαρος εὔνοιαν οὐδὲν ὅ τι οὐκ ἐδύνατο, [4] ὥστε πρόσχημα μὲν ὡς καὶ τῷ ἀδελφῷ συνοικοῦσα καὶ τὴν ἀρχὴν ἐπίκοινον αὐτῷ ἔχουσα ἐκέκτητο, τὸ δ᾽ ἀληθὲς μόνη τε ἐβασίλευε καὶ τῷ Καίσαρι συνδιῃτᾶτο.
45. καὶ αὐτὸν ἐπὶ πλεῖον ἂν ἐν τῇ Αἰγύπτῳ κατέσχεν, ἢ καὶ ἐς τὴν Ῥώμην εὐθὺς αὐτῷ συναπῆρεν, εἰ μήπερ ὁ Φαρνάκης καὶ ἐκεῖθεν πάνυ ἄκοντα τὸν Καίσαρα ἐξήγαγε καὶ ἐς τὴν Ἰταλίαν [2] ἐπειχθῆναι ἐκώλυσεν. οὗτος γὰρ παῖς μὲν τοῦ Μιθριδάτου ἦν καὶ τοῦ Βοσπόρου τοῦ Κιμμερίου ἦρχεν, ὥσπερ εἴρηται, ἐπιθυμήσας δὲ πᾶσαν τὴν πατρῴαν βασιλείαν ἀνακτήσασθαι ἐπανέστη κατ᾽ αὐτὴν τήν τε τοῦ Καίσαρος καὶ τὴν τοῦ Πομπηίου στάσιν, καὶ οἷα τῶν Ῥωμαίων τότε μὲν πρὸς ἀλλήλους ἀσχόλων γενομένων, αὖθις δὲ ἐν τῇ [3] Αἰγύπτῳ κατασχεθέντων, τήν τε Κολχίδα ἀκονιτὶ προσηγάγετο καὶ τὴν Ἀρμενίαν ἀπόντος τοῦ Δηιοτάρου πᾶσαν, τῆς τε Καππαδοκίας καὶ τῶν τοῦ Πόντου πόλεών τινας, αἳ τῷ τῆς Βιθυνίας νομῷ.
Δίων Κάσσιος, Ῥωμαϊκὴ Ἱστορία, ΜΓʹ, 27
edit[1] καὶ [Καῖσαρ] ταῦτα μέντοι, τά τε ἄλλα ὅσα ὑπὲρ τοῦ κοινοῦ ἐβουλεύετο, οὔτ᾽ ἰδιογνωμονῶν οὔτ᾽ ἰδιοβουλῶν ἔπραττεν, ἀλλὰ πάντα δὴ πάντως τοῖς πρώτοις τῆς βουλῆς, ἔστι δ᾽ ὅτε καὶ πάσῃ αὐτῇ, ἐπεκοίνου. καὶ παρὰ τοῦτο οὐχ ἥκιστα, καίτοι τραχύτερόν τινα νομοθετήσας, ὅμως ἤρεσέ σφισι. [2] καὶ ἐπὶ μὲν τούτοις καὶ ἔπαινον ἐλάμβανεν, ὅτι δὲ δὴ τῶν φευγόντων ἐκ δικαστηρίου πολλοὺς διὰ δημάρχων δή τινων κατήγαγε, καὶ ὅτι τοῖς δεκασμοῦ ἐπ᾽ ἀρχῆς ἀποδείξει ἁλοῦσιν ἐν τῇ Ἰταλίᾳ διαιτᾶσθαι ἐπέτρεψεν, ἔτι τε ἐς τὴν βουλὴν αὖθις οὐκ ἀξίους τινὰς αὐτῆς ἐγκατέλεξε, [3] πολλὰ καὶ παντοδαπὰ ἐθρυλεῖτο. πλείστην δ᾽ οὖν ὅμως αἰτίαν ἐπὶ τῷ τῆς Κλεοπάτρας ἔρωτι, οὐ τῷ ἐν τῇ Αἰγύπτῳ ἔτι (ἐκεῖνος γὰρ ἠκούετο) ἀλλὰ τῷ ἐν αὐτῇ τῇ Ῥώμῃ, παρὰ πάντων ἔσχεν. ἦλθέ τε γὰρ ἐς τὸ ἄστυ μετὰ τοῦ ἀνδρός, καὶ ἐς αὐτοῦ τοῦ Καίσαρος ἐσῳκίσθη, ὥστε καὶ [ἐπ᾽] ἐκεῖνον ἐπ᾽ ἀμφοτέροις σφίσι κακῶς ἀκοῦσαι. οὐ μὴν καὶ ἔμελέν οἱ οὐδέν, ἀλλὰ καὶ ἐς τοὺς φίλους σφᾶς τούς τε συμμάχους τοὺς τῶν Ῥωμαίων ἐσέγραψε.
Πλούταρχος, Βίος τοῦ Ἀντωνίου, 24–29
editΤὰ τοῦ Καίσαρος φόνου ἀποβαίνοντα καὶ ἡ Κλεοπάτρας πρώτη ἔντευξις μετὰ Ἀντωνίου (44–41 π.Χ.)
24. ἐπεὶ δὲ Λεύκιον Κηνσωρῖνον ἐπὶ τῆς Ἑλλάδος καταλιπὼν εἰς Ἀσίαν διέβη καὶ τῶν ἐκεῖ πλούτων ἥψατο, καὶ βασιλεῖς ἐπὶ θύρας ἐφοίτων καὶ βασιλέων γυναῖκες ἁμιλλώμεναι δωρεαῖς πρὸς ἀλλήλας καὶ κάλλεσιν ἐφθείροντο πρὸς αὐτόν, ἐν Ῥώμῃ δὲ Καίσαρος στάσεσι καὶ πολέμοις ἀποτρυχομένου πολλὴν αὐτὸς ἄγων σχολὴν καὶ εἰρήνην ἀνεκυκλεῖτο τοῖς πάθεσιν εἰς τὸν συνήθη βίον, [2] Ἀναξήνορες δὲ κιθαρῳδοὶ καὶ Ξοῦθοι χοραῦλαι καὶ Μητρόδωρός τις ὀρχηστὴς καὶ τοιοῦτος ἄλλος Ἀσιανῶν ἀκροαμάτων θίασος, ὑπερβαλλομένων λαμυρίᾳ καὶ βωμολοχίᾳ τὰς ἀπὸ τῆς Ἰταλίας κῆρας, εἰσερρύη καὶ διῴκει τὴν αὐλήν, οὐδὲν ἦν ἀνεκτόν, εἰς ταῦτα φορουμένων ἁπάντων. [3] ἡ γὰρ Ἀσία πᾶσα, καθάπερ ἡ Σοφόκλειος ἐκείνη πόλις, ὁμοῦ μὲν θυμιαμάτων ἔγεμεν,
ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων.¹
¹ Σοφοκλῆς, Οἰδίπους τύραννος, 5
εἰς γοῦν Ἔφεσον εἰσιόντος αὐτοῦ γυναῖκες μὲν εἰς Βάκχας, ἄνδρες δὲ καὶ παῖδες εἰς Σατύρους καὶ Πᾶνας ἡγοῦντο διεσκευασμένοι, κιττοῦ δὲ καὶ θύρσων καὶ ψαλτηρίων καὶ συρίγγων καὶ αὐλῶν ἡ πόλις ἦν πλέα, Διόνυσον αὐτὸν ἀνακαλουμένων χαριδότην καὶ μειλίχιον. [4] ἦν γὰρ ἀμέλει τοιοῦτος ἐνίοις, τοῖς δὲ πολλοῖς ὠμηστὴς καὶ ἀγριώνιος. ἀφῃρεῖτο γὰρ εὐγενεῖς ἀνθρώπους τὰ ὄντα μαστιγίαις καὶ κόλαξι χαριζόμενος. πολλῶν δὲ καὶ ζώντων ὡς τεθνηκότων αἰτησάμενοί τινες οὐσίας ἔλαβον. ἀνδρὸς δὲ Μάγνητος οἶκον ἐδωρήσατο μαγείρῳ περὶ ἕν, ὡς λέγεται, δεῖπνον εὐδοκιμήσαντι. [5] τέλος δέ, ταῖς πόλεσι δεύτερον ἐπιβάλλοντος φόρον, ἐτόλμησεν Ὑβρέας ὑπὲρ τῆς Ἀσίας λέγων εἰπεῖν ἀγοραίως μὲν ἐκεῖνα καὶ πρὸς τὸν Ἀντωνίου ζῆλον οὐκ ἀηδῶς, «εἰ δύνασαι δὶς λαβεῖν ἑνὸς ἐνιαυτοῦ φόρον, δύνασαι καὶ δὶς ἡμῖν ποιήσασθαι θέρος καὶ δὶς ὀπώραν,» πρακτικῶς δὲ καὶ παραβόλως συναγαγὼν ὅτι μυριάδας εἴκοσι ταλάντων ἡ Ἀσία δέδωκε, «ταῦτα,» εἶπεν, «εἰ μὲν οὐκ εἴληφας, ἀπαίτει παρὰ τῶν λαβόντων· εἰ δὲ λαβὼν οὐκ ἔχεις, ἀπολώλαμεν.» [6] ἐτρέψατο τούτῳ δεινῶς τὸν Ἀντώνιον· ἠγνόει γὰρ τὰ πολλὰ τῶν γιγνομένων, οὐχ οὕτω ῥᾴθυμος ὤν, ὡς δι᾽ ἁπλότητα πιστεύων τοῖς περὶ αὑτόν.
ἐνῆν γὰρ ἁπλότης τῷ ἤθει καὶ βραδεῖα μὲν αἴσθησις, αἰσθανομένῳ δὲ τῶν ἁμαρτανομένων ἰσχυρὰ μετάνοια καὶ πρὸς αὐτοὺς ἐξομολόγησις τοὺς ἀγνωμονηθέντας, μέγεθος δὲ καὶ περὶ τὰς ἀμοιβὰς καὶ περὶ τὰς τιμωρίας. μᾶλλόν γε μὴν ἐδόκει χαριζόμενος ἢ κολάζων ὑπερβάλλειν τὸ μέτριον. [7] ἡ δὲ περὶ τὰς παιδιὰς καὶ τὰς ἐπισκώψεις ὕβρις ἐν αὑτῇ τὸ φάρμακον εἶχεν. ἀντισκῶψαι γὰρ ἐξῆν καὶ ἀνθυβρίσαι, καὶ γελώμενος οὐχ ἧττον ἢ γελῶν ἔχαιρε. καὶ τοῦτο διελυμήνατο τὰ πολλὰ τῶν πραγμάτων. τοὺς γὰρ ἐν τῷ παίζειν παρρησιαζομένους οὐκ ἂν οἰηθεὶς σπουδάζοντας κολακεύειν αὐτὸν ἡλίσκετο ῥᾳδίως ὑπὸ τῶν ἐπαίνων, [8] ἀγνοῶν ὅτι τὴν παρρησίαν τινὲς ὡς ὑποστῦφον ἥδυσμα τῇ κολακείᾳ παραμιγνύντες ἀφῄρουν τὸ πλήσμιον, τῇ παρὰ τὴν κύλικα θρασύτητι καὶ λαλιᾷ διαμηχανώμενοι τὴν ἐπὶ τῶν πραγμάτων ὕφεσιν καὶ συγκατάθεσιν μὴ πρὸς χάριν ὁμιλούντων, ἀλλὰ τῷ φρονεῖν ἡττωμένων φαίνεσθαι.
25. τοιούτῳ δ᾽ οὖν ὄντι τὴν φύσιν Ἀντωνίῳ τελευταῖον κακὸν ὁ Κλεοπάτρας ἔρως ἐπιγενόμενος, καὶ πολλὰ τῶν ἔτι κρυπτομένων ἐν αὐτῷ καὶ ἀτρεμούντων παθῶν ἐγείρας καὶ ἀναβακχεύσας, εἴ τι χρηστὸν ἢ σωτήριον ὅμως ἀντεῖχεν, ἠφάνισε καὶ προσδιέφθειρεν. ἁλίσκεται δὲ τοῦτον τὸν τρόπον. ἁπτόμενος τοῦ Παρθικοῦ πολέμου ἔπεμψε πρὸς αὐτήν, κελεύων εἰς Κιλικίαν ἀπαντῆσαι λόγον ὑφέξουσαν ὧν ἐνεκαλεῖτο τοῖς περὶ Κάσσιον δοῦναι πολλὰ καὶ συμβαλέσθαι πρὸς τὸν πόλεμον. [2] ὁ δὲ πεμφθεὶς Δέλλιος, ὡς εἶδε τὴν ὄψιν καὶ κατέμαθε τὴν ἐν τοῖς λόγοις δεινότητα καὶ πανουργίαν, εὐθὺς αἰσθόμενος ὅτι κακὸν μὲν οὐδὲ μελλήσει τι ποιεῖν γυναῖκα τοιαύτην Ἀντώνιος, ἔσται δὲ μεγίστη παρ᾽ αὐτῷ, τρέπεται πρὸς τὸ θεραπεύειν καὶ προτρέπεσθαι τὴν Αἰγυπτίαν, τοῦτο δὴ τὸ Ὁμηρικόν, ἐλθεῖν εἰς Κιλικίαν εὖ ἐντύνασαν ἓ αὐτὴν καὶ μὴ φοβεῖσθαι τὸν Ἀντώνιον, ἥδιστον ἡγεμόνων ὄντα καὶ φιλανθρωπότατον. [3] ἡ δὲ καὶ Δελλίῳ πεισθεῖσα, καὶ τοῖς πρὸς Καίσαρα καὶ Γναῖον τὸν Πομπηΐου παῖδα πρότερον αὐτῇ γενομένοις ἀφ᾽ ὥρας συμβολαίοις τεκμαιρομένη, ῥᾷον ἤλπιζεν ὑπάξεσθαι τὸν Ἀντώνιον. ἐκεῖνοι μὲν γὰρ αὐτὴν ἔτι κόρην καὶ πραγμάτων ἄπειρον ἔγνωσαν, πρὸς δὲ τοῦτον ἔμελλε φοιτήσειν ἐν ᾧ μάλιστα καιροῦ γυναῖκες ὥραν τε λαμπροτάτην ἔχουσι καὶ τὸ φρονεῖν ἀκμάζουσι. [4] διὸ πολλὰ μὲν συνεσκευάσατο δῶρα καὶ χρήματα καὶ κόσμον οἷον εἰκὸς ἦν ἀπὸ πραγμάτων μεγάλων καὶ βασιλείας εὐδαίμονος κομίζειν, τὰς δὲ πλείστας ἐν ἑαυτῇ καὶ τοῖς περὶ αὑτὴν μαγγανεύμασι καὶ φίλτροις ἐλπίδας θεμένη παρεγένετο.
26. πολλὰ δὲ καὶ παρ᾽ αὐτοῦ καὶ παρὰ τῶν φίλων δεχομένη γράμματα καλούντων, οὕτω κατεφρόνησε καὶ κατεγέλασε τοῦ ἀνδρὸς ὥστε πλεῖν ἀνὰ τὸν Κύδνον ποταμὸν ἐν πορθμείῳ χρυσοπρύμνῳ, τῶν μὲν ἱστίων ἁλουργῶν ἐκπεπετασμένων, τῆς δὲ εἰρεσίας ἀργυραῖς κώπαις ἀναφερομένης πρὸς αὐλὸν ἅμα σύριγξι καὶ κιθάραις συνηρμοσμένον. [2] αὐτὴ δὲ κατέκειτο μὲν ὑπὸ σκιάδι χρυσοπάστῳ κεκοσμημένη γραφικῶς ὥσπερ Ἀφροδίτη, παῖδες δὲ τοῖς γραφικοῖς Ἔρωσιν εἰκασμένοι παρ᾽ ἑκάτερον ἑστῶτες ἐρρίπιζον. ὁμοίως δὲ καὶ θεραπαινίδες αἱ καλλιστεύουσαι Νηρηΐδων ἔχουσαι καὶ Χαρίτων στολάς, αἱ μὲν πρὸς οἴαξιν, αἱ δὲ πρὸς κάλοις ἦσαν. ὀδμαὶ δὲ θαυμασταὶ τὰς ὄχθας ἀπὸ θυμιαμάτων πολλῶν κατεῖχον. [3] τῶν δὲ ἀνθρώπων οἱ μὲν εὐθὺς ἀπὸ τοῦ ποταμοῦ παρωμάρτουν ἑκατέρωθεν, οἱ δὲ ἀπὸ τῆς πόλεως κατέβαινον ἐπὶ τὴν θέαν. ἐκχεομένου δὲ τοῦ κατὰ τὴν ἀγορὰν ὄχλου τέλος αὐτὸς ὁ Ἀντώνιος ἐπὶ βήματος καθεζόμενος ἀπελείφθη μόνος. καί τις λόγος ἐχώρει διὰ πάντων ὡς ἡ Ἀφροδίτη κωμάζοι παρὰ τὸν Διόνυσον ἐπ᾽ ἀγαθῷ τῆς Ἀσίας.
ἔπεμψε μὲν οὖν καλῶν αὐτὴν ἐπὶ τὸ δεῖπνον· ἡ δὲ μᾶλλον ἐκεῖνον ἠξίου πρὸς ἑαυτὴν ἥκειν. [4] εὐθὺς οὖν τινὰ βουλόμενος εὐκολίαν ἐπιδείκνυσθαι καὶ φιλοφροσύνην ὑπήκουσε καὶ ἦλθεν. ἐντυχὼν δὲ παρασκευῇ λόγου κρείττονι μάλιστα τῶν φώτων τὸ πλῆθος ἐξεπλάγη. τοσαῦτα γὰρ λέγεται καθίεσθαι καὶ ἀναφαίνεσθαι πανταχόθεν ἅμα, καὶ τοιαύταις πρὸς ἄλληλα κλίσεσι καὶ θέσεσι διακεκοσμημένα καὶ συντεταγμένα πλαισίων καὶ περιφερῶν τρόπῳ, ὥστε τῶν ἐν ὀλίγοις ἀξιοθεάτων καὶ καλῶν ἐκείνην γενέσθαι τὴν ὄψιν.
27. τῇ δ᾽ ὑστεραίᾳ πάλιν ἀνθεστιῶν αὐτὴν ἐφιλοτιμήθη μὲν ὑπερβαλέσθαι τὴν λαμπρότητα καὶ τὴν ἐμμέλειαν, ἀμφοῖν δὲ λειπόμενος, καὶ κρατούμενος ἐν αὐτοῖς ἐκείνοις, πρῶτος ἔσκωπτεν εἰς αὐχμὸν καὶ ἀγροικίαν τὰ παρ᾽ αὑτῷ. πολὺν δὲ ἡ Κλεοπάτρα καὶ τοῖς σκώμμασι τοῦ Ἀντωνίου τὸν στρατιώτην ἐνορῶσα καὶ βάναυσον, ἐχρῆτο καὶ τούτῳ πρὸς αὐτὸν ἀνειμένως ἤδη καὶ κατατεθαρρηκότως. [2] καὶ γὰρ ἦν, ὡς λέγουσιν, αὐτὸ μὲν καθ᾽ αὑτὸ τὸ κάλλος αὐτῆς οὐ πάνυ δυσπαράβλητον, οὐδὲ οἷον ἐκπλῆξαι τοὺς ἰδόντας, ἁφὴν δ᾽ εἶχεν ἡ συνδιαίτησις ἄφυκτον, ἥ τε μορφὴ μετὰ τῆς ἐν τῷ διαλέγεσθαι πιθανότητος καὶ τοῦ περιθέοντος ἅμα πως περὶ τὴν ὁμιλίαν ἤθους ἀνέφερέ τι κέντρον. [3] ἡδονὴ δὲ καὶ φθεγγομένης ἐπῆν τῷ ἤχῳ· καὶ τὴν γλῶτταν, ὥσπερ ὄργανόν τι πολύχορδον, εὐπετῶς τρέπουσα καθ᾽ ἣν βούλοιτο διάλεκτον ὀλίγοις παντάπασι δι᾽ ἑρμηνέως ἐνετύγχανε βαρβάροις, τοῖς δὲ πλείστοις αὐτὴ δι᾽ αὑτῆς ἀπεδίδου τὰς ἀποκρίσεις, οἷον Αἰθίοψι, Τρωγλοδύταις, Ἑβραίοις, Ἄραψι, Σύροις, Μήδοις, Παρθυαίοις. [4] πολλῶν δὲ λέγεται καὶ ἄλλων ἐκμαθεῖν γλώττας, τῶν πρὸ αὐτῆς βασιλέων οὐδὲ τὴν Αἰγυπτίαν ἀνασχομένων παραλαβεῖν διάλεκτον, ἐνίων δὲ καὶ τὸ μακεδονίζειν ἐκλιπόντων.
28. οὕτω δ᾽ οὖν τὸν Ἀντώνιον ἥρπασεν ὥστε, πολεμούσης μὲν ἐν Ῥώμῃ Καίσαρι Φουλβίας τῆς γυναικὸς ὑπὲρ τῶν ἐκείνου πραγμάτων, αἰωρουμένης δὲ Παρθικῆς στρατιᾶς περὶ τὴν Μεσοποταμίαν, ἧς Λαβιηνὸν οἱ βασιλέως στρατηγοὶ Παρθικὸν ἀναγορεύσαντες αὐτοκράτορα Συρίας ἐπιβατεύσειν ἔμελλον, οἴχεσθαι φερόμενον ὑπ᾽ αὐτῆς εἰς Ἀλεξάνδρειαν, ἐκεῖ δὲ μειρακίου σχολὴν ἄγοντος διατριβαῖς καὶ παιδιαῖς χρώμενον ἀναλίσκειν καὶ καθηδυπαθεῖν τὸ πολυτελέστατον, ὡς Ἀντιφῶν εἶπεν, ἀνάλωμα, τὸν χρόνον. [2] ἦν γάρ τις αὐτοῖς σύνοδος ἀμιμητοβίων λεγομένη· καὶ καθ᾽ ἡμέραν εἱστίων ἀλλήλους, ἄπιστόν τινα ποιούμενοι τῶν ἀναλισκομένων ἀμετρίαν. διηγεῖτο γοῦν ἡμῶν τῷ πάππῳ Λαμπρίᾳ Φιλώτας ὁ Ἀμφισσεὺς ἰατρὸς εἶναι μὲν ἐν Ἀλεξανδρείᾳ τότε, μανθάνων τὴν τέχνην, γενόμενος δέ τινι τῶν βασιλικῶν ὀψοποιῶν συνήθης ἀναπεισθῆναι νέος ὢν ὑπ᾽ αὐτοῦ τὴν πολυτέλειαν καὶ τὴν παρασκευὴν τοῦ δείπνου θεάσασθαι. [3] παρεισαχθεὶς οὖν εἰς τοὐπτανεῖον, ὡς τά τε ἄλλα πάμπολλα ἑώρα καὶ σῦς ἀγρίους ὀπτωμένους ὀκτώ, θαυμάσαι τὸ πλῆθος τῶν δειπνούντων. τὸν δὲ ὀψοποιὸν γελάσαι καὶ εἰπεῖν ὅτι πολλοὶ μὲν οὐκ εἰσὶν οἱ δειπνοῦντες, ἀλλὰ περὶ δώδεκα· δεῖ δ᾽ ἀκμὴν ἔχειν τῶν παρατιθεμένων ἕκαστον, ἣν ἀκαρὲς ὥρας μαραίνει. καὶ γὰρ αὐτίκα γένοιτ᾽ ἂν Ἀντώνιον δείπνου δεηθῆναι καὶ μετὰ μικρόν, ἂν δὲ οὕτω τύχῃ, παραγαγεῖν αἰτήσαντα ποτήριον ἢ λόγου τινὸς ἐμπεσόντος. [4] ὅθεν οὐχ ἕν, ἀλλὰ πολλά, φάναι, δεῖπνα συντέτακται· δυσστόχαστος γὰρ ὁ καιρός. ταῦτα οὖν ὁ Φιλώτας ἔλεγε, καὶ χρόνου προϊόντος ἐν τοῖς θεραπεύουσι γενέσθαι τὸν πρεσβύτατον τῶν Ἀντωνίου παίδων, ὃν ἐκ Φουλβίας εἶχε, καὶ συνδειπνεῖν παρ᾽ αὐτῷ μετὰ τῶν ἄλλων ἑταίρων ἐπιεικῶς, ὁπότε μὴ δειπνοίη μετὰ τοῦ πατρός. [5] ἰατρὸν οὖν ποτε θρασυνόμενον καὶ πράγματα πολλὰ παρέχοντα δειπνοῦσιν αὐτοῖς ἐπιστομίσαι τοιούτῳ σοφίσματι· «τῷ πως πυρέττοντι δοτέον ψυχρόν· πᾶς δὲ ὁ πυρέττων πως πυρέττει· παντὶ ἄρα πυρέττοντι δοτέον ψυχρόν.» πληγέντος δὲ τοῦ ἀνθρώπου καὶ σιωπήσαντος, ἡσθέντα τὸν παῖδα γελάσαι καὶ εἰπεῖν, «ταῦτα, ὦ Φιλώτα, χαρίζομαι πάντα σοι,» δείξαντα πολλῶν τινων καὶ μεγάλων ἐκπωμάτων μεστὴν τράπεζαν. [6] αὐτοῦ δὲ τὴν μὲν προθυμίαν ἀποδεξαμένου, πόρρω δ᾽ ὄντος τοῦ νομίζειν ἐξουσίαν εἶναι παιδὶ τηλικούτῳ δωρεῖσθαι τοσαῦτα, μετὰ μικρὸν ἁψάμενόν τινα τῶν παίδων ἐν ἀγγείῳ τὰ ἐκπώματα προσφέρειν καὶ σημήνασθαι κελεύειν. ἀφοσιουμένου δὲ αὐτοῦ καὶ δεδοικότος λαβεῖν, «τί, ὦ πόνηρε,» φάναι τὸν ἄνθρωπον, «ὀκνεῖς; οὐκ οἶδας ὡς ὁ διδοὺς Ἀντωνίου παῖς ἐστιν, ᾧ τοσαῦτα πάρεστι χρυσᾶ χαρίσασθαι; [7] ἐμοὶ μέντοι πειθόμενος πάντα διάμειψαι πρὸς ἀργύριον ἡμῖν· ἴσως γὰρ ἂν καὶ ποθήσειεν ὁ πατὴρ ἔνια τῶν παλαιῶν ὄντα καὶ σπουδαζομένων κατὰ τὴν τέχνην ἔργων.» ταῦτα μὲν οὖν ἡμῖν ἔλεγεν ὁ πάππος ἑκάστοτε διηγεῖσθαι τὸν Φιλώταν.
29. ἡ δὲ Κλεοπάτρα τὴν κολακείαν οὐχ, ὥσπερ ὁ Πλάτων φησί, τετραχῇ, πολλαχῆ δὲ διελοῦσα, καὶ σπουδῆς ἁπτομένῳ καὶ παιδιᾶς ἀεί τινα καινὴν ἡδονὴν ἐπιφέρουσα καὶ χάριν, διεπαιδαγώγει τὸν Ἀντώνιον οὔτε νυκτὸς οὔτε ἡμέρας ἀνιεῖσα. καὶ γὰρ συνεκύβευε καὶ συνέπινε καὶ συνεθήρευε καὶ γυμναζόμενον ἐν ὅπλοις ἐθεᾶτο, καὶ νύκτωρ προσισταμένῳ θύραις καὶ θυρίσι δημοτῶν καὶ σκώπτοντι τοὺς ἔνδον συνεπλανᾶτο καὶ συνήλυε θεραπαινιδίου στολὴν λαμβάνουσα [2] καὶ γὰρ ἐκεῖνος οὕτως ἐπειρᾶτο σκευάζειν ἑαυτόν. ὅθεν ἀεὶ σκωμμάτων, πολλάκις δὲ καὶ πληγῶν ἀπολαύσας ἐπανήρχετο· τοῖς δὲ πλείστοις ἦν δι᾽ ὑπονοίας. οὐ μὴν ἀλλὰ προσέχαιρον αὐτοῦ τῇ βωμολοχίᾳ καὶ συνέπαιζον οὐκ ἀρρύθμως οὐδὲ ἀμούσως οἱ Ἀλεξανδρεῖς, ἀγαπῶντες καὶ λέγοντες ὡς τῷ τραγικῷ πρὸς τοὺς Ῥωμαίους χρῆται προσώπῳ, τῷ δὲ κωμικῷ πρὸς αὐτούς.
[3] τὰ μὲν οὖν πολλὰ τῶν ὑπ᾽ αὐτοῦ παιζομένων διηγεῖσθαι πολὺς ἂν εἴη φλύαρος· ἐπεὶ δὲ ἁλιεύων ποτὲ καὶ δυσαγρῶν ἤχθετο παρούσης τῆς Κλεοπάτρας, ἐκέλευσε τοὺς ἁλιεῖς ὑπονηξαμένους κρύφα τῷ ἀγκίστρῳ περικαθάπτειν ἰχθῦς τῶν προεαλωκότων, καὶ δὶς ἢ τρὶς ἀνασπάσας οὐκ ἔλαθε τὴν Αἰγυπτίαν. προσποιουμένη δὲ θαυμάζειν τοῖς φίλοις διηγεῖτο, καὶ παρεκάλει τῇ ὑστεραίᾳ γενέσθαι θεατάς. [4] ἐμβάντων δὲ πολλῶν εἰς τὰς ἁλιάδας καὶ τοῦ Ἀντωνίου τὴν ὁρμιὰν καθέντος, ἐκέλευσέ τινα τῶν αὑτῆς ὑποφθάσαντα καὶ προσνηξάμενον τῷ ἀγκίστρῳ περιπεῖραι Ποντικὸν τάριχος. ὡς δὲ ἔχειν πεισθεὶς ὁ Ἀντώνιος ἀνεῖλκε, γέλωτος, οἷον εἰκός, γενομένου, «παράδος ἡμῖν,» ἔφη, «τὸν κάλαμον, αὐτόκρατορ, τοῖς Φαρίταις καὶ Κανωβίταις ἁλιεῦσιν· ἡ δὲ σὴ θήρα πόλεις εἰσὶ καὶ βασιλεῖαι καὶ ἤπειροι.»
Πλούταρχος, Βίος τοῦ Ἀντωνίου, 30–31
editὉ τῆς Περουσίας πόλεμος καὶ αἱ μετὰ τοῦτον σπονδαί (41–40 π.Χ.)
30. τοιαῦτα ληροῦντα καὶ μειρακιευόμενον τὸν Ἀντώνιον ἀγγελίαι δύο καταλαμβάνουσιν, ἡ μὲν ἀπὸ Ῥώμης, Λεύκιον τὸν ἀδελφὸν αὐτοῦ καὶ Φουλβίαν τὴν γυναῖκα πρῶτον ἀλλήλοις στασιάσαντας, εἶτα Καίσαρι πολεμήσαντας, ἀποβεβληκέναι τὰ πράγματα καὶ φεύγειν ἐξ Ἰταλίας, ἑτέρα δὲ ταύτης οὐδὲν ἐπιεικεστέρα, Λαβιηνὸν ἐπάγοντα Πάρθους τὴν ἀπ᾽ Εὐφράτου καὶ Συρίας ἄχρι Λυδίας καὶ Ἰωνίας Ἀσίαν καταστρέφεσθαι. [2] μόλις οὖν ὥσπερ ἐξυπνισθεὶς καὶ ἀποκραιπαλήσας ὥρμησε μὲν Πάρθοις ἐνίστασθαι καὶ μέχρι Φοινίκης προῆλθε, Φουλβίας δὲ γράμματα θρήνων μεστὰ πεμπούσης ἐπέστρεψεν εἰς τὴν Ἰταλίαν, ἄγων ναῦς διακοσίας. ἀναλαβὼν δὲ κατὰ πλοῦν τῶν φίλων τοὺς πεφευγότας ἐπυνθάνετο τοῦ πολέμου τὴν Φουλβίαν αἰτίαν γεγονέναι, φύσει μὲν οὖσαν πολυπράγμονα καὶ θρασεῖαν, ἐλπίζουσαν δὲ τῆς Κλεοπάτρας ἀπάξειν τὸν Ἀντώνιον εἴ τι γένοιτο κίνημα περὶ τὴν Ἰταλίαν. [3] συμβαίνει δὲ ἀπὸ τύχης καὶ Φουλβίαν πλέουσαν πρὸς αὐτὸν ἐν Σικυῶνι νόσῳ τελευτῆσαι· διὸ καὶ μᾶλλον αἱ πρὸς Καίσαρα διαλλαγαὶ καιρὸν ἔσχον. ὡς γὰρ προσέμιξε τῇ Ἰταλίᾳ καὶ Καῖσαρ ἦν φανερὸς ἐκείνῳ μὲν οὐθὲν ἐγκαλῶν, αὐτὸς δ᾽ ὧν ἐνεκαλεῖτο τὰς αἰτίας τῇ Φουλβία προστριβόμενος, οὐκ εἴων ἐξελέγχειν οἱ φίλοι τὴν πρόφασιν, [4] ἀλλὰ διέλυον ἀμφοτέρους καὶ διῄρουν τὴν ἡγεμονίαν, ὅρον ποιούμενοι τὸν Ἰόνιον, καὶ τὰ μὲν ἑῷα νέμοντες Ἀντωνίῳ, τὰ δ᾽ ἑσπέρια Καίσαρι, Λέπιδον δὲ Λιβύην ἔχειν ἐῶντες, ὑπατεύειν δὲ τάξαντες, ὅτε μὴ δόξειεν αὐτοῖς, φίλους ἑκατέρων παρὰ μέρος.
31. ταῦτα ἔχειν καλῶς δοκοῦντα πίστεως ἐδεῖτο σφοδροτέρας, ἣν ἡ τύχη παρέσχεν. Ὀκταουία γὰρ ἦν ἀδελφὴ πρεσβυτέρα μέν, οὐχ ὁμομητρία δὲ Καίσαρι· ἐγεγόνει γὰρ ἐξ Ἀγχαρίας, ὁ δὲ ὕστερον ἐξ Ἀτίας. ἔστεργε δ᾽ ὑπερφυῶς τὴν ἀδελφήν, χρῆμα θαυμαστόν, ὡς λέγεται, γυναικὸς γενομένην. [2] αὕτη, Γαΐου Μαρκέλλου τοῦ γήμαντος αὐτὴν οὐ πάλαι τεθνηκότος, ἐχήρευεν. ἐδόκει δὲ καὶ Φουλβίας ἀποιχομένης χηρεύειν Ἀντώνιος, ἔχειν μὲν οὐκ ἀρνούμενος Κλεοπάτραν, γάμῳ δὲ οὐχ ὁμολογῶν, ἀλλ᾽ ἔτι τῷ λόγῳ περί γε τούτου πρὸς τὸν ἔρωτα τῆς Αἰγυπτίας μαχόμενος. τοῦτον ἅπαντες εἰσηγοῦντο τὸν γάμον, ἐλπίζοντες τὴν Ὀκταουίαν ἐπὶ κάλλει τοσούτῳ σεμνότητα καὶ νοῦν ἔχουσαν, εἰς ταὐτὸν τῷ Ἀντωνίῳ παραγενομένην καὶ στερχθεῖσαν, ὡς εἰκὸς τοιαύτην γυναῖκα, πάντων πραγμάτων αὐτοῖς σωτηρίαν ἔσεσθαι καὶ σύγκρασιν. [3] ὡς οὖν ἔδοξεν ἀμφοτέροις, ἀναβάντες εἰς Ῥώμην ἐπετέλουν τὸν Ὀκταουίας γάμον, οὐκ ἐῶντος μὲν νόμου πρὸ δέκα μηνῶν ἀνδρὸς τελευτήσαντος γαμεῖσθαι, τῆς δὲ συγκλήτου δόγματι τὸν χρόνον ἐκείνοις ἀνείσης.
Πλούταρχος, Βίος τοῦ Ἀντωνίου, 32
editὈκταουιανὸς ἐν τῇ δύσει
32. Σέξτου δὲ Πομπηΐου Σικελίαν μὲν ἔχοντος, Ἰταλίαν δὲ πορθοῦντος, λῃστρίσι δὲ ναυσὶ πολλαῖς, ὧν Μηνᾶς ὁ πειρατὴς καὶ Μενεκράτης ἦρχον, ἄπλουν τὴν θάλασσαν πεποιηκότος, Ἀντωνίῳ δὲ κεχρῆσθαι δοκοῦντος φιλανθρώπως (ὑπεδέξατο γὰρ αὐτοῦ τὴν μητέρα τῇ Φουλβίᾳ συνεκπεσοῦσαν), ἔδοξε καὶ πρὸς τοῦτον διαλυθῆναι. [2] καὶ συνῆλθον εἰς ταὐτὸν κατὰ τὴν ἐν Μισηνοῖς ἄκραν καὶ τὸ χῶμα, Πομπηΐῳ μὲν τοῦ στόλου παρορμοῦντος, Ἀντωνίῳ δὲ καὶ Καίσαρι τῶν πεζῶν παρακεκριμένων. ἐπεὶ δὲ συνέθεντο Πομπήϊον ἔχοντα Σαρδόνα καὶ Σικελίαν καθαράν τε λῃστηρίων παρέχειν τὴν θάλατταν καὶ σίτου τι τεταγμένον ἀποστέλλειν εἰς Ῥώμην, ἐκάλουν ἐπὶ δεῖπνον ἀλλήλους. [3] κληρουμένων δὲ πρῶτος ἑστιᾶν αὐτοὺς ἔλαχε Πομπήϊος. ἐρομένου δὲ αὐτὸν Ἀντωνίου, ποῦ δειπνήσουσιν, «ἐνταῦθα,» ἔφη, δείξας τὴν στρατηγίδα ναῦν οὖσαν ἑξήρη «πατρῷος γὰρ οἶκος αὕτη Πομπηΐῳ λέλειπται.» ταῦτα δὲ εἰς τὸν Ἀντώνιον ὀνειδίζων ἔλεγεν, ἐπεὶ τὴν Πομπηΐου τοῦ πατρὸς γενομένην οἰκίαν ἐκεῖνος εἶχεν. ὁρμίσας δὲ τὴν ναῦν ἐπ᾽ ἀγκυρῶν καὶ διάβασίν τινα γεφυρώσας ἀπὸ τῆς ἄκρας ἀνελάμβανεν αὐτοὺς προθύμως. [4] ἀκμαζούσης δὲ τῆς συνουσίας καὶ τῶν εἰς Κλεοπάτραν καὶ Ἀντώνιον ἀνθούντων σκωμμάτων, Μηνᾶς ὁ πειρατὴς τῷ Πομπηΐῳ προσελθὼν ὡς μὴ κατακούειν ἐκείνους, «βούλει,» φησί, «τὰς ἀγκύρας τῆς νεὼς ὑποτέμω καὶ ποιήσω σε μὴ Σικελίας καὶ Σαρδόνος, ἀλλὰ τῆς Ῥωμαίων κύριον ἡγεμονίας;» [5] ὁ δὲ Πομπήϊος ἀκούσας καὶ πρὸς αὑτῷ γενόμενος βραχὺν χρόνον, «ἔδει σε,» φησίν, «ὦ Μηνᾶ, τοῦτο ἐμοὶ μὴ προειπόντα ποιῆσαι· νυνὶ δὲ τὰ παρόντα στέργωμεν· ἐπιορκεῖν γὰρ οὐκ ἐμόν.» οὗτος μὲν οὖν πάλιν ἀνθεστιαθεὶς ὑπ᾽ ἀμφοτέρων εἰς τὴν Σικελίαν ἀπέπλευσεν.
Πλούταρχος, Βίος τοῦ Ἀντωνίου, 33
editἈντώνιος ἐν τῇ ἀνατολῇ (38–34 π.Χ.)
33. Ἀντώνιος δὲ μετὰ τὰς διαλύσεις Οὐεντίδιον μὲν εἰς Ἀσίαν προὔπεμπε Πάρθοις ἐμποδὼν ἐσόμενον τοῦ πρόσω χωρεῖν, αὐτὸς δὲ Καίσαρι χαριζόμενος ἱερεὺς ἀπεδείχθη τοῦ προτέρου Καίσαρος· καὶ τἆλλα κοινῶς καὶ φιλικῶς ἐν τοῖς πολιτικοῖς καὶ μεγίστοις ἔπραττον. αἱ δὲ περὶ τὰς παιδιὰς ἅμιλλαι τὸν Ἀντώνιον ἐλύπουν ἀεὶ τοῦ Καίσαρος ἔλαττον φερόμενον. [2] ἦν γάρ τις ἀνὴρ σὺν αὐτῷ μαντικὸς ἀπ᾽ Αἰγύπτου τῶν τὰς γενέσεις ἐπισκοπούντων, ὃς εἴτε Κλεοπάτρᾳ χαριζόμενος εἴτε χρώμενος ἀληθείᾳ πρὸς τὸν Ἀντώνιον ἐπαρρησιάζετο, λέγων τὴν τύχην αὐτοῦ λαμπροτάτην οὖσαν καὶ μεγίστην ὑπὸ τῆς Καίσαρος ἀμαυροῦσθαι, καὶ συνεβούλευε πορρωτάτω τοῦ νεανίσκου ποιεῖν ἑαυτόν. «ὁ γὰρ σός,» ἔφη, «δαίμων τὸν τούτου φοβεῖται· καὶ γαῦρος ὢν καὶ ὑψηλὸς ὅταν ᾖ καθ᾽ ἑαυτόν, ὑπ᾽ ἐκείνου γίνεται ταπεινότερος ἐγγίσαντος καὶ ἀγεννέστερος.» [3] καὶ μέντοι τὰ γινόμενα τῷ Αἰγυπτίῳ μαρτυρεῖν ἐδόκει. λέγεται γὰρ ὅτι κληρουμένων μετὰ παιδιᾶς ἐφ᾽ ὅτῳ τύχοιεν ἑκάστοτε καὶ κυβευόντων ἔλαττον ἔχων ὁ Ἀντώνιος ἀπῄει. πολλάκις δὲ συμβαλόντων ἀλεκτρυόνας, πολλάκις δὲ μαχίμους ὄρτυγας, ἐνίκων οἱ Καίσαρος.
ἐφ᾽ οἷς ἀνιώμενος ἀδήλως ὁ Ἀντώνιος καὶ μᾶλλόν τι τῷ Αἰγυπτίῳ προσέχων, ἀπῆρεν ἐκ τῆς Ἰταλίας, ἐγχειρίσας Καίσαρι τὰ οἰκεῖα· τὴν δὲ Ὀκταουίαν ἄχρι τῆς Ἑλλάδος ἐπήγετο θυγατρίου γεγονότος αὐτοῖς. [4] διαχειμάζοντι δὲ αὐτῷ περὶ Ἀθήνας ἀπαγγέλλεται τὰ πρῶτα τῶν Οὐεντιδίου κατορθωμάτων, ὅτι μάχῃ τοὺς Πάρθους κρατήσας Λαβιηνὸν ἀπεκτόνοι καὶ Φαρναπάτην ἡγεμονικώτατον τῶν Ὑρώδου βασιλέως στρατηγῶν. ἐπὶ τούτοις εἱστία τοὺς Ἕλληνας, ἐγυμνασιάρχει δὲ Ἀθηναίοις, καὶ τὰ τῆς ἡγεμονίας παράσημα καταλιπὼν οἴκοι μετὰ τῶν γυμνασιαρχικῶν ῥάβδων ἐν ἱματίῳ καὶ φαικασίοις προῄει καὶ διαλαμβάνων τοὺς νεανίσκους ἐτραχήλιζεν.
Πλούταρχος, Βίος τοῦ Ἀντωνίου, 36–37
edit36. εὕδουσα δ᾽ ἡ δεινὴ συμφορὰ χρόνον πολύν, ὁ Κλεοπάτρας ἔρως, δοκῶν κατευνάσθαι καὶ κατακεκηλῆσθαι . τοῖς βελτίοσι λογισμοῖς, αὖθις ἀνέλαμπε καὶ ἀνεθάρρει Συρία πλησιάζοντος αὐτοῦ. καὶ τέλος, ὥσπερ φησὶν ὁ Πλάτων τὸ δυσπειθὲς καὶ ἀκόλαστον τῆς ψυχῆς ὑποζύγιον, ἀπολακτίσας τὰ καλὰ καὶ σωτήρια πάντα Καπίτωνα Φοντήϊον ἔπεμψεν ἄξοντα Κλεοπάτραν εἰς Συρίαν. [2] ἐλθούσῃ δὲ χαρίζεται καὶ προστίθησι μικρὸν οὐδὲν οὐδ᾽ ὀλίγον, ἀλλὰ Φοινίκην, κοίλην Συρίαν, Κύπρον, Κιλικίας πολλήν· ἔτι δὲ τῆς τε Ἰουδαίων τὴν τὸ βάλσαμον φέρουσαν καὶ τῆς Ναβαταίων Ἀραβίας ὅση πρὸς τὴν ἐκτὸς ἀποκλίνει θάλασσαν. αὗται μάλιστα Ῥωμαίους ἠνίασαν αἱ δωρεαί. καίτοι πολλοῖς ἐχαρίζετο τετραρχίας καὶ βασιλείας ἐθνῶν μεγάλων, ἰδιώταις οὖσι, πολλοὺς δ᾽ ἀφῃρεῖτο βασιλείας, ὡς Ἀντίγονον τὸν Ἰουδαῖον, ὃν καὶ προαγαγὼν ἐπελέκισεν, οὐδενὸς πρότερον ἑτέρου βασιλέως οὕτω κολασθέντος. [3] ἀλλὰ τὸ αἰσχρὸν ἦν τῶν Κλεοπάτρας τιμῶν ἀνιαρότατον. ηὔξησε δὲ τὴν διαβολὴν παῖδας ἐξ αὐτῆς διδύμους ἀνελόμενος, καὶ προσαγορεύσας τὸν μὲν Ἀλέξανδρον, τὴν δὲ Κλεοπάτραν, ἐπίκλησιν δὲ τὸν μὲν Ἥλιον, τὴν δὲ Σελήνην. οὐ μὴν ἀλλ᾽ ἀγαθὸς ὢν ἐγκαλλωπίσασθαι τοῖς αἰσχροῖς ἔλεγε τῆς μὲν Ῥωμαίων ἡγεμονίας οὐ δι᾽ ὧν λαμβάνουσιν, ἀλλ᾽ ἐν οἷς χαρίζονται φαίνεσθαι τὸ μέγεθος· διαδοχαῖς δὲ καὶ τεκνώσεσι πολλῶν βασιλέων πλατύνεσθαι τὰς εὐγενείας. [4] οὕτω γοῦν ὑφ᾽ Ἡρακλέους τεκνωθῆναι τὸν αὑτοῦ πρόγονον, οὐκ ἐν μιᾷ γαστρὶ θεμένου τὴν διαδοχὴν οὐδὲ νόμους Σολωνείους καὶ κυήσεως εὐθύνας δεδοικότος, ἀλλὰ τῇ φύσει πολλὰς γενῶν ἀρχὰς καὶ καταβολὰς ἀπολιπεῖν ἐφιέντος.
37. ἐπεὶ δὲ Φραάτου κτείναντος Ὑρώδην τὸν πατέρα καὶ τὴν βασιλείαν κατασχόντος ἄλλοι τε Πάρθων ἀπεδίδρασκον οὐκ ὀλίγοι, καὶ Μοναίσης, ἀνὴρ ἐπιφανὴς καὶ δυνατός, ἧκε φεύγων πρὸς Ἀντώνιον, τὰς μὲν ἐκείνου τύχας ταῖς Θεμιστοκλέους εἰκάσας, περιουσίαν δὲ τὴν ἑαυτοῦ καὶ μεγαλοφροσύνην τοῖς Περσῶν βασιλεῦσι παραβαλών, ἐδωρήσατο τρεῖς πόλεις αὐτῷ, Λάρισσαν καὶ Ἀρέθουσαν καὶ Ἱερὰν πόλιν, ἣν Βαμβύκην πρότερον ἐκάλουν. [2] τοῦ δὲ Πάρθων βασιλέως τῷ Μοναίσῃ δεξιὰν καταπέμψαντος, ἄσμενος αὐτὸν ἀπέστειλεν ὁ Ἀντώνιος, ἐξαπατᾶν μὲν ἐγνωκὼς τὸν Φραάτην, ὡς εἰρήνης ἐσομένης, ἀξιῶν δὲ τὰς ἁλούσας ἐπὶ Κράσσου σημαίας καὶ τῶν ἀνδρῶν ἀπολαβεῖν τοὺς περιόντας. αὐτὸς δὲ Κλεοπάτραν εἰς Αἴγυπτον ἀποπέμψας ἐχώρει δι᾽ Ἀραβίας καὶ Ἀρμενίας, [3] ὅπου συνελθούσης αὐτῷ τῆς δυνάμεως καὶ τῶν συμμάχων βασιλέων (πάμπολλοι δὲ ἦσαν οὗτοι, μέγιστος δὲ πάντων ὁ τῆς Ἀρμενίας Ἀρταουάσδης, ἑξακισχιλίους ἱππεῖς καὶ πεζοὺς ἑπτακισχιλίους παρέχων) ἐξήτασε τὸν στρατόν. ἦσαν δὲ Ῥωμαίων μὲν αὐτῶν ἑξακισμύριοι πεζοὶ καὶ τὸ Ῥωμαίοις συντεταγμένον ἱππικόν, Ἰβήρων καὶ Κελτῶν μύριοι, τῶν δὲ ἄλλων ἐθνῶν ἐγένοντο τρεῖς μυριάδες σὺν ἱππεῦσιν ὁμοῦ καὶ ψιλοῖς.
[4] τοσαύτην μέντοι παρασκευὴν καὶ δύναμιν, ἣ καὶ τοὺς πέραν Βάκτρων Ἰνδοὺς ἐφόβησε καὶ πᾶσαν ἐκράδανε τὴν Ἀσίαν, ἀνόνητον αὐτῷ διὰ Κλεοπάτραν γενέσθαι λέγουσι. σπεύδοντα γὰρ ἐκείνῃ συνδιαχειμάσαι, τὸν πόλεμον ἐξενεγκεῖν πρὸ καιροῦ καὶ πᾶσι χρήσασθαι τεταραγμένως, οὐκ ὄντα τῶν ἑαυτοῦ λογισμῶν, ἀλλ᾽ ὡς ὑπὸ¹ φαρμάκων τινῶν ἢ γοητείας παπταίνοντα πρὸς ἐκείνην ἀεί, καὶ πρὸς τὸ τάχιον ἐπανελθεῖν μᾶλλον ἢ πρὸς τὸ κρατῆσαι τῶν πολεμίων γενόμενον.
¹ ὡς ὑπὸ Naber· ὑπό.
Πλούταρχος, Βίος τοῦ Ἀντωνίου, 51
edit51. τότε δὲ διὰ πολλοῦ χειμῶνος ἤδη καὶ νιφετῶν ἀπαύστων ἐπειγόμενος ὀκτακισχιλίους ἀπέβαλε καθ᾽ ὁδόν. αὐτὸς δὲ καταβὰς ὀλιγοστὸς ἐπὶ θάλασσαν ἐν χωρίῳ τινὶ μεταξὺ Βηρυτοῦ κειμένῳ καὶ Σιδῶνος, Λευκὴ κώμη καλεῖται, Κλεοπάτραν περιέμενε· καὶ βραδυνούσης ἀδημονῶν ἤλυε, ταχὺ μὲν εἰς τὸ πίνειν καὶ μεθύσκεσθαι διδοὺς ἑαυτόν, [2] οὐ καρτερῶν δὲ κατακείμενος, ἀλλὰ μεταξὺ πινόντων ἀνιστάμενος καὶ ἀναπηδῶν πολλάκις ἐπισκοπεῖν, ἕως ἐκείνη κατέπλευσεν, ἐσθῆτα πολλὴν καὶ χρήματα κομίζουσα τοῖς στρατιώταις. εἰσὶ δὲ οἱ λέγοντες ὅτι τὴν μὲν ἐσθῆτα παρ᾽ ἐκείνης λαβών, τὸ δὲ ἀργύριον ἐκ τῶν ἰδίων ἑαυτοῦ, διένειμεν ὡς ἐκείνης διδούσης.
Πλούταρχος, Βίος τοῦ Ἀντωνίου, 53
edit53. ἐν δὲ Ῥώμῃ βουλομένης Ὀκταουίας πλεῦσαι πρὸς Ἀντώνιον, ἐπέτρεψε Καῖσαρ, ὡς οἱ πλείους λέγουσιν, οὐκ ἐκείνῃ χαριζόμενος, ἀλλ᾽ ὅπως περιυβρισθεῖσα καὶ καταμεληθεῖσα πρὸς τὸν πόλεμον αἰτίαν εὐπρεπῆ παράσχοι. γενομένη δὲ ἐν Ἀθήναις ἐδέξατο γράμματα παρὰ Ἀντωνίου κελεύοντος αὐτόθι προσμένειν καὶ τὰ περὶ τὴν ἀνάβασιν δηλοῦντος. [2] ἡ δέ, καίπερ ἀχθομένη καὶ νοοῦσα τὴν πρόφασιν, ὅμως ἔγραψε πυνθανομένη ποῖ κελεύει πεμφθῆναι τὰ κομιζόμενα πρὸς αὐτόν. ἐκόμιζε δὲ πολλὴν μὲν ἐσθῆτα στρατιωτικήν, πολλὰ δὲ ὑποζύγια καὶ χρήματα καὶ δῶρα τοῖς περὶ αὐτὸν ἡγεμόσι καὶ φίλοις· ἐκτὸς δὲ τούτων στρατιώτας ἐπιλέκτους δισχιλίους εἰς στρατηγικὰς σπείρας κεκοσμημένους ἐκπρεπέσι πανοπλίαις. ταῦτα Νίγρος τις Ἀντωνίου φίλος ἀποσταλεὶς παρ᾽ αὐτῆς ἔφραζε, καὶ προσετίθει τοὺς ἀξίους καὶ πρέποντας ἐπαίνους.
[3] αἰσθομένη δὲ ἡ Κλεοπάτρα τὴν Ὀκταουίαν ὁμόσε χωροῦσαν αὑτῇ, καὶ φοβηθεῖσα μὴ τοῦ τρόπου τῇ σεμνότητι καὶ τῇ Καίσαρος δυνάμει προσκτησαμένη τὸ καθ᾽ ἡδονὴν ὁμιλεῖν καὶ θεραπεύειν Ἀντώνιον ἄμαχος γένηται καὶ κρατήσῃ παντάπασι τοῦ ἀνδρός, ἐρᾶν αὐτὴ προσεποιεῖτο τοῦ Ἀντωνίου, καὶ τὸ σῶμα λεπταῖς καθῄρει διαίταις· τὸ δὲ βλέμμα προσιόντος ἐκπεπληγμένον, ἀπερχομένου δὲ τηκόμενον καὶ ταπεινούμενον ὑπεφαίνετο. [4] πραγματευομένη δὲ πολλάκις ὀφθῆναι δακρύουσα ταχὺ τῶν δακρύων ἀφῄρει καὶ ἀπέκρυπτεν, ὡς δὴ βουλομένη λανθάνειν ἐκεῖνον. ἐπράττετο δὲ ταῦτα μέλλοντος τοῦ ἀνδρὸς ἐκ Συρίας ἀναβαίνειν πρὸς τὸν Μῆδον. οἱ δὲ κόλακες σπουδάζοντες ὑπὲρ αὐτῆς ἐλοιδόρουν τὸν Ἀντώνιον ὡς σκληρὸν καὶ ἀπαθῆ καὶ παραπολλύντα γύναιον εἰς ἕνα καὶ μόνον ἐκεῖνον ἀνηρτημένον. [5] Ὀκταουίαν μὲν γὰρ πραγμάτων ἕνεκα διὰ τὸν ἀδελφὸν συνελθεῖν καὶ τὸ τῆς γαμετῆς ὄνομα καρποῦσθαι· Κλεοπάτραν δὲ τοσούτων ἀνθρώπων βασιλεύουσαν ἐρωμένην Ἀντωνίου καλεῖσθαι, καὶ τοὔνομα τοῦτο μὴ φεύγειν μηδ᾽ ἀπαξιοῦν, ἕως ὁρᾶν ἐκεῖνον ἔξεστι καὶ συζῆν· ἀπελαυνομένην δὲ τούτου μὴ περιβιώσεσθαι. [6] τέλος δ᾽ οὖν οὕτω τὸν ἄνθρωπον ἐξέτηξαν καὶ ἀπεθήλυναν, ὥστε δείσαντα μὴ Κλεοπάτρα πρόηται τὸν βίον, εἰς Ἀλεξάνδρειαν ἐπανελθεῖν, τὸν δὲ Μῆδον εἰς ὥραν ἔτους ἀναβαλέσθαι, καίπερ ἐν στάσει τῶν Παρθικῶν εἶναι λεγομένων. οὐ μὴν ἀλλὰ τοῦτον μὲν ἀναβὰς αὖθις εἰς φιλίαν προσηγάγετο, καὶ λαβὼν ἑνὶ τῶν ἐκ Κλεοπάτρας υἱῶν γυναῖκα μίαν αὐτοῦ τῶν θυγατέρων ἔτι μικρὰν οὖσαν ἐγγυήσας ἐπανῆλθεν, ἤδη πρὸς τὸν ἐμφύλιον πόλεμον τετραμμένος.
Πλούταρχος, Βίος τοῦ Ἀντωνίου, 55–60
editΣυναγωγαὶ πολέμου (33–32 π.Χ.)
55. ταῦτα δὲ εἰς σύγκλητον ἐκφέρων Καῖσαρ καὶ πολλάκις ἐν τῷ δήμῳ κατηγορῶν παρώξυνε τὸ πλῆθος ἐπ᾽ Ἀντώνιον. ἔπεμπε δὲ καὶ Ἀντώνιος ἀντεγκαλῶν ἐκείνῳ. μέγιστα δ᾽ ἦν ὧν ἐνεκάλει, πρῶτον μέν, ὅτι Πομπηΐου Σικελίαν ἀφελόμενος οὐκ ἔνειμε μέρος αὐτῷ τῆς νήσου· δεύτερον, ὅτι χρησάμενος ναῦς παρ᾽ αὐτοῦ πρὸς τὸν πόλεμον ἀπεστέρησε· τρίτον, ὅτι τὸν συνάρχοντα Λέπιδον ἐκβαλὼν τῆς ἀρχῆς καὶ ποιήσας ἄτιμον αὐτὸς ἔχει στρατὸν καὶ χώραν καὶ προσόδους τὰς ἐκείνῳ προσνεμηθείσας· [2] ἐπὶ πᾶσιν, ὅτι τοῖς αὑτοῦ στρατιώταις ἅπασαν ὀλίγου δεῖν Ἰταλίαν κατακεκληρούχηκε, μηδὲν λιπὼν τοῖς ἐκείνου. πρὸς ταῦτα Καῖσαρ ἀπελογεῖτο Λέπιδον μὲν ὑβρίζοντα καταπαῦσαι τῆς ἀρχῆς, ἃ δὲ ἔσχηκε πολεμήσας, νεμήσεσθαι πρὸς Ἀντώνιον ὅταν κἀκεῖνος Ἀρμενίαν πρὸς αὐτόν· τοῖς δὲ στρατιώταις Ἰταλίας μὴ μετεῖναι· Μηδίαν γὰρ ἔχειν καὶ Παρθίαν αὐτούς, ἃς προσεκτήσαντο Ῥωμαίοις καλῶς ἀγωνισάμενοι μετὰ τοῦ αὐτοκράτορος.
56. ταῦτα ἐν Ἀρμενίᾳ διατρίβων Ἀντώνιος ἤκουσε· καὶ Κανίδιον εὐθὺς ἐκέλευσεν ἑκκαίδεκα τέλη λαβόντα καταβαίνειν ἐπὶ θάλατταν. αὐτὸς δὲ Κλεοπάτραν ἀναλαβὼν εἰς Ἔφεσον ἧκε. καὶ τὸ ναυτικὸν ἐκεῖ συνῄει πανταχόθεν, ὀκτακόσιαι σὺν ὁλκάσι νῆες, ὧν Κλεοπάτρα παρεῖχε διακοσίας καὶ τάλαντα δισμύρια καὶ τροφὴν τῷ στρατῷ παντὶ πρὸς τὸν πόλεμον. [2] Ἀντώνιος δὲ πεισθεὶς ὑπὸ Δομιτίου καί τινων ἄλλων ἐκέλευε Κλεοπάτραν πλεῖν ἐπ᾽ Αἰγύπτου κἀκεῖ διακαραδοκεῖν τὸν πόλεμον. ἡ δὲ φοβουμένη τὰς δι᾽ Ὀκταουίας πάλιν αὐτοῦ διαλύσεις ἔπεισε πολλοῖς Κανίδιον χρήμασιν Ἀντωνίῳ διαλεχθῆναι περὶ αὐτῆς, ὡς οὔτε δίκαιον ἀπελαύνεσθαι τοῦ πολέμου γυναῖκα συμβολὰς τηλικαύτας διδοῦσαν, [3] οὔτε συμφέρον ἀθυμοτέρους ποιεῖν τοὺς Αἰγυπτίους μέγα μέρος τῆς ναυτικῆς δυνάμεως ὄντας· ἄλλως δὲ μηδὲ ὁρᾶν οὗτινος τῶν συστρατευόντων βασιλέων ἀπολείποιτο τὸ φρονεῖν Κλεοπάτρα, πολὺν μὲν χρόνον δι᾽ αὑτῆς κυβερνῶσα βασιλείαν τοσαύτην, πολὺν δὲ ἐκείνῳ συνοῦσα καὶ μανθάνουσα χρῆσθαι πράγμασι μεγάλοις. ταῦτα (ἔδει γὰρ εἰς Καίσαρα πάντα περιελθεῖν) ἐνίκα· καὶ συνιουσῶν τῶν δυνάμεων πλεύσαντες εἰς Σάμον ἐν εὐπαθείαις ἦσαν. [4] ὥσπερ γὰρ βασιλεῦσι καὶ δυνάσταις καὶ τετράρχαις ἔθνεσί τε καὶ πόλεσι πάσαις ταῖς μεταξὺ Συρίας καὶ Μαιώτιδος καὶ Ἀρμενίας καὶ Ἰλλυριῶν προείρητο πέμπειν καὶ κομίζειν τὰς εἰς τὸν πόλεμον παρασκευάς, οὕτω πᾶσι τοῖς περὶ τὸν Διόνυσον τεχνίταις ἐπάναγκες ἦν εἰς Σάμον ἀπαντᾶν· καὶ τῆς ἐν κύκλῳ σχεδὸν ἁπάσης οἰκουμένης περιθρηνουμένης καὶ περιστεναζομένης, μία νῆσος ἐφ᾽ ἡμέρας πολλὰς κατηυλεῖτο καὶ κατεψάλλετο πληρουμένων θεάτρων καὶ χορῶν ἀγωνιζομένων. [5] συνέθυε δὲ καὶ πόλις πᾶσα βοῦν πέμπουσα, καὶ βασιλεῖς διημιλλῶντο ταῖς ὑποδοχαῖς καὶ δωρεαῖς πρὸς ἀλλήλους. ὥστε καὶ λόγος διῄει, τίνες ἔσονται κρατήσαντες ἐν τοῖς ἐπινικίοις οἱ τοῦ πολέμου τὰς παρασκευὰς οὕτω πολυτελῶς ἑορτάζοντες.
57. γενόμενος δὲ ἀπὸ τούτων τοῖς μὲν περὶ τὸν Διόνυσον τεχνίταις Πριήνην ἔδωκεν οἰκητήριον, αὐτὸς δὲ πλεύσας εἰς Ἀθήνας πάλιν ἐν παιδιαῖς ἦν καὶ θεάτροις. ζηλοτυποῦσα δὲ Κλεοπάτρα τὰς Ὀκταουίας ἐν τῇ πόλει τιμάς (ἠγαπήθη γὰρ ὑπὸ τῶν Ἀθηναίων ἡ Ὀκταουία μάλιστα) πολλαῖς ἀνελάμβανε φιλοτιμίαις τὸν δῆμον. [2] οἱ δὲ τιμὰς αὐτῇ ψηφισάμενοι πρέσβεις ἔπεμψαν ἐπὶ τὴν οἰκίαν τὸ ψήφισμα κομίζοντας, ὧν εἷς ἦν Ἀντώνιος, ὡς δὴ πολίτης Ἀθηναίων· καὶ δὴ καταστὰς ἐπ᾽ αὐτῆς λόγον ὑπὲρ τῆς πόλεως διεξῆλθεν. εἰς δὲ Ῥώμην ἔπεμψε τοὺς Ὀκταουίαν ἐκ τῆς οἰκίας ἐκβαλοῦντας. [3] ἀπελθεῖν δέ φασιν αὐτὴν τὰ μὲν τέκνα πάντα Ἀντωνίου μεθ᾽ ἑαυτῆς ἔχουσαν ἄνευ τοῦ πρεσβυτάτου τῶν ἐκ Φουλβίας (ἐκεῖνος γὰρ ἦν παρὰ τῷ πατρί), κλαίουσαν δὲ καὶ δυσφοροῦσαν εἰ δόξει μία τῶν αἰτιῶν τοῦ πολέμου καὶ αὐτὴ γεγονέναι. Ῥωμαῖοι δὲ ᾤκτειρον οὐκ ἐκείνην, ἀλλ᾽ Ἀντώνιον, καὶ μᾶλλον οἱ Κλεοπάτραν ἑωρακότες οὔτε κάλλει τῆς Ὀκταουίας οὔτε ὥρᾳ διαφέρουσαν.
58. Καῖσαρ δὲ τὸ τάχος καὶ τὸ μέγεθος τῆς παρασκευῆς ἀκούσας ἐθορυβήθη, μὴ τοῦ θέρους ἐκείνου διαπολεμεῖν ἀναγκασθῇ. καὶ γὰρ ἐνέδει πολλά, καὶ τοὺς ἀνθρώπους ἐλύπουν αἱ τῶν χρημάτων εἰσπράξεις· ἀναγκαζόμενοι γὰρ οἱ μὲν ἄλλοι τὰ τέταρτα τῶν καρπῶν, οἱ δὲ ἐξελευθερικοὶ τῶν κτημάτων αὐτῶν τὰς ὀγδόας ἀποφέρειν κατεβόων αὐτοῦ, καὶ ταραχαὶ κατεῖχον ἐκ τούτων ἅπασαν τὴν Ἰταλίαν. [2] ὅθεν ἐν τοῖς μεγίστοις ἁμαρτήμασιν Ἀντωνίου τὴν ἀναβολὴν τοῦ πολέμου τίθενται. καὶ γὰρ παρασκευάσασθαι χρόνον ἔδωκε Καίσαρι καὶ τὰς ταραχὰς τῶν ἀνθρώπων ἐξέλυσε. πραττόμενοι γὰρ ἠγριαίνοντο, πραχθέντες δὲ καὶ δόντες ἡσύχαζον. Τίτιος δὲ καὶ Πλάγκος, Ἀντωνίου φίλοι τῶν ὑπατικῶν, ὑπὸ Κλεοπάτρας προπηλακιζόμενοι (πλεῖστα γὰρ ἠναντιώθησαν αὐτῇ περὶ τοῦ συστρατεύειν) ἀποδράντες ᾤχοντο πρὸς Καίσαρα, καὶ περὶ τῶν Ἀντωνίου διαθηκῶν ἐγένοντο μηνυταί, τὰ γεγραμμένα συνειδότες. [3] ἀπέκειντο δ᾽ αὗται παρὰ ταῖς Ἑστιάσι παρθένοις, καὶ Καίσαρος αἰτοῦντος οὐκ ἔδωκαν· εἰ δὲ βούλοιτο λαμβάνειν, ἐλθεῖν αὐτὸν ἐκέλευον. ἔλαβεν οὖν ἐλθών· καὶ πρῶτον μὲν αὐτὸς ἰδίᾳ τὰ γεγραμμένα διῆλθε, καὶ παρεσημήνατο τόπους τινὰς εὐκατηγορήτους· ἔπειτα τὴν βουλὴν ἀθροίσας ἀνεγίνωσκε, τῶν πλείστων ἀηδῶς ἐχόντων. [4] ἀλλόκοτον γὰρ ἔδοξεν εἶναι καὶ δεινόν, εὐθύνας τινὰ διδόναι ζῶντα περὶ ὧν ἐβουλήθη γενέσθαι μετὰ τὴν τελευτήν. ἐπεφύετο δὲ τῶν γεγραμμένων μάλιστα τῷ περὶ τῆς ταφῆς. ἐκέλευε γὰρ αὑτοῦ τὸ σῶμα, κἂν ἐν Ῥώμῃ τελευτήσῃ, δἰ ἀγορᾶς πομπευθὲν εἰς Ἀλεξάνδρειαν ὡς Κλεοπάτραν ἀποσταλῆναι. [5] Καλουΐσιος δὲ Καίσαρος ἑταῖρος ἔτι καὶ ταῦτα τῶν εἰς Κλεοπάτραν ἐγκλημάτων Ἀντωνίῳ προὔφερε· χαρίσασθαι μὲν αὐτῇ τὰς ἐκ Περγάμου βιβλιοθήκας, ἐν αἷς εἴκοσι μυριάδες βιβλίων ἁπλῶν ἦσαν· ἐν δὲ συνδείπνῳ πολλῶν παρόντων ἀναστάντα τρίβειν αὐτῆς τοὺς πόδας ἔκ τινος ὁρισμοῦ καὶ συνθήκης γενομένης· Ἐφεσίους δὲ ἀνασχέσθαι παρόντος αὐτοῦ κυρίαν τὴν Κλεοπάτραν ἀσπασαμένους· [6] δικάζοντα δὲ πολλάκις τετράρχαις καὶ βασιλεῦσιν ἐπὶ βήματος δελτάρια τῶν ἐρωτικῶν ὀνύχινα καὶ κρυστάλλινα δέχεσθαι παρ᾽ αὐτῆς καὶ ἀναγινώσκειν· Φουρνίου δὲ λέγοντος, ὃς ἦν ἀξιώματος μεγάλου καὶ δεινότατος εἰπεῖν Ῥωμαίων, τὴν μὲν Κλεοπάτραν ἐν φορείῳ διὰ τῆς ἀγορᾶς κομίζεσθαι, τὸν δὲ Ἀντώνιον, ὡς εἶδεν, ἀναπηδήσαντα τὴν μὲν δίκην ἀπολιπεῖν, ἐκκρεμαννύμενον δὲ τοῦ φορείου παραπέμπειν ἐκείνην.
59. ἀλλὰ τούτων μὲν ἐδόκει τὰ πλεῖστα καταψεύδεσθαι Καλουΐσιος· οἱ δὲ φίλοι τοῦ Ἀντωνίου περιϊόντες ἐν Ῥώμῃ τὸν δῆμον ἱκέτευον, ἕνα δὲ ἐξ αὑτῶν ἔπεμψαν Γεμίνιον δεόμενοι τοῦ Ἀντωνίου μὴ περιϊδεῖν αὑτὸν ἀποψηφισθέντα τῆς ἀρχῆς καὶ πολέμιον Ῥωμαίων ἀναγορευθέντα. [2] Γεμίνιος δὲ πλεύσας εἰς τὴν Ἑλλάδα Κλεοπάτρᾳ μὲν ἦν ὕποπτος, ὡς ὑπὲρ Ὀκταουίας πράττων, σκωπτόμενος δὲ παρὰ δεῖπνον ἀεὶ καὶ κλισίαις ἀτίμοις προπηλακιζόμενος ἠνείχετο καιρὸν ἐντεύξεως ἀναμένων· κελευσθεὶς δὲ λέγειν ἐφ᾽ οἷς ἥκει παρὰ τὸ δεῖπνον, τὴν μὲν ἄλλην ἔφη νήφοντος εἶναι διάλεξιν, ἓν δὲ καὶ νήφων ἐπίστασθαι καὶ μεθύων, ὅτι καλῶς ἕξει πάντα Κλεοπάτρας εἰς Αἴγυπτον ἀπαλλαγείσης. [3] πρὸς τοῦτο τοῦ Ἀντωνίου χαλεπήναντος ἡ Κλεοπάτρα «καλῶς,» ἔφη, «πεποίηκας, ὦ Γεμίνιε, τὴν ἀλήθειαν ἄνευ βασάνων ἐξομολογησάμενος.» Γεμίνιος μὲν οὖν μετ᾽ ὀλίγας ἡμέρας ἀποδρὰς εἰς Ῥώμην ᾤχετο. πολλοὺς δὲ καὶ τῶν ἄλλων φίλων οἱ Κλεοπάτρας κόλακες ἐξέβαλον τὰς παροινίας καὶ βωμολοχίας οὐχ ὑπομένοντας, [4] ὧν καὶ Μάρκος ἦν Σιλανὸς καὶ Δέλλιος ὁ ἱστορικός. οὗτος δὲ καὶ δεῖσαί φησιν ἐπιβουλὴν ἐκ Κλεοπάτρας, Γλαύκου τοῦ ἰατροῦ φράσαντος αὐτῷ. προσέκρουσε δὲ Κλεοπάτρᾳ παρὰ δεῖπνον εἰπὼν αὐτοῖς μὲν ὀξίνην ἐγχεῖσθαι, Σάρμεντον δὲ πίνειν ἐν Ῥώμῃ Φαλερῖνον. ὁ δὲ Σάρμεντος ἦν τῶν Καίσαρος παιγνίων παιδάριον, ἃ δηλίκια Ῥωμαῖοι καλοῦσιν.
60. ἐπεὶ δὲ παρεσκεύαστο Καῖσαρ ἱκανῶς, ψηφίζεται Κλεοπάτρᾳ πολεμεῖν, ἀφελέσθαι δὲ τῆς ἀρχῆς Ἀντώνιον ἧς ἐξέστη γυναικί. καὶ προσεπεῖπε Καῖσαρ ὡς Ἀντώνιος μὲν ὑπὸ φαρμάκων οὐδὲ αὑτοῦ κρατοίη, πολεμοῦσι δ᾽ αὐτοῖς Μαρδίων ὁ εὐνοῦχος καὶ Ποθεινὸς καὶ Εἰρὰς ἡ Κλεοπάτρας κουρεύτρια καὶ Χάρμιον, ὑφ᾽ ὧν τὰ μέγιστα διοικεῖται τῆς ἡγεμονίας.
[2] σημεῖα δὲ πρὸ τοῦ πολέμου τάδε γενέσθαι λέγεται. Πείσαυρα μέν, Ἀντωνίου πόλις κληρουχία, ᾠκισμένη παρὰ τὸν Ἀδρίαν, χασμάτων ὑπορραγέντων κατεπόθη. τῶν δὲ περὶ Ἄλβαν Ἀντωνίου λιθίνων ἀνδριάντων ἑνὸς ἱδρὼς ἀνεπίδυεν ἡμέρας πολλάς, ἀποματτόντων τινῶν οὐ παυόμενος. ἐν δὲ Πάτραις διατρίβοντος αὐτοῦ κεραυνοῖς ἐνεπρήσθη τὸ Ἡράκλειον· καὶ τῆς Ἀθήνησι γιγαντομαχίας ὑπὸ πνευμάτων ὁ Διόνυσος ἐκσεισθεὶς εἰς τὸ θέατρον κατηνέχθη· [3] προσῳκείου δὲ ἑαυτὸν Ἀντώνιος Ἡρακλεῖ κατὰ γένος καὶ Διονύσῳ κατὰ τὸν τοῦ βίου ζῆλον, ὥσπερ εἴρηται, Διόνυσος νέος προσαγορευόμενος. ἡ δὲ αὐτὴ θύελλα καὶ τοὺς Εὐμενοῦς καὶ Ἀττάλου κολοσσοὺς ἐπιγεγραμμένους Ἀντωνείους Ἀθήνησιν ἐμπεσοῦσα μόνους ἐκ πολλῶν ἀνέτρεψε. ἡ δὲ Κλεοπάτρας ναυαρχὶς ἐκαλεῖτο μὲν Ἀντωνιάς, σημεῖον δὲ περὶ αὐτὴν δεινὸν ἐφάνη· χελιδόνες γὰρ ὑπὸ τὴν πρύμναν ἐνεόττευσαν· ἕτεραι δὲ ἐπελθοῦσαι καὶ ταύτας ἐξήλασαν καὶ τὰ νεόττια διέφθειραν.
Πλούταρχος, Βίος τοῦ Ἀντωνίου, 61–68
editἩ τοῦ Ἀκτίου Ναυμαχία (Σεπτέμβριος 31 π.Χ.)
61. συνιόντων δὲ πρὸς τὸν πόλεμον Ἀντωνίῳ μὲν ἦσαν αἱ μάχιμοι νῆες οὐκ ἐλάττους πεντακοσίων, ἐν αἷς ὀκτήρεις πολλαὶ καὶ δεκήρεις κεκοσμημέναι σοβαρῶς καὶ πανηγυρικῶς, στρατοῦ δὲ μυριάδες δέκα, δισχίλιοι δ᾽ ἱππεῖς ἐπὶ μυρίοις. βασιλεῖς δὲ ὑπήκοοι συνεμάχουν Βόκχος ὁ Λιβύων καὶ Ταρκόνδημος ὁ τῆς ἄνω Κιλικίας, καὶ Καππαδοκίας μὲν Ἀρχέλαος, Παφλαγονίας δὲ Φιλάδελφος, Κομμαγηνῆς δὲ Μιθριδάτης, Σαδάλας δὲ Θρᾴκης. [2] οὗτοι μὲν αὐτοὶ παρῆσαν, ἐκ δὲ Πόντου Πολέμων στρατὸν ἔπεμπε, καὶ Μάλχος ἐξ Ἀραβίας καὶ Ἡρώδης ὁ Ἰουδαῖος, ἔτι δὲ Ἀμύντας ὁ Λυκαόνων καὶ Γαλατῶν βασιλεύς· ἦν δὲ καὶ παρὰ τοῦ Μήδων βασιλέως ἀπεσταλμένη βοήθεια. Καίσαρι δὲ νῆες ἦσαν πρὸς ἀλκὴν πεντήκοντα καὶ διακόσιαι, στρατοῦ δὲ ὀκτὼ μυριάδες, ἱππεῖς δὲ παραπλήσιοι τὸ πλῆθος τοῖς πολεμίοις. [3] ἦρχον δὲ Ἀντώνιος μὲν τῆς ἀπ᾽ Εὐφράτου καὶ Ἀρμενίας μέχρι πρὸς τὸν Ἰόνιον καὶ Ἰλλυριούς, Καῖσαρ δὲ ἀπ᾽ Ἰλλυριῶν τῆς ἐπὶ τὸν ἑσπέριον ὠκεανὸν καθηκούσης καὶ τῆς ἀπ᾽ ὠκεανοῦ πάλιν ἐπὶ τὸ Τυρρηνικὸν καὶ Σικελικὸν πέλαγος. Λιβύης δὲ τὴν Ἰταλία καὶ Γαλατίᾳ καὶ Ἰβηρίᾳ μέχρι στηλῶν Ἡρακλείων ἀντιπαρήκουσαν εἶχε Καῖσαρ· τὰ δὲ ἀπὸ Κυρήνης μέχρις Αἰθιοπίας Ἀντώνιος.
62. οὕτω δὲ ἄρα προσθήκη τῆς γυναικὸς ἦν ὥστε τῷ πεζῷ πολὺ διαφέρων ἐβούλετο τοῦ ναυτικοῦ τὸ κράτος εἶναι διὰ Κλεοπάτραν, καὶ ταῦτα πληρωμάτων ἀπορίᾳ συναρπαζομένους ὁρῶν ὑπὸ τῶν τριηραρχῶν ἐκ τῆς πολλὰ δὴ τλάσης Ἑλλάδος ὁδοιπόρους, ὀνηλάτας, θεριστάς, ἐφήβους, καὶ οὐδὲ οὕτω πληρουμένας τὰς ναῦς, ἀλλὰ τὰς πλείστας ἀποδεεῖς καὶ μοχθηρῶς πλεούσας. [2] Καῖσαρ δὲ οὐ πρὸς ὕψος οὐδὲ ὄγκον ἐπιδεικτικῶς πεπηγυίαις ναυσίν, εὐστρόφοις δὲ καὶ ταχείαις καὶ πεπληρωμέναις ἀκριβῶς ἐξηρτυμένον ἐν Τάραντι καὶ Βρεντεσίῳ συνέχων τὸ ναυτικόν, ἔπεμπε πρὸς Ἀντώνιον ἀξιῶν μὴ διατρίβειν τὸν χρόνον, ἀλλ᾽ ἔρχεσθαι μετὰ τῶν δυνάμεων· αὐτὸς δὲ τῷ μὲν στόλῳ παρέξειν ὅρμους ἀκωλύτους καὶ λιμένας, ὑποχωρήσειν δὲ τῷ πεζῷ τῆς παραλίας¹ ἵππου δρόμον ἀπὸ θαλάττης, μέχρι ἂν ἀσφαλῶς ἀποβῇ καὶ στρατοπεδεύσηται. [3] τούτοις ἀντικομπάξων Ἀντώνιος αὐτὸν μὲν εἰς μονομαχίαν προὐκαλεῖτο, καίπερ ὢν πρεσβύτερος· εἰ δὲ φεύγοι τοῦτο, περὶ Φάρσαλον ἠξίου τοῖς στρατεύμασιν, ὡς πάλαι Καῖσαρ καὶ Πομπήϊος, διαγωνίσασθαι. φθάνει δὲ Καῖσαρ, Ἀντωνίου περὶ τὸ Ἄκτιον ὁρμοῦντος, ἐν ᾧ τόπῳ νῦν ἡ Νικόπολις ἵδρυται, διαβαλὼν τὸν Ἰόνιον καὶ τῆς Ἠπείρου χωρίον ὃ Τορύνη καλεῖται κατασχών· θορυβουμένων δὲ τῶν περὶ τὸν Ἀντώνιον (ὑστέρει γὰρ ὁ πεζὸς αὐτοῖς) ἡ μὲν Κλεοπάτρα σκώπτουσα, «τί δεινόν,» ἔλεγεν, «εἰ Καῖσαρ ἐπὶ τορύνῃ κάθηται;»
¹ «παραλίας», Ξυλάνδρου διόρθωσις τῶν χειρογράφων. «Ἰταλίας», αἵρεσις τοῦ Sintenis καὶ τοῦ Bekker.
63. Ἀντώνιος δέ, ἅμα ἡμέρᾳ τῶν πολεμίων ἐπιπλεόντων, φοβηθεὶς μὴ τῶν ἐπιβατῶν ἐρήμους ἕλωσι τὰς ναῦς, τοὺς μὲν ἐρέτας ὁπλίσας ἐπὶ τῶν καταστρωμάτων παρέταξεν ὄψεως ἕνεκα, τοὺς δὲ ταρσοὺς τῶν νεῶν ἐγείρας καὶ πτερώσας ἑκατέρωθεν ἐν τῷ στόματι περὶ τὸ Ἄκτιον ἀντιπρῴρους συνεῖχεν, ὡς ἐνήρεις καὶ παρεσκευασμένας ἀμύνεσθαι. [2] καὶ Καῖσαρ μὲν οὕτω καταστρατηγηθεὶς ἀπεχώρησεν. ἔδοξε δὲ καὶ τὸ ὕδωρ εὐμηχάνως ἐρύμασί τισιν ἐμπεριλαβὼν ἀφελέσθαι τοὺς πολεμίους, τῶν ἐν κύκλῳ χωρίων ὀλίγον καὶ πονηρὸν ἐχόντων. εὐγνωμόνως δὲ καὶ Δομιτίῳ προσηνέχθη παρὰ τὴν Κλεοπάτρας γνώμην. ἐπεὶ γὰρ ἐκεῖνος ἤδη πυρέττων εἰς μικρὸν ἐμβὰς ἀκάτιον πρὸς Καίσαρα μετέστη, βαρέως ἐνεγκὼν ὁ Ἀντώνιος ὅμως πᾶσαν αὐτῷ τὴν ἀποσκευὴν μετὰ τῶν φίλων καὶ τῶν θεραπόντων ἀπέπεμψε. [3] καὶ Δομίτιος μέν, ὥσπερ ἐπὶ τῷ μὴ λαθεῖν τὴν ἀπιστίαν αὐτοῦ καὶ προδοσίαν μεταβαλλόμενος, εὐθὺς ἐτελεύτησεν.
ἐγένοντο δὲ καὶ βασιλέων ἀποστάσεις, Ἀμύντου καὶ Δηϊοτάρου, πρὸς Καίσαρα. τὸ δὲ ναυτικὸν ἐν παντὶ δυσπραγοῦν καὶ πρὸς ἅπασαν ὑστερίζον βοήθειαν αὖθις ἠνάγκαζε τῷ πεζῷ προσέχειν τὸν Ἀντώνιον. ἔσχε δὲ καὶ Κανίδιον τὸν ἄρχοντα τοῦ πεζοῦ μεταβολὴ γνώμης παρὰ τὰ δεινά· καὶ συνεβούλευε Κλεοπάτραν μὲν ἀποπέμπειν, ἀναχωρήσαντα δὲ εἰς Θρᾴκην ἢ Μακεδονίαν πεζομαχίᾳ κρῖναι. [4] καὶ γὰρ Δικόμης ὁ Γετῶν βασιλεὺς ὑπισχνεῖτο πολλῇ στρατιᾷ βοηθήσειν· οὐκ εἶναι δὲ αἰσχρὸν εἰ Καίσαρι γεγυμνασμένῳ περὶ τὸν Σικελικὸν πόλεμον ἐκστήσονται τῆς θαλάσσης, ἀλλὰ δεινὸν εἰ τῶν πεζῶν ἀγώνων ἐμπειρότατος ὢν Ἀντώνιος οὐ χρήσεται ῥώμῃ καὶ παρασκευῇ τοσούτων ὁπλιτῶν, εἰς ναῦς διανέμων καὶ καταναλίσκων τὴν δύναμιν.
[5] οὐ μὴν ἀλλὰ ἐξενίκησε Κλεοπάτρα διὰ τῶν νεῶν κριθῆναι τὸν πόλεμον, ἤδη πρὸς φυγὴν ὁρῶσα, καὶ τιθεμένη τὰ καθ᾽ ἑαυτήν, οὐχ ὅπου πρὸς τὸ νικᾶν ἔσται χρήσιμος, ἀλλ᾽ ὅθεν ἄπεισι ῥᾷστα τῶν πραγμάτων ἀπολλυμένων. ἦν δὲ μακρὰ σκέλη κατατείνοντα πρὸς τὸν ναύσταθμον τῆς στρατοπεδείας, δι᾽ ὧν ὁ Ἀντώνιος εἰώθει παριέναι μηδὲν ὑφορώμενος. [6] οἰκέτου δὲ Καίσαρι φράσαντος ὡς δυνατὸν εἴη κατιόντα διὰ τῶν σκελῶν συλλαβεῖν αὐτόν, ἔπεμψε τοὺς ἐνεδρεύσοντας. οἱ δὲ παρὰ τοσοῦτον ἦλθον ὥστε συναρπάσαι τὸν προηγούμενον αὐτοῦ προεξαναστάντες· αὐτὸς δὲ δρόμῳ μόλις ὑπεξέφυγεν.
64. ὡς δὲ ναυμαχεῖν ἐδέδοκτο, τὰς μὲν ἄλλας ἐνέπρησε ναῦς πλὴν ἑξήκοντα τῶν Αἰγυπτίων, τὰς δὲ ἀρίστας καὶ μεγίστας ἀπὸ τριήρους μέχρι δεκήρους ἐπλήρου, δισμυρίους ἐμβιβάζων ὁπλίτας καὶ δισχιλίους τοξότας. ἔνθα πεζομάχον ἄνδρα τῶν ταξιαρχῶν λέγουσι, παμπόλλους ἠγωνισμένον ἀγῶνας Ἀντωνίῳ καὶ κατατετριμμένον τὸ σῶμα, τοῦ Ἀντωνίου παριόντος ἀνακλαύσασθαι καὶ εἰπεῖν· [2] «ὦ αὐτόκρατορ, τί τῶν τραυμάτων τούτων ἢ τοῦ ξίφους καταγνοὺς ἐν ξύλοις πονηροῖς ἔχεις τὰς ἐλπίδας; Αἰγύπτιοι καὶ Φοίνικες ἐν θαλάσσῃ μαχέσθωσαν, ἡμῖν δὲ γῆν δός, ἐφ᾽ ἧς εἰώθαμεν ἑστῶτες ἀποθνήσκειν ἢ νικᾶν τοὺς πολεμίους.» πρὸς ταῦτα μηδὲν ἀποκρινάμενος, ἀλλὰ τῇ χειρὶ καὶ τῷ προσώπῳ μόνον οἷον ἐγκελευσάμενος τὸν ἄνδρα θαρρεῖν, παρῆλθεν, οὐ χρηστὰς ἔχων ἐλπίδας, ὅς γε καὶ τοὺς κυβερνήτας τὰ ἱστία βουλομένους ἀπολιπεῖν ἠνάγκασεν ἐμβαλέσθαι καὶ κομίζειν, λέγων ὅτι δεῖ μηδένα φεύγοντα τῶν πολεμίων διαφυγεῖν.
65. ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τρεῖς τὰς ἐφεξῆς μεγάλῳ πνεύματι κυμανθὲν τὸ πέλαγος τὴν μάχην ἐπέσχε, πέμπτῃ δὲ νηνεμίας καὶ γαλήνης ἀκλύστου γενομένης συνῄεσαν, Ἀντώνιος μὲν τὸ δεξιὸν κέρας ἔχων καὶ Ποπλικόλας, Κοίλιος δὲ τὸ εὐώνυμον, ἐν μέσῳ δὲ Μάρκος Ὀκτάβιος καὶ Μάρκος Ἰνστήϊος. [2] Καῖσαρ δ᾽ ἐπὶ τοῦ εὐωνύμου τάξας Ἀγρίππαν αὑτῷ τὸ δεξιὸν κατέλιπε. τῶν δὲ πεζῶν τὸν μὲν Ἀντωνίου Κανίδιος, τὸν δὲ Καίσαρος Ταῦρος ἐπὶ τῆς θαλάττης παρατάξαντες ἡσύχαζον. αὐτῶν δὲ τῶν ἡγεμόνων Ἀντώνιος μὲν ἐπεφοίτα πανταχόσε κωπήρει, τοὺς στρατιώτας παρακαλῶν ὑπὸ βρίθους τῶν νεῶν ὥσπερ ἐκ γῆς ἑδραίους μάχεσθαι, [3] τοῖς δὲ κυβερνήταις διακελευόμενος ὥσπερ ὁρμούσαις ἀτρέμα ταῖς ναυσὶ δέχεσθαι τὰς ἐμβολὰς τῶν πολεμίων, τὴν περὶ τὸ στόμα δυσχωρίαν φυλάττοντας. Καίσαρι δὲ λέγεται μὲν ἔτι σκότους ἀπὸ τῆς σκηνῆς κύκλῳ περιϊόντι πρὸς τὰς ναῦς ἄνθρωπος ἐλαύνων ὄνον ἀπαντῆσαι, πυθομένῳ δὲ τοὔνομα γνωρίσας αὐτὸν εἰπεῖν. «ἐμοὶ μὲν Εὔτυχος ὄνομα, τῷ δὲ ὄνῳ Νίκων.» διὸ καὶ τοῖς ἐμβόλοις τὸν τόπον κοσμῶν ὕστερον ἔστησε χαλκοῦν ὄνον καὶ ἄνθρωπον. [4] ἐπιδὼν δὲ τὴν ἄλλην παράταξιν, ἐν πλοίῳ πρὸς τὸ δεξιὸν κομισθεὶς ἐθαύμασεν ἀτρεμοῦντας ἐν τοῖς στενοῖς τοὺς πολεμίους· ἡ γὰρ ὄψις ἦν τῶν νεῶν ἐπ᾽ ἀγκύραις ὁρμουσῶν. καὶ τοῦτο μέχρι πολλοῦ πεπεισμένος ἀνεῖχε τὰς ἑαυτοῦ περὶ ὀκτὼ στάδια τῶν ἐναντίων ἀφεστώσας. ἕκτη δὲ ἦν ὥρα, καὶ πνεύματος αἰρομένου πελαγίου δυσανασχετοῦντες οἱ Ἀντωνίου πρὸς τὴν διατριβήν, καὶ τοῖς ὕψεσι καὶ μεγέθεσι τῶν οἰκείων νεῶν πεποιθότες ὡς ἀπροσμάχοις, τὸ εὐώνυμον ἐκίνησαν· [5] ἰδὼν δὲ Καῖσαρ ἥσθη καὶ πρύμναν ἐκρούσατο τῷ δεξιῷ, βουλόμενος ἔτι μᾶλλον ἐκ τοῦ κόλπου καὶ τῶν στενῶν ἔξω τοὺς πολεμίους ἐπισπάσασθαι, καὶ περιπλέων εὐήρεσι σκάφεσι τοῖς ἑαυτοῦ συμπλέκεσθαι πρὸς ναῦς ὑπ᾽ ὄγκου καὶ πληρωμάτων ὀλιγότητος ἀργὰς καὶ βραδείας.
66. ἀρχομένου δὲ τοῦ ἀγῶνος ἐν χερσὶν εἶναι, ἐμβολαὶ μὲν οὐκ ἦσαν οὐδὲ ἀναρρήξεις νεῶν, τῶν μὲν Ἀντωνίου διὰ βάρος ῥύμην οὐκ ἐχουσῶν, ἣ μάλιστα ποιεῖ τὰς τῶν ἐμβόλων πληγὰς ἐνεργούς, τῶν δὲ Καίσαρος οὐ μόνον ἀντιπρῴρων συμφέρεσθαι πρὸς χαλκώματα στερεὰ καὶ τραχέα φυλασσομένων, ἀλλὰ μηδὲ κατὰ πλευρὰν ἐμβολὰς διδόναι θαρρουσῶν. [2] ἀπεθραύοντο γὰρ τὰ ἔμβολα ῥᾳδίως ᾗ προσπέσοιε σκάφεσι τετραγώνων ξύλων μεγάλων σιδήρῳ συνηρμοσμένων πρὸς ἄλληλα δεδεμένοις. ἦν οὖν πεζομαχίᾳ προσφερὴς ὁ ἀγών· τὸ δὲ ἀληθέστερον εἰπεῖν, τειχομαχία. τρεῖς γὰρ ἅμα καὶ τέσσαρες περὶ μίαν τῶν Ἀντωνίου συνείχοντο, γέρροις καὶ δόρασι καὶ κοντοῖς χρωμένων καὶ πυροβόλοις· οἱ δὲ Ἀντωνίου καὶ καταπέλταις ἀπὸ ξυλίνων πύργων ἔβαλλον.
[3] Ἀγρίππου δὲ θάτερον κέρας εἰς κύκλωσιν ἐκτείνοντος, ἀντανάγειν Ποπλικόλας ἀναγκαζόμενος ἀπερρήγνυτο τῶν μέσων. θορυβουμένων δὲ τούτων καὶ συμπλεκομένων τοῖς περὶ τὸν Ἀρρούντιον, ἀκρίτου δὲ καὶ κοινῆς ἔτι τῆς ναυμαχίας συνεστώσης, αἰφνίδιον αἱ Κλεοπάτρας ἑξήκοντα νῆες ὤφθησαν αἰρόμεναι πρὸς ἀπόπλουν τὰ ἱστία καὶ διὰ μέσου φεύγουσαι τῶν μαχομένων· ἦσαν γὰρ ὀπίσω τεταγμέναι τῶν μεγάλων, καὶ διεκπίπτουσαι ταραχὴν ἐποίουν. [4] οἱ δὲ ἐναντίοι θαυμάζοντες ἐθεῶντο, τῷ πνεύματι χρωμένας ὁρῶντες καὶ ἐπεχούσας πρὸς τὴν Πελοπόννησον. ἔνθα δὴ φανερὸν αὑτὸν Ἀντώνιος ἐποίησεν οὔτε ἄρχοντος οὔτε ἀνδρὸς οὔτε ὅλως ἰδίοις λογισμοῖς διοικούμενον, ἀλλ᾽ ὅπερ τις παίζων εἶπε, τὴν ψυχὴν τοῦ ἐρῶντος ἐν ἀλλοτρίῳ σώματι ζῆν, ἑλκόμενος ὑπὸ τῆς γυναικὸς ὥσπερ συμπεφυκὼς καὶ συμμεταφερόμενος. [5] οὐ γὰρ ἔφθη τὴν ἐκείνης ἰδὼν ναῦν ἀποπλέουσαν, καὶ πάντων ἐκλαθόμενος καὶ προδοὺς καὶ ἀποδρὰς τοὺς ὑπὲρ αὐτοῦ μαχομένους καὶ θνήσκοντας, εἰς πεντήρη μετεμβάς, Ἀλεξᾶ τοῦ Σύρου καὶ Σκελλίου μόνων αὐτῷ συνεμβάντων, ἐδίωκε τὴν ἀπολωλεκυῖαν ἤδη καὶ προσαπολοῦσαν αὐτόν.
67. ἐκείνη δὲ γνωρίσασα σημεῖον ἀπὸ τῆς νεὼς ἀνέσχε· καὶ προσενεχθεὶς οὕτω καὶ ἀναληφθεὶς ἐκείνην μὲν οὔτε εἶδεν οὔτε ὤφθη, παρελθὼν δὲ μόνος εἰς πρῴραν ἐφ᾽ ἑαυτοῦ καθῆστο σιωπῇ, ταῖς χερσὶν ἀμφοτέραις ἐχόμενος τῆς κεφαλῆς. [2] ἐν τούτῳ δὲ λιβυρνίδες ὤφθησαν διώκουσαι παρὰ Καίσαρος· ὁ δὲ ἀντίπρῳρον ἐπιστρέφειν τὴν ναῦν κελεύσας τὰς μὲν ἄλλας ἀνέστειλεν, Εὐρυκλῆς δ᾽ ὁ Λάκων ἐνέκειτο σοβαρῶς, λόγχην τινὰ κραδαίνων ἀπὸ τοῦ καταστρώματος ὡς ἀφήσων ἐπ᾽ αὐτόν. ἐπιστάντος δὲ τῇ πρῴρᾳ τοῦ Ἀντωνίου καί «τίς οὗτος,» εἰπόντος, «ὁ διώκων Ἀντώνιον;» «ἐγώ,» εἶπεν, «Εὐρυκλῆς ὁ Λαχάρους, τῇ Καίσαρος τύχῃ τὸν τοῦ πατρὸς ἐκδικῶν θάνατον.» [3] ὁ δὲ Λαχάρης ὑπ᾽ Ἀντωνίου λῃστείας αἰτίᾳ περιπεσὼν ἐπελεκίσθη. πλὴν οὐκ ἐνέβαλεν ὁ Εὐρυκλῆς εἰς τὴν Ἀντωνίου ναῦν, ἀλλὰ τὴν ἑτέραν τῶν ναυαρχίδων (δύο γὰρ ἦσαν) τῷ χαλκώματι πατάξας περιερρόμβησε, καὶ ταύτην τε πλαγίαν περιπεσοῦσαν εἷλε καὶ τῶν ἄλλων μίαν, ἐν ᾗ πολυτελεῖς σκευαὶ τῶν περὶ δίαιταν ἦσαν. [4] ἀπαλλαγέντος δὲ τούτου πάλιν ὁ Ἀντώνιος εἰς τὸ αὐτὸ σχῆμα καθεὶς ἑαυτὸν ἡσυχίαν ἦγε· καὶ τρεῖς ἡμέρας καθ᾽ ἑαυτὸν ἐν πρῴρᾳ διαιτηθείς, εἴθ᾽ ὑπ᾽ ὀργῆς, εἴτ᾽ αἰδούμενος ἐκείνην, Ταινάρῳ προσέσχεν. ἐνταῦθα δ᾽ αὐτοὺς αἱ συνήθεις γυναῖκες πρῶτον μὲν εἰς λόγους ἀλλήλοις συνήγαγον, εἶτα συνδειπνεῖν καὶ συγκαθεύδειν ἔπεισαν.
[5] ἤδη δὲ καὶ τῶν στρογγύλων πλοίων οὐκ ὀλίγα καὶ τῶν φίλων τινὲς ἐκ τῆς τροπῆς ἠθροίζοντο πρὸς αὐτούς, ἀγγέλλοντες ἀπολωλέναι τὸ ναυτικόν, οἴεσθαι δὲ τὸ πεζὸν συνεστάναι. Ἀντώνιος δὲ πρὸς μὲν Κανίδιον ἀγγέλους ἔπεμπεν, ἀναχωρεῖν διὰ Μακεδονίας εἰς Ἀσίαν τῷ στρατῷ κατὰ τάχος κελεύων, [6] αὐτὸς δὲ μέλλων ἀπὸ Ταινάρου πρὸς τὴν Λιβύην διαίρειν, ὁλκάδα μίαν, πολὺ μὲν νόμισμα, πολλοῦ δὲ ἀξίας ἐν ἀργύρῳ καὶ χρυσῷ κατασκευὰς τῶν βασιλικῶν κομίζουσαν, ἐξελόμενος τοῖς φίλοις ἐπέδωκε κοινῇ, νείμασθαι καὶ σώζειν ἑαυτοὺς κελεύσας. ἀρνουμένους δὲ καὶ κλαίοντας εὐμενῶς πάνυ καὶ φιλοφρόνως παραμυθησάμενος καὶ δεηθεὶς ἀπέστειλε, [7] γράψας πρὸς Θεόφιλον τὸν ἐν Κορίνθῳ διοικητὴν ὅπως ἀσφάλειαν ἐκπορίσῃ καὶ ἀποκρύψῃ τοὺς ἄνδρας ἄχρι ἂν ἱλάσασθαι Καίσαρα δυνηθῶσιν. οὗτος ἦν Θεόφιλος Ἱππάρχου πατὴρ τοῦ πλεῖστον παρὰ Ἀντωνίῳ δυνηθέντος, πρώτου δὲ πρὸς Καίσαρα τῶν ἀπελευθέρων μεταβαλομένου καὶ κατοικήσαντος ὕστερον ἐν Κορίνθῳ.
68. ταῦτα μὲν οὖν τὰ κατὰ τὸν Ἀντώνιον. ἐν Ἀκτίῳ δὲ πολὺν ὁ στόλος ἀντισχὼν Καίσαρι χρόνον, καὶ μέγιστον βλαβεὶς ὑπὸ τοῦ κλύδωνος ὑψηλοῦ κατὰ πρῴραν ἱσταμένου, μόλις ὥρας δεκάτης ἀπεῖπε. καὶ νεκροὶ μὲν οὐ πλείους ἐγένοντο πεντακισχιλίων, ἑάλωσαν δὲ τριακόσιαι νῆες, ὡς αὐτὸς ἀνέγραψε Καῖσαρ. [2] ᾔσθοντο δὲ οὐ πολλοὶ πεφευγότος Ἀντωνίου, καὶ τοῖς πυθομένοις τὸ πρῶτον ἄπιστος ἦν ὁ λόγος, εἰ δέκα καὶ ἐννέα τάγματα πεζῶν ἀηττήτων καὶ δισχιλίους ἐπὶ μυρίοις ἱππεῖς ἀπολιπὼν οἴχεται, καθάπερ οὐ πολλάκις ἐπ᾽ ἀμφότερα τῇ τύχῃ κεχρημένος οὐδὲ μυρίων ἀγώνων καὶ πολέμων μεταβολαῖς ἐγγεγυμνασμένος. [3] οἱ δὲ στρατιῶται καὶ πόθον τινὰ καὶ προσδοκίαν εἶχον ὡς αὐτίκα ποθὲν ἐπιφανησομένου· καὶ τοσαύτην ἐπεδείξαντο πίστιν καὶ ἀρετὴν ὥστε καὶ τῆς φυγῆς αὐτοῦ φανερᾶς γενομένης ἡμέρας ἑπτὰ συμμεῖναι, περιορῶντες ἐπιπρεσβευόμενον αὐτοῖς Καίσαρα. τέλος δέ, τοῦ στρατηγοῦ Κανιδίου νύκτωρ ἀποδράντος καὶ καταλιπόντος τὸ στρατόπεδον, γενόμενοι πάντων ἔρημοι καὶ προδοθέντες ὑπὸ τῶν ἀρχόντων, τῷ κρατοῦντι προσεχώρησαν.
[4] ἐκ τούτου Καῖσαρ μὲν ἐπ᾽ Ἀθήνας ἔπλευσε, καὶ διαλλαγεὶς τοῖς Ἕλλησι τὸν περιόντα σῖτον ἐκ τοῦ πολέμου διένειμε ταῖς πόλεσι πραττούσαις ἀθλίως καὶ περικεκομμέναις χρημάτων, ἀνδραπόδων, ὑποζυγίων. ὁ γοῦν πρόπαππος ἡμῶν Νίκαρχος διηγεῖτο τοὺς πολίτας ἅπαντας ἀναγκάζεσθαι τοῖς ὤμοις καταφέρειν μέτρημα πυρῶν τεταγμένον ἐπὶ τὴν πρὸς Ἀντίκυραν θάλασσαν, ὑπὸ μαστίγων ἐπιταχυνομένους· [5] καὶ μίαν μὲν οὕτω φορὰν ἐνεγκεῖν, τὴν δὲ δευτέραν ἤδη μεμετρημένοις καὶ μέλλουσιν αἴρεσθαι νενικημένον Ἀντώνιον ἀγγελῆναι, καὶ τοῦτο διασῶσαι τὴν πόλιν· εὐθὺς γὰρ τῶν Ἀντωνίου διοικητῶν καὶ στρατιωτῶν φυγόντων διανείμασθαι τὸν σῖτον αὐτούς.
Πλούταρχος, Βίος τοῦ Ἀντωνίου, 69
editΑἱ Ἀντωνίου καὶ Κλεοπάτρας αὐτοκτονίαι καὶ ἡ Ὀκταουιανοῦ κατάκτησις τῆς Αἰγύπτου
69. Ἀντώνιος δὲ Λιβύης ἁψάμενος καὶ Κλεοπάτραν εἰς Αἴγυπτον ἐκ Παραιτονίου προπέμψας αὐτὸς ἀπέλαυεν ἐρημίας ἀφθόνου, σὺν δυσὶ φίλοις ἀλύων καὶ πλανώμενος, Ἕλληνι μὲν Ἀριστοκράτει ῥητορικῷ, Ῥωμαίῳ δὲ Λουκιλλίῳ, περὶ οὗ δι᾽ ἑτέρων γεγράφαμεν ὡς ἐν Φιλίπποις, ὑπὲρ τοῦ διαφυγεῖν Βροῦτον, αὐτὸς αὑτόν, ὡς δὴ Βροῦτος ὤν, ἐνεχείρισε τοῖς διώκουσι, καὶ διασωθεὶς ὑπ᾽ Ἀντωνίου διὰ τοῦτο, πιστὸς αὐτῷ καὶ βέβαιος ἄχρι τῶν ἐσχάτων καιρῶν παρέμεινεν. [2] ἐπεὶ δὲ καὶ τὴν ἐν Λιβύῃ δύναμιν ὁ πεπιστευμένος ἀπέστησεν, ὁρμήσας ἑαυτὸν ἀνελεῖν καὶ διακωλυθεὶς ὑπὸ τῶν φίλων καὶ κομισθεὶς εἰς Ἀλεξάνδρειαν εὗρε Κλεοπάτραν ἐπιτολμῶσαν ἔργῳ παραβόλῳ καὶ μεγάλῳ. τοῦ γὰρ εἴργοντος ἰσθμοῦ τὴν ἐρυθρὰν ἀπὸ τῆς κατ᾽ Αἴγυπτον θαλάσσης καὶ δοκοῦντος Ἀσίαν καὶ Λιβύην ὁρίζειν, ᾗ σφίγγεται μάλιστα τοῖς πελάγεσι καὶ βραχύτατος εὖρός ἐστι, τριακοσίων σταδίων ὄντων, ἐνεχείρησεν ἄρασα τὸν στόλον ὑπερνεωλκῆσαι, [3] καὶ καθεῖσα τὰς ναῦς εἰς τὸν Ἀραβικὸν κόλπον μετὰ χρημάτων πολλῶν καὶ δυνάμεως ἔξω κατοικεῖν, ἀποφυγοῦσα δουλείαν καὶ πόλεμον. ἐπεὶ δὲ τὰς πρώτας ἀνελκομένας τῶν νεῶν οἱ περὶ τὴν Πέτραν Ἄραβες κατέκαυσαν, ἔτι δὲ Ἀντώνιος τὸν ἐν Ἀκτίῳ στρατὸν ᾤετο συμμένειν, ἐπαύσατο, καὶ τὰς ἐμβολὰς ἐφύλαττεν. [4] Ἀντώνιος δὲ τὴν πόλιν ἐκλιπὼν καὶ τὰς μετὰ τῶν φίλων διατριβάς, οἴκησιν ἔναλον κατεσκεύαζεν αὑτῷ περὶ τὴν Φάρον, εἰς τὴν θάλασσαν χῶμα προβαλών· καὶ διῆγεν αὐτόθι φυγὰς ἀνθρώπων, καὶ τὸν Τίμωνος ἀγαπᾶν καὶ ζηλοῦν βίον ἔφασκεν, ὡς δὴ πεπονθὼς ὅμοια· καὶ γὰρ αὐτὸς ἀδικηθεὶς ὑπὸ φίλων καὶ ἀχαριστηθείς, διὰ τοῦτο καὶ πᾶσιν ἀνθρώποις ἀπιστεῖν καὶ δυσχεραίνειν.
Πλούταρχος, Βίος τοῦ Ἀντωνίου, 72–79
edit72. ἅμα δὲ καὶ πρὸς Καίσαρα πρέσβεις ἔπεμπον εἰς Ἀσίαν, ἡ μὲν αἰτουμένη τὴν ἐν Αἰγύπτῳ τοῖς παισὶν ἀρχήν, ὁ δὲ ἀξιῶν Ἀθήνησιν, εἰ μὴ δοκοίη περὶ Αἴγυπτον, ἰδιώτης καταβιῶναι. φίλων δὲ ἀπορίᾳ καὶ ἀπιστίᾳ διὰ τὰς αὐτομολίας ὁ τῶν παίδων διδάσκαλος ἐπέμφθη πρεσβεύων Εὐφρόνιος. [2] καὶ γὰρ Ἀλεξᾶς ὁ Λαοδικεύς, γνωρισθεὶς μὲν ἐν Ῥώμῃ διὰ Τιμαγένους καὶ πλεῖστον Ἑλλήνων δυνηθείς, γενόμενος δὲ τῶν Κλεοπάτρας ἐπ᾽ Ἀντώνιον ὀργάνων τὸ βιαιότατον καὶ τῶν ὑπὲρ Ὀκταουίας ἱσταμένων ἐν αὐτῷ λογισμῶν ἀνατροπεύς, ἐπέμφθη μὲν Ἡρώδην τὸν βασιλέα τῆς μεταβολῆς ἐφέξων, [3] αὐτοῦ δὲ καταμείνας καὶ προδοὺς Ἀντώνιον ἐτόλμησεν εἰς ὄψιν ἐλθεῖν Καίσαρος, Ἡρώδῃ πεποιθώς. ὤνησε δὲ αὐτὸν οὐδὲν Ἡρώδης, ἀλλ᾽ εὐθὺς εἱρχθεὶς καὶ κομισθεὶς εἰς τὴν ἑαυτοῦ πατρίδα δέσμιος ἐκεῖ Καίσαρος κελεύσαντος ἀνῃρέθη. τοιαύτην μὲν Ἀλεξᾶς ἔτι ζῶντι δίκην Ἀντωνίῳ τῆς ἀπιστίας ἐξέτισε.
73. Καῖσαρ δὲ τοὺς μὲν ὑπὲρ Ἀντωνίου λόγους οὐκ ἠνέσχετο, Κλεοπάτραν δὲ ἀπεκρίνατο μηδενὸς ἁμαρτήσεσθαι τῶν ἐπιεικῶν ἀνελοῦσαν Ἀντώνιον ἢ ἐκβαλοῦσαν. συνέπεμψε δὲ καὶ παρ᾽ αὑτοῦ τινα τῶν ἀπελευθέρων Θύρσον, οὐκ ἀνόητον ἄνθρωπον οὐδὲ ἀπιθάνως ἂν ἀφ᾽ ἡγεμόνος νέου διαλεχθέντα πρὸς γυναῖκα σοβαρὰν καὶ θαυμαστὸν ὅσον ἐπὶ κάλλει φρονοῦσαν. [2] οὗτος ἐντυγχάνων αὐτῇ μακρότερα τῶν ἄλλων καὶ τιμώμενος διαφερόντως ὑπόνοιαν τῷ Ἀντωνίῳ παρέσχε, καὶ συλλαβὼν αὐτὸν ἐμαστίγωσεν, εἶτα ἀφῆκε πρὸς Καίσαρα γράψας ὡς ἐντρυφῶν καὶ περιφρονῶν παροξύνειεν αὐτόν, εὐπαρόξυντον ὑπὸ κακῶν ὄντα. «σὺ δὲ εἰ μὴ φέρεις τὸ πρᾶγμα,» ἔφη, «μετρίως, ἔχεις ἐμὸν ἀπελεύθερον Ἵππαρχον. τοῦτον κρεμάσας μαστίγωσον, ἵνα ἴσον ἔχωμεν.» [3] ἐκ τούτου Κλεοπάτρα μὲν ἀπολυομένη τὰς αἰτίας καὶ ὑπονοίας ἐθεράπευεν αὐτὸν περιττῶς· καὶ τὴν ἑαυτῆς γενέθλιον ταπεινῶς διαγαγοῦσα καὶ ταῖς τύχαις πρεπόντως, τὴν ἐκείνου πᾶσαν ὑπερβαλλομένη λαμπρότητα καὶ πολυτέλειαν ἑώρτασεν, ὥστε πολλοὺς τῶν κεκλημένων ἐπὶ τὸ δεῖπνον πένητας ἐλθόντας ἀπελθεῖν πλουσίους. Καίσαρα δὲ Ἀγρίππας ἀνεκαλεῖτο πολλάκις ἀπὸ Ῥώμης γράφων ὡς τῶν ἐκεῖ πραγμάτων τὴν παρουσίαν αὐτοῦ ποθούντων.
74. ἔσχεν οὖν ἀναβολὴν ὁ πόλεμος τότε· τοῦ δὲ χειμῶνος παρελθόντος αὖθις ἐπῄει διὰ Συρίας, οἱ δὲ στρατηγοὶ διὰ Λιβύης. ἁλόντος δὲ Πηλουσίου λόγος ἦν ἐνδοῦναι Σέλευκον οὐκ ἀκούσης τῆς Κλεοπάτρας. ἡ δὲ ἐκείνου μὲν γυναῖκα καὶ παῖδας Ἀντωνίῳ κτεῖναι παρεῖχεν, αὐτὴ δὲ θήκας ἔχουσα καὶ μνήματα κατεσκευασμένα περιττῶς εἴς τε κάλλος καὶ ὕψος, ἃ προσῳκοδόμησε τῷ ναῷ τῆς Ἴσιδος, [2] ἐνταῦθα τῶν βασιλικῶν συνεφόρει τὰ πλείστης ἄξια σπουδῆς, χρυσόν, ἄργυρον, σμάραγδον, μαργαρίτην, ἔβενον, ἐλέφαντα, κινάμωμον· ἐπὶ πᾶσι δὲ δᾷδα πολλὴν καὶ στυππεῖον, ὥστε δείσαντα περὶ τῶν χρημάτων Καίσαρα, μὴ τραπομένη πρὸς ἀπόγνωσιν ἡ γυνὴ διαφθείρῃ καὶ καταφλέξῃ τὸν πλοῦτον, ἀεί τινας ἐλπίδας αὐτῇ φιλανθρώπους προσπέμπειν ἅμα τῷ στρατῷ πορευόμενον ἐπὶ τὴν πόλιν. [3] ἱδρυθέντος δὲ αὐτοῦ περὶ τὸν ἱππόδρομον, Ἀντώνιος ἐπεξελθὼν ἠγωνίσατο λαμπρῶς καὶ τροπὴν τῶν Καίσαρος ἱππέων ἐποίησε, καὶ κατεδίωξεν ἄχρι τοῦ στρατοπέδου. μεγαλυνόμενος δὲ τῇ νίκῃ παρῆλθεν εἰς τὰ βασίλεια, καὶ τὴν Κλεοπάτραν κατεφίλησεν ἐν τοῖς ὅπλοις, καὶ τὸν ἠγωνισμένον προθυμότατα τῶν στρατιωτῶν συνέστησεν. ἡ δὲ ἀριστεῖον αὐτῷ θώρακα χρυσοῦν καὶ κράνος ἔδωκεν. ἐκεῖνος μὲν οὖν ὁ ἄνθρωπος λαβὼν ταῦτα διὰ νυκτὸς ηὐτομόλησε πρὸς Καίσαρα.
75. πάλιν δὲ Ἀντώνιος ἔπεμπε Καίσαρα μονομαχῆσαι προκαλούμενος. ἀποκριναμένου δὲ ἐκείνου πολλὰς ὁδοὺς Ἀντωνίῳ παρεῖναι θανάτων, συμφρονήσας ὅτι τοῦ διὰ μάχης οὐκ ἔστιν αὐτῷ βελτίων θάνατος, ἔγνω καὶ κατὰ γῆν ἅμα καὶ θάλατταν ἐπιχειρεῖν. καὶ παρὰ δεῖπνον, ὡς λέγεται, τοὺς οἰκέτας ἐκέλευσεν ὑποχεῖν καὶ προθυμότερον εὐωχεῖν αὐτόν· [2] ἄδηλον γάρ, εἰ τοῦτο ποιήσουσιν αὔριον ἢ δεσπόταις ἑτέροις ὑπηρετήσουσιν, αὐτὸς δὲ κείσεται σκελετὸς καὶ τὸ μηδὲν γενόμενος. τοὺς δὲ φίλους ἐπὶ τούτοις δακρύοντας ὁρῶν ἔφη μὴ προάξειν ἐπὶ τὴν μάχην, ἐξ ἧς αὑτῷ θάνατον εὐκλεᾶ μᾶλλον ἢ σωτηρίαν ζητεῖν καὶ νίκην.
[3] ἐν ταύτῃ τῇ νυκτὶ λέγεται, μεσούσης σχεδόν, ἐν ἡσυχίᾳ καὶ κατηφείᾳ τῆς πόλεως διὰ φόβον καὶ προσδοκίαν τοῦ μέλλοντος οὔσης, αἰφνίδιον ὀργάνων τε παντοδαπῶν ἐμμελεῖς τινας φωνὰς ἀκουσθῆναι καὶ βοὴν ὄχλου μετὰ εὐασμῶν καὶ πηδήσεων σατυρικῶν, ὥσπερ θιάσου τινὸς οὐκ ἀθορύβως ἐξελαύνοντος· [4] εἶναι δὲ τὴν ὁρμὴν ὁμοῦ τι διὰ τῆς πόλεως μέσης ἐπὶ τὴν πύλην ἔξω τὴν τετραμμένην πρὸς τοὺς πολεμίους, καὶ ταύτῃ τὸν θόρυβον ἐκπεσεῖν πλεῖστον γενόμενον. ἐδόκει δὲ τοῖς ἀναλογιζομένοις τὸ σημεῖον ἀπολείπειν ὁ θεὸς Ἀντώνιον, ᾧ μάλιστα συνεξομοιῶν καὶ συνοικειῶν ἑαυτὸν διετέλεσεν.
76. ἅμα δὲ ἡμέρᾳ τὸν πεζὸν αὐτὸς ἐπὶ τῶν πρὸ τῆς πόλεως λόφων ἱδρύσας ἐθεᾶτο τὰς ναῦς ἀνηγμένας καὶ ταῖς τῶν πολεμίων προσφερομένας· καὶ περιμένων ἔργον τι παρ᾽ ἐκείνων ἰδεῖν ἡσύχαζεν. οἱ δὲ ὡς ἐγγὺς ἐγένοντο, ταῖς κώπαις ἠσπάσαντο τοὺς Καίσαρος, ἐκείνων τε ἀντασπασαμένων μετεβάλοντο, καὶ πάσαις ἅμα ταῖς ναυσὶν ὁ στόλος εἷς γενόμενος ἐπέπλει πρὸς τὴν πόλιν ἀντίπρῳρος. [2] τοῦτο Ἀντώνιος ἰδὼν ἀπελείφθη μὲν εὐθὺς ὑπὸ τῶν ἱππέων μεταβαλομένων, ἡττηθεὶς δὲ τοῖς πεζοῖς ἀνεχώρησεν εἰς τὴν πόλιν, ὑπὸ Κλεοπάτρας προδεδόσθαι βοῶν οἷς δι᾽ ἐκείνην ἐπολέμησεν. ἡ δὲ τὴν ὀργὴν αὐτοῦ φοβηθεῖσα καὶ τὴν ἀπόνοιαν εἰς τὸν τάφον κατέφυγε καὶ τοὺς καταρράκτας ἀφῆκε κλείθροις καὶ μοχλοῖς καρτεροὺς ὄντας· πρὸς δὲ Ἀντώνιον ἔπεμψε τοὺς ἀπαγγελοῦντας ὅτι τέθνηκε. [3] πιστεύσας δὲ ἐκεῖνος καὶ εἰπὼν πρὸς αὑτόν, «τί ἔτι μέλλεις, Ἀντώνιε; τὴν μόνην ἡ τύχη καὶ λοιπὴν ἀφῄρηκε τοῦ φιλοψυχεῖν πρόφασιν,» εἰσῆλθεν εἰς τὸ δωμάτιον, καὶ τὸν θώρακα παραλύων καὶ διαστέλλων, «ὦ Κλεοπάτρα,» εἶπεν, «οὐκ ἄχθομαί σου στερούμενος· αὐτίκα γὰρ εἰς ταὐτὸν ἀφίξομαι· ἀλλ᾽ ὅτι γυναικὸς ὁ τηλικοῦτος αὐτοκράτωρ εὐψυχίᾳ πεφώραμαι λειπόμενος.»
[4] ἦν δέ τις οἰκέτης αὐτοῦ πιστὸς Ἔρως ὄνομα. τοῦτον ἐκ πολλοῦ παρακεκληκώς, εἰ δεήσειεν, ἀνελεῖν αὐτόν, ἀπῄτει τὴν ὑπόσχεσιν. ὁ δὲ σπασάμενος τὸ ξίφος ἀνέσχε μὲν ὡς παίσων ἐκεῖνον, ἀποστρέψας δὲ τὸ πρόσωπον ἑαυτὸν ἀπέκτεινε. πεσόντος δὲ αὐτοῦ πρὸς τοὺς πόδας ὁ Ἀντώνιος «εὖγε,» εἶπεν, «ὦ Ἔρως, ὅτι μὴ δυνηθεὶς αὐτὸς ἐμὲ ποιεῖν ὃ δεῖ διδάσκεις·» καὶ παίσας διὰ τῆς κοιλίας ἑαυτὸν ἀφῆκεν εἰς τὸ κλινίδιον. [5] ἦν δὲ οὐκ εὐθυθάνατος ἡ πληγή. διὸ καὶ τῆς φορᾶς τοῦ αἵματος, ἐπεὶ κατεκλίθη, παυσαμένης, ἀναλαβὼν ἐδεῖτο τῶν παρόντων ἐπισφάττειν αὐτόν. οἱ δὲ ἔφευγον ἐκ τοῦ δωματίου βοῶντος καὶ σφαδάζοντος, ἄχρι οὗ παρὰ Κλεοπάτρας ἧκε Διομήδης ὁ γραμματεύς, κομίζειν αὐτὸν ὡς ἐκείνην εἰς τὸν τάφον κελευσθείς.
77. γνοὺς οὖν ὅτι ζῇ, προθύμως ἐκέλευσεν ἄρασθαι τοῖς ὑπηρέταις τὸ σῶμα, καὶ διὰ χειρῶν προσεκομίσθη ταῖς θύραις τοῦ οἰκήματος. ἡ δὲ Κλεοπάτρα τὰς μὲν θύρας οὐκ ἀνέῳξεν, ἐκ δὲ θυρίδων τινῶν φανεῖσα σειρὰς καὶ καλώδια καθίει. καὶ τούτοις ἐναψάντων τὸν Ἀντώνιον ἀνεῖλκεν αὐτὴ καὶ δύο γυναῖκες, ἃς μόνας ἐδέξατο μεθ᾽ αὑτῆς εἰς τὸν τάφον. [2] οὐδὲν ἐκείνου λέγουσιν οἰκτρότερον γενέσθαι οἱ παραγενόμενοι θέαμα. πεφυρμένος γὰρ αἵματι καὶ δυσθανατῶν εἵλκετο, τὰς χεῖρας ὀρέγων εἰς ἐκείνην καὶ παραιωρούμενος. οὐ γὰρ ἦν γυναιξὶ ῥᾴδιον τὸ ἔργον, ἀλλὰ μόλις ἡ Κλεοπάτρα ταῖν χεροῖν ἐμπεφυκυῖα καὶ κατατεινομένη τῷ προσώπῳ τὸν δεσμὸν ἀνελάμβανεν, ἐπικελευομένων τῶν κάτωθεν αὐτῇ καὶ συναγωνιώντων. [3] δεξαμένη δὲ αὐτὸν οὕτως καὶ κατακλίνασα περιερρήξατο τε τοὺς πέπλους ἐπ᾽ αὐτῷ, καὶ τὰ στέρνα τυπτομένη καὶ σπαράττουσα ταῖς χερσί, καὶ τῷ προσώπῳ τοῦ αἵματος ἀναματτομένη, δεσπότην ἐκάλει καὶ ἄνδρα καὶ αὐτοκράτορα· καὶ μικροῦ δεῖν ἐπιλέληστο τῶν αὑτῆς κακῶν οἴκτῳ τῶν ἐκείνου. καταπαύσας δὲ τὸν θρῆνον αὐτῆς Ἀντώνιος ᾔτησε πιεῖν οἶνον, εἴτε διψῶν, εἴτε συντομώτερον ἐλπίζων ἀπολυθήσεσθαι. [4] πιὼν δὲ παρῄνεσεν αὐτῇ τὰ μὲν ἑαυτῆς, ἂν ᾖ μὴ μετ᾽ αἰσχύνης, σωτήρια τίθεσθαι, μάλιστα τῶν Καίσαρος ἑταίρων Προκληΐῳ πιστεύουσαν, αὐτὸν δὲ μὴ θρηνεῖν ἐπὶ ταῖς ὑστάταις μεταβολαῖς, ἀλλὰ μακαρίζειν ὧν ἔτυχε καλῶν, ἐπιφανέστατος ἀνθρώπων γενόμενος καὶ πλεῖστον ἰσχύσας καὶ νῦν οὐκ ἀγεννῶς Ῥωμαῖος ὑπὸ Ῥωμαίου κρατηθείς.
78. ὅσον δὲ ἀπολιπόντος αὐτοῦ Προκλήϊος ἧκε παρὰ Καίσαρος. ἐπεὶ γὰρ ἑαυτὸν πατάξας ὁ Ἀντώνιος ᾤχετο πρὸς Κλεοπάτραν κομιζόμενος, Δερκεταῖός τις τῶν δορυφόρων λαβὼν τὸ ἐγχειρίδιον αὐτοῦ καὶ ἀποκρύψας ὑπεξῆλθε, καὶ δραμὼν πρὸς Καίσαρα πρῶτος ἤγγειλε τὴν Ἀντωνίου τελευτήν, καὶ τὸ ξίφος ἔδειξεν ᾑμαγμένον. [2] ὁ δὲ ὡς ἤκουσεν, ἐνδοτέρω τῆς σκηνῆς ἀποστὰς ἀπεδάκρυσεν ἄνδρα κηδεστὴν γενόμενον καὶ συνάρχοντα καὶ πολλῶν ἀγώνων καὶ πραγμάτων κοινωνόν. εἶτα τὰς ἐπιστολὰς λαβὼν καὶ τοὺς φίλους καλέσας ἀνεγίνωσκεν ὡς εὐγνώμονα γράφοντος αὐτοῦ καὶ δίκαια φορτικὸς ἦν καὶ ὑπερήφανος ἀεὶ περὶ τὰς ἀποκρίσεις ἐκεῖνος. [3] ἐκ δὲ τούτου τὸν Προκλήϊον ἔπεμψε κελεύσας, ἢν δύνηται, μάλιστα τῆς Κλεοπάτρας ζώσης κρατῆσαι· καὶ γὰρ ἐφοβεῖτο περὶ τῶν χρημάτων, καὶ μέγα πρὸς δόξαν ἡγεῖτο τοῦ θριάμβου καταγαγεῖν ἐκείνην. εἰς μὲν οὖν χεῖρας τῷ Προκληΐῳ συνελθεῖν οὐκ ἠθέλησεν· [4] ἐγίνοντο δὲ λόγοι τῷ οἰκήματι προσελθόντος ἔξωθεν αὐτοῦ κατὰ θύρας ἐπιπέδους, ἀποκεκλειμένας μὲν ὀχυρῶς, φωνῇ δὲ διέξοδον ἐχούσας. καὶ διελέχθησαν ἡ μὲν αἰτουμένη τοῖς παισὶ τὴν βασιλείαν, ὁ δὲ θαρρεῖν καὶ πάντα πιστεύειν Καίσαρι κελεύων.
79. ὡς δὲ κατιδὼν τὸν τόπον ἀπήγγειλε Καίσαρι, Γάλλος μὲν ἐπέμφθη πάλιν ἐντευξόμενος αὐτῇ· καὶ πρὸς τὰς θύρας ἐλθὼν ἐπίτηδες ἐμήκυνε τὸν λόγον. ἐν τούτῳ δὲ Προκλήϊος κλίμακος προστεθείσης διὰ τῆς θυρίδος εἰσῆλθεν ᾗ τὸν Ἀντώνιον αἱ γυναῖκες ἐδέξαντο. καὶ πρὸς τὰς θύρας αὐτὰς εὐθύς, αἷς ἡ Κλεοπάτρα παρειστήκει προσέχουσα τῷ Γάλλῳ, κατέβαινεν ὑπηρέτας ἔχων δύο μεθ᾽ αὑτοῦ. [2] τῶν δὲ συγκαθειργμένων τῇ Κλεοπάτρᾳ γυναικῶν τῆς ἑτέρας ἀνακραγούσης, «τάλαινα Κλεοπάτρα, ζωγρεῖ,» μεταστραφεῖσα καὶ θεασαμένη τὸν Προκλήϊον ὥρμησε μὲν αὑτὴν πατάξαι· παρεζωσμένη γὰρ ἐτύγχανέ τι τῶν λῃστρικῶν ξιφιδίων· προσδραμὼν δὲ ταχὺ καὶ περισχὼν αὐτὴν ταῖς χερσὶν ἀμφοτέραις ὁ Προκλήϊος, «ἀδικεῖς,» εἶπεν, «ὦ Κλεοπάτρα, καὶ σεαυτὴν καὶ Καίσαρα, μεγάλην ἀφαιρουμένη χρηστότητος ἐπίδειξιν αὐτοῦ, καὶ διαβάλλουσα τὸν πρᾳότατον ἡγεμόνων ὡς ἄπιστον καὶ ἀδιάλλακτον.» [3] ἅμα δὲ καὶ τὸ ξίφος αὐτῆς παρείλετο, καὶ τὴν ἐσθῆτα, μὴ κρύπτοι τι φάρμακον, ἐξέσεισεν. ἐπέμφθη δὲ καὶ παρὰ Καίσαρος τῶν ἀπελευθέρων Ἐπαφρόδιτος, ᾧ προσετέτακτο ζῶσαν αὐτὴν φυλάττειν ἰσχυρῶς ἐπιμελόμενον, τἆλλα δὲ πρὸς τὸ ῥᾷστον ἐνδιδόναι καὶ ἥδιστον.
Πλούταρχος, Βίος τοῦ Ἀντωνίου, 81–86
edit81. τῶν δὲ Ἀντωνίου παίδων ὁ μὲν ἐκ Φουλβίας Ἄντυλλος ὑπὸ Θεοδώρου τοῦ παιδαγωγοῦ παραδοθεὶς ἀπέθανε· καὶ τὴν κεφαλὴν αὐτοῦ τῶν στρατιωτῶν ἀποτεμόντων, ὁ παιδαγωγὸς ἀφελὼν ὃν ἐφώρει περὶ τῷ τραχήλῳ πολυτιμότατον λίθον εἰς τὴν ζώνην κατέρραψεν· ἀρνησάμενος δὲ καὶ φωραθεὶς ἀνεσταυρώθη. [2] τὰ δὲ Κλεοπάτρας παιδία φρουρούμενα μετὰ τῶν τρεφόντων ἐλευθέριον εἶχε δίαιταν. Καισαρίωνα δὲ τὸν ἐκ Καίσαρος γεγονέναι λεγόμενον ἡ μὲν μήτηρ ἐξέπεμψε μετὰ χρημάτων πολλῶν εἰς τὴν Ἰνδικὴν δι᾽ Αἰθιοπίας, ἕτερος δὲ παιδαγωγὸς ὅμοιος Θεοδώρῳ Ῥόδων ἀνέπεισεν ἐπανελθεῖν, ὡς Καίσαρος αὐτὸν ἐπὶ βασιλείαν καλοῦντος. βουλευομένου δὲ Καίσαρος Ἄρειον εἰπεῖν λέγουσιν·
οὐκ ἀγαθὸν πολυκαισαρίη.¹
¹ Ἁρμογὴ τοῦ Ἰλιάδος (Βʹ, 204) ἡμιστιχίου «οὐκ ἀγαθὸν πολυκοιρανίη».
82. τοῦτον μὲν οὖν ὕστερον ἀπέκτεινε μετὰ τὴν Κλεοπάτρας τελευτήν. Ἀντώνιον δὲ πολλῶν αἰτουμένων θάψαι καὶ βασιλέων καὶ στρατηγῶν, οὐκ ἀφείλετο Κλεοπάτρας τὸ σῶμα Καῖσαρ, ἀλλὰ ἐθάπτετο ταῖς ἐκείνης χερσὶ πολυτελῶς καὶ βασιλικῶς, πᾶσιν ὡς ἐβούλετο χρῆσθαι λαβούσης. ἐκ δὲ λύπης ἅμα τοσαύτης καὶ ὀδύνης (ἀνεφλέγμηνε γὰρ αὐτῆς τὰ στέρνα τυπτομένης καὶ ἥλκωτο) πυρετῶν ἐπιλαβόντων ἠγάπησε τὴν πρόφασιν, ὡς ἀφεξομένη τροφῆς διὰ τοῦτο καὶ παραλύσουσα τοῦ ζῆν ἀκωλύτως ἑαυτήν. [2] ἦν δὲ ἰατρὸς αὐτῇ συνήθης Ὄλυμπος, ᾧ φράσασα τἀληθὲς ἐχρῆτο συμβούλῳ καὶ συνεργῷ τῆς καθαιρέσεως, ὡς αὐτὸς ὁ Ὄλυμπος εἴρηκεν ἱστορίαν τινὰ τῶν πραγμάτων τούτων ἐκδεδωκώς. ὑπονοήσας δὲ Καῖσαρ ἀπειλὰς μέν τινας αὐτῇ καὶ φόβους περὶ τῶν τέκνων προσέβαλλεν, οἷς ἐκείνη καθάπερ μηχανήμασιν ὑπηρείπετο καὶ παρεδίδου τὸ σῶμα θεραπεύειν καὶ τρέφειν τοῖς χρῄζουσιν.
83. ἧκε δὲ καὶ αὐτὸς ἡμέρας ὀλίγας διαλιπὼν ἐντευξόμενος αὐτῇ καὶ παρηγορήσων. ἡ δὲ ἔτυχε μὲν ἐν στιβάδι κατακειμένη ταπεινῶς, εἰσιόντι δ᾽ αὐτῷ μονοχίτων ἀναπηδήσασα προσπίπτει, δεινῶς μὲν ἐξηγριωμένη κεφαλὴν καὶ πρόσωπον, ὑπότρομος δὲ τῇ φωνῇ καὶ συντετηκυῖα ταῖς ὄψεσιν. ἦν δὲ πολλὰ καὶ τῆς περὶ τὸ στέρνον αἰκίας καταφανῆ· καὶ ὅλως οὐθὲν ἐδόκει τὸ σῶμα τῆς ψυχῆς ἔχειν βέλτιον. [2] ἡ μέντοι χάρις ἐκείνη καὶ τὸ τῆς ὥρας ἰταμὸν οὐ κατέσβεστο παντάπασιν, ἀλλὰ καίπερ οὕτως διακειμένης ἔνδοθέν ποθεν ἐξέλαμπε καὶ συνεπεφαίνετο τοῖς κινήμασι τοῦ προσώπου. κελεύσαντος δὲ τοῦ Καίσαρος αὐτὴν κατακλιθῆναι καὶ πλησίον αὐτοῦ καθίσαντος, ἥψατο μέν τινος δικαιολογίας εἰς ἀνάγκην καὶ φόβον Ἀντωνίου τὰ πεπραγμένα τρεπούσης, ἐνισταμένου δὲ πρὸς ἕκαστον αὐτῇ τοῦ Καίσαρος ἐξελεγχομένη ταχὺ πρὸς οἶκτον μεθηρμόσατο καὶ δέησιν, ὡς δή τις ἂν μάλιστα τοῦ ζῆν περιεχομένη. [3] τέλος δὲ τοῦ πλήθους τῶν χρημάτων ἀναγραφὴν ἔχουσα προσέδωκεν αὐτῷ· Σελεύκου δέ τινος τῶν ἐπιτρόπων ἐλέγχοντος ὡς ἔνια κρύπτουσαν καὶ διακλέπτουσαν, ἀναπηδήσασα καὶ τῶν τριχῶν αὐτοῦ λαβομένη πολλὰς ἐνεφόρει τῷ προσώπῳ πληγάς. [4] τοῦ δὲ Καίσαρος μειδιῶντος καὶ καταπαύοντος αὐτήν, «ἀλλ᾽ οὐ δεινόν,» εἶπεν, «ὦ Καῖσαρ, εἰ σὺ μὲν ἠξίωσας ἀφικέσθαι πρὸς ἐμὲ καὶ προσειπεῖν οὕτω πράττουσαν, οἱ δὲ δοῦλοί μου κατηγοροῦσιν εἴ τι τῶν γυναικείων ἀπεθέμην, οὐκ ἐμαυτῇ δήπουθεν, ἡ τάλαινα, κόσμον, ἀλλ᾽ ὅπως Ὀκταουία καὶ Λιβίᾳ τῇ σῇ μικρὰ δοῦσα δι᾽ ἐκείνων ἵλεώ σου τύχοιμι καὶ πραοτέρου;» [5] τούτοις ὁ Καῖσαρ ἥδετο, παντάπασιν αὐτὴν φιλοψυχεῖν οἰόμενος. εἰπὼν οὖν ὅτι καὶ ταῦτα ἐπιτρέπει καὶ τἆλλα πάσης ἐλπίδος αὐτῇ χρήσεται λαμπρότερον, ᾤχετο ἀπιών, ἐξηπατηκέναι μὲν οἰόμενος, ἐξηπατημένος δὲ μᾶλλον.
84. ἦν δὲ Κορνήλιος Δολοβέλλας ἐπιφανὴς νεανίσκος ἐν τοῖς Καίσαρος ἑταίροις. οὗτος εἶχε πρὸς τὴν Κλεοπάτραν οὐκ ἀηδῶς· καὶ τότε χαριζόμενος αὐτῇ δεηθείσῃ κρύφα πέμψας ἐξήγγειλεν ὡς αὐτὸς μὲν ὁ Καῖσαρ ἀναζεύγνυσι πεζῇ διὰ Συρίας, ἐκείνην δὲ μετὰ τῶν τέκνων ἀποστέλλειν εἰς τρίτην ἡμέραν ἔγνωκεν. [2] ἡ δὲ ἀκούσασα ταῦτα πρῶτον μὲν ἐδεήθη Καίσαρος ὅπως αὐτὴν ἐάσῃ χοὰς ἐπενεγκεῖν Ἀντωνίῳ· καὶ συγχωρήσαντος ἐπὶ τὸν τάφον κομισθεῖσα καὶ περιπεσοῦσα τῇ σορῷ μετὰ τῶν συνήθων γυναικῶν, «ὦ φίλε Ἀντώνιε,» εἶπεν, «ἔθαπτον μέν δε πρώην ἔτι χερσὶν ἐλευθέραις, σπένδω δὲ νῦν αἰχμάλωτος οὖσα, καὶ φρουρουμένη μήτε κοπετοῖς μήτε θρήνοις αἰκίσασθαι τὸ δοῦλον τοῦτο σῶμα καὶ τηρούμενον ἐπὶ τοὺς κατὰ σοῦ θριάμβους. [3] ἄλλας δὲ μὴ προσδέχου τιμὰς ἢ χοάς· ἀλλ᾽ αὗταί σοι τελευταῖαι Κλεοπάτρας ἀγομένης. ζῶντας μὲν γὰρ ἡμᾶς οὐθὲν ἀλλήλων διέστησε, κινδυνεύομεν δὲ τῷ θανάτῳ διαμείψασθαι τοὺς τόπους· σὺ μὲν ὁ Ῥωμαῖος ἐνταῦθα κείμενος, ἐγὼ δ᾽ ἡ δύστηνος ἐν Ἰταλίᾳ, τοσοῦτο τῆς σῆς μεταλαβοῦσα χώρας μόνον. [4] ἀλλ᾽ εἰ δή τις τῶν ἐκεῖ θεῶν ἀλκὴ καὶ δύναμις (οἱ γὰρ ἐνταῦθα προὔδωκαν ἡμᾶς), μὴ πρόῃ ζῶσαν τὴν σεαυτοῦ γυναῖκα, μηδ᾽ ἐν ἐμοὶ περιΐδῃς θριαμβευόμενον σεαυτόν, ἀλλ᾽ ἐνταῦθά με κρύψον μετὰ σεαυτοῦ καὶ σύνθαψον, ὡς ἐμοὶ μυρίων κακῶν ὄντων οὐδὲν οὕτω μέγα καὶ δεινόν ἐστιν ὡς ὁ βραχὺς οὗτος χρόνος ὃν σοῦ χωρὶς ἔζηκα.»
85. τοιαῦτα ὀλοφυραμένη καὶ στέψασα καὶ κατασπασαμένη τὴν σορὸν ἐκέλευσεν αὑτῇ λουτρὸν γενέσθαι. λουσαμένη δὲ καὶ κατακλιθεῖσα λαμπρὸν ἄριστον ἠρίστα. καί τις ἧκεν ἀπ᾽ ἀγροῦ κίστην τινὰ κομίζων· τῶν δὲ φυλάκων ὅ τι φέροι πυνθανομένων ἀνοίξας καὶ ἀφελὼν τὰ θρῖα σύκων ἐπίπλεων τὸ ἀγγεῖον ἔδειξε. [2] θαυμασάντων δὲ τὸ κάλλος καὶ τὸ μέγεθος μειδιάσας παρεκάλει λαβεῖν· οἱ δὲ πιστεύσαντες ἐκέλευον εἰσενεγκεῖν. μετὰ δὲ τὸ ἄριστον ἡ Κλεοπάτρα δέλτον ἔχουσα γεγραμμένην καὶ κατασεσημασμένην ἀπέστειλε πρὸς Καίσαρα, καὶ τοὺς ἄλλους ἐκποδὼν ποιησαμένη πλὴν τῶν δυεῖν ἐκείνων γυναικῶν τὰς θύρας ἔκλεισε.
[3] Καῖσαρ δὲ λύσας τὴν δέλτον, ὡς ἐνέτυχε λιταῖς καὶ ὀλοφυρμοῖς δεομένης αὐτὴν σὺν Ἀντωνίῳ θάψαι, ταχὺ συνῆκε τὸ πεπραγμένον. καὶ πρῶτον μὲν αὐτὸς ὥρμησε βοηθεῖν, ἔπειτα τοὺς σκεψομένους κατὰ τάχος ἔπεμψεν. ἐγεγόνει δ᾽ ὀξὺ τὸ πάθος. δρόμῳ γὰρ ἐλθόντες καὶ τοὺς μὲν φυλάττοντας οὐδὲν ᾐσθημένους καταλαβόντες, τὰς δὲ θύρας ἀνοίξαντες, εὗρον αὐτὴν τεθνηκυῖαν ἐν χρυσῇ κατακειμένην κλίνῃ, κεκοσμημένην βασιλικῶς. [4] τῶν δὲ γυναικῶν ἡ μὲν Εἰρὰς λεγομένη πρὸς τοῖς ποσὶν ἀπέθνησκεν, ἡ δὲ Χάρμιον ἤδη σφαλλομένη καὶ καρηβαροῦσα κατεκόσμει τὸ διάδημα τὸ περὶ τὴν κεφαλὴν αὐτῆς. εἰπόντος δέ τινος ὀργῇ· «καλὰ ταῦτα, Χάρμιον·» «κάλλιστα μὲν οὖν,» ἔφη, «καὶ πρέποντα τῇ τοσούτων ἀπογόνῳ βασιλέων.» πλέον δὲ οὐδὲν εἶπεν, ἀλλ᾽ αὐτοῦ παρὰ τὴν κλίνην ἔπεσε.
86. λέγεται δὲ τὴν ἀσπίδα κομισθῆναι σὺν τοῖς σύκοις ἐκείνοις καὶ τοῖς θρίοις ἄνωθεν ἐπικαλυφθεῖσαν, οὕτω γὰρ τὴν Κλεοπάτραν κελεῦσαι, μηδὲ αὐτῆς ἐπισταμένης τῷ σώματι προσπεσεῖν τὸ θηρίον· ὡς δὲ ἀφαιροῦσα τῶν σύκων εἶδεν, εἰπεῖν· «ἐνταῦθα ἦν ἄρα τοῦτο·» καὶ τὸν βραχίονα παρασχεῖν τῷ δήγματι γυμνώσασαν. [2] οἱ δὲ τηρεῖσθαι μὲν ἐν ὑδρίᾳ τὴν ἀσπίδα καθειργμένην φάσκουσιν, ἠλακάτῃ δέ τινι χρυσῇ τῆς Κλεοπάτρας ἐκκαλουμένης αὐτὴν καὶ διαγριαινούσης ὁρμήσασαν ἐμφῦναι τῷ βραχίονι. τὸ δὲ ἀληθὲς οὐδεὶς οἶδεν· ἐπεὶ καὶ φάρμακον αὐτὴν ἐλέχθη φορεῖν ἐν κνηστίδι κοίλῃ, τὴν δὲ κνηστίδα κρύπτειν τῇ κόμῃ· πλὴν οὔτε κηλὶς ἐξήνθησε τοῦ σώματος οὔτε ἄλλο φαρμάκου σημεῖον. [3] οὐ μὴν οὐδὲ τὸ θηρίον ἐντὸς ὤφθη, συρμοὺς δέ τινας αὐτοῦ παρὰ θάλασσαν, ᾗ τὸ δωμάτιον ἀφεώρα καὶ θυρίδες ἦσαν, ἰδεῖν ἔφασκον. ἔνιοι δὲ καὶ τὸν βραχίονα τῆς Κλεοπάτρας ὀφθῆναι δύο νυγμὰς ἔχοντα λεπτὰς καὶ ἀμυδράς· οἷς ἔοικε πιστεῦσαι καὶ ὁ Καῖσαρ. ἐν γὰρ τῷ θριάμβῳ τῆς Κλεοπάτρας αὐτῆς εἴδωλον ἐκομίζετο καὶ τῆς ἀσπίδος ἐμπεφυκυίας. ταῦτα μὲν οὖν οὕτω λέγεται γενέσθαι.
[4] Καῖσαρ δέ, καίπερ ἀχθεσθεὶς ἐπὶ τῇ τελευτῇ τῆς γυναικός, ἐθαύμασε τὴν εὐγένειαν αὐτῆς· καὶ ταφῆναι τὸ σῶμα σὺν Ἀντωνίῳ λαμπρῶς καὶ βασιλικῶς ἐκέλευσεν. ἐντίμου δὲ καὶ τὰ γύναια κηδείας ἔτυχεν αὐτοῦ προστάξαντος. ἐτελεύτησε δὲ Κλεοπάτρα μὲν ἑνὸς δέοντα τεσσαράκοντα ἔτη βιώσασα, καὶ τούτων δύο καὶ εἴκοσι βασιλεύσασα, συνάρξασα δὲ Ἀντωνίῳ πλείω τῶν δεκατεσσάρων. [5] Ἀντώνιον δὲ οἱ μὲν ἕξ, οἱ δὲ τρισὶ τὰ πεντήκοντα ὑπερβαλεῖν φασιν. αἱ μὲν οὖν Ἀντωνίου καθῃρέθησαν εἰκόνες, αἱ δὲ Κλεοπάτρας κατὰ χώραν ἔμειναν, Ἀρχιβίου τινὸς τῶν φίλων αὐτῆς δισχίλια τάλαντα Καίσαρι δόντος, ἵνα μὴ τὸ αὐτὸ ταῖς Ἀντωνίου πάθωσιν.
Ἰώσηπος Φλαούιος, Ἰουδαϊκὴ ἀρχαιολογία, ΙΔʹ, 324-326· Ἱστορία Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, Αʹ, 243-244
editἈντώνιος, τῆς Κλεοπάτρας δοῦλος
[324] Μετὰ δὲ ταῦτα εἰς Συρίαν Ἀντωνίου παραγενομένου Κλεοπάτρα περὶ Κιλικίαν ἐντυχοῦσα δι᾽ ἔρωτος αὐτὸν ἐκεχείρωτο. καὶ δὴ πάλιν Ἰουδαίων ἑκατὸν οἱ δυνατώτατοι παραγίνονται πρὸς αὐτὸν κατηγοροῦντες Ἡρώδου καὶ τῶν περὶ αὐτὸν προστησάμενοι σφῶν τοὺς δεινοτάτους λέγειν. [325] ἀντέλεγεν δὲ αὐτοῖς Μεσσάλας ὑπὲρ τῶν νεανίσκων παρόντος καὶ Ὑρκανοῦ, ὃς κηδεστὴς ἐτύγχανεν ἤδη γεγενημένος. ἀκροασάμενος δὲ ἀμφοτέρων Ἀντώνιος ἐπὶ Δάφνης πυνθάνεται Ὑρκανοῦ, πότεροι τοῦ ἔθνους ἄμεινον προΐστανται· [326] φήσαντος δὲ τοὺς περὶ Ἡρώδην, Ἀντώνιος καὶ πάλαι οἰκείως ἔχων πρὸς αὐτοὺς διὰ τὴν πατρῴαν ξενίαν, ἣν ἡνίκα σὺν Γαβινίῳ παρῆν ἐπεποίητο πρὸς τὸν πατέρα αὐτῶν, τούτους μὲν ἀμφοτέρους τετράρχας καθίστησιν καὶ τὰ Ἰουδαίων αὐτοῖς ἐπιτρέπει πράγματα, γράφει δὲ καὶ γράμματα πεντεκαίδεκα τῶν ἀντιστασιαστῶν ἔδησεν, μέλλοντος δὲ καὶ κτείνειν αὐτοὺς παρῃτήσαντο οἱ περὶ Ἡρώδην.
[243] καὶ τότε μὲν οὕτως διελύθησαν, αὖθις δὲ οἱ ἐν τέλει Ἰουδαίων ἑκατὸν ἄνδρες ἧκον εἰς τὴν πρὸς Ἀντιόχειαν Δάφνην ἐπ᾽ Ἀντώνιον ἤδη τῷ Κλεοπάτρας ἔρωτι δεδουλωμένον· οἳ προστησάμενοι τοὺς ἀξιώματι καὶ λόγῳ σφῶν δυνατωτάτους κατηγόρουν τῶν ἀδελφῶν. ὑπήντα δὲ Μεσσάλας ἀπολογούμενος συμπαρεστῶτος Ὑρκανοῦ διὰ τὸ κῆδος. [244] καὶ Ἀντώνιος ἀκούσας ἑκατέρων Ὑρκανοῦ διεπυνθάνετο τοὺς ἐπιτηδειοτέρους ὄντας ἄρχειν· τοῦ δὲ τοὺς περὶ τὸν Ἡρώδην προκρίνοντος, ἡσθείς, ἦν γὰρ δὴ καὶ ξένος αὐτοῖς πατρῷος δεχθεὶς ὑπ᾽ Ἀντιπάτρου φιλοφρόνως ὅτε εἰς τὴν Ἰουδαίαν σὺν Γαβινίῳ παρέβαλλεν, τετράρχας ἀποδείκνυσιν τοὺς ἀδελφοὺς πᾶσαν διοικεῖν τὴν Ἰουδαίαν ἐπιτρέπων.
Ἰώσηπος Φλαούιος, Ἰουδαϊκὴ ἀρχαιολογία, ΙΕʹ, 11-121
editἩ τοῦ Ἡρῴδου ἔρις πρὸς Κλεοπάτραν
[11] Κατασχόντος δὲ τὴν βασιλείαν Ἡρώδου πυθόμενος Ὑρκανὸς ὁ ἀρχιερεύς, ἦν δὲ παρὰ Πάρθοις αἰχμάλωτος, ἀφικνεῖται πρὸς Ἡρώδην τῆς αἰχμαλωσίας ἀπολυθεὶς τρόπῳ τοιούτῳ· [12] Βαζαφράνης καὶ Πάκορος οἱ τῶν Πάρθων στρατηγοί, λαβόντες αἰχμαλώτους Ὑρκανὸν τὸν πρῶτον ἀρχιερέα γενόμενον εἶτα βασιλέα καὶ τὸν ἀδελφὸν Ἡρώδου Φασάηλον εἰς Πάρθους ἀνῆγον. [13] καὶ Φασάηλος μὲν οὐ φέρων τὴν ἐν τοῖς δεσμοῖς αἰσχύνην, πάσης δὲ ζωῆς κρείττονα τὸν μετὰ δόξης ἡγούμενος θάνατον αὐτὸς ἑαυτοῦ γίνεται φονεύς, καθὼς προεῖπον.
[14] Ὑρκανῷ δ᾽ ἀναχθέντι Φραάτης ὁ τῶν Πάρθων βασιλεὺς ἐπ᾽ αὐτὸν ἐπιεικέστερον προσηνέχθη, τὸ τῆς εὐγενείας αὐτοῦ διάσημον προπεπυσμένος. διὰ τοῦτο δεσμῶν μὲν ἀφῆκεν, ἐν Βαβυλῶνι δὲ κατάγεσθαι παρεῖχεν, ἔνθα καὶ πλῆθος ἦν Ἰουδαίων. [15] οὗτοι τὸν Ὑρκανὸν ἐτίμων ὡς ἀρχιερέα καὶ βασιλέα καὶ πᾶν τὸ μέχρις Εὐφράτου νεμόμενον Ἰουδαίων ἔθνος· τῷ δ᾽ ἦν ἀγαπητὰ ταῦτα. [16] πυθόμενος δὲ τὸν Ἡρώδην παρειληφέναι τὴν βασιλείαν ἀντιμετεχώρει ταῖς ἐλπίσιν ἐξ ἀρχῆς τε φιλοστόργως διακείμενος καὶ τῆς χάριτος ἀπομνησθήσεσθαι προσδοκῶν, κρινόμενον ὅτι καὶ μέλλοντα θανάτῳ ζημιοῦσθαι τοῦ κινδύνου καὶ τῆς κολάσεως ἐρρύσατο. λόγους οὖν προσέφερε τοῖς Ἰουδαίοις ἰέναι παρ᾽ αὐτὸν ἐσπουδακώς. [17] οἱ δὲ περιείχοντο καὶ μένειν ἠξίουν τὰς ὑπουργίας ἅμα καὶ τὰς τιμὰς λέγοντες, ὡς οὐδὲν ἐνδεὲς αὐτῷ τῆς εἰς τοὺς ἀρχιερεῖς ἢ βασιλεῖς τιμῆς ἐξ αὐτῶν εἴη, καὶ τὸ μεῖζον, ὅτι μηδὲ ἐκεῖ τούτων μεταλαβεῖν δύναται κατὰ λώβην τοῦ σώματος, ἣν ὑπ᾽ Ἀντιγόνου πάθοι, τάς τε χάριτας οὐχ ὁμοίως ἀποδίδοσθαι παρὰ τῶν βασιλέων, ἃς ἔλαβον ἰδιωτεύοντες, ἐξαλλαττούσης αὐτοὺς οὐκ ἀλόγως τῆς τύχης.
[18] Τοιαῦτα κατὰ τὸ συμφέρον ὑποτεινόντων Ὑρκανὸς πόθον εἶχεν ἀπιέναι, καὶ γράφων Ἡρώδης παρεκάλει δεῖσθαι Φραάτου καὶ τῶν ἐκεῖ Ἰουδαίων μὴ φθονῆσαι δυνάμει κοινὴν ἕξοντι τὴν βασιλείαν· ἄρτι γὰρ εἶναι καιρὸν αὐτῷ μὲν ἐκτῖσαι τὰς χάριτας ὧν εὖ πάθοι καὶ τραφεὶς ὑπ᾽ αὐτοῦ καὶ περισωθείς, ἐκείνῳ δὲ κομίζεσθαι. [19] ταῦτα γράφων Ὑρκανῷ πέμπει καὶ παρὰ τὸν Φραάτην πρεσβευτὴν Σαραμάλλαν καὶ δῶρα πλείω, μὴ διακωλῦσαι τὰς εἰς τὸν εὐεργέτην αὐτοῦ χάριτας ὁμοίως φιλανθρωπευόμενον. [20] ἦν δ᾽ οὐκ ἐντεῦθεν ἡ σπουδή, διὰ δὲ τὸ μὴ κατ᾽ ἀξίαν αὐτὸς ἄρχειν δεδοίκει τὰς ἐξ εὐλόγων μεταβολὰς καὶ τὸν Ὑρκανὸν ὑποχείριον ἔχειν ἔσπευδεν ἢ καὶ παντάπασιν ἐκποδὼν ποιήσασθαι· τοῦτο γὰρ ἔπραξεν ἐν ὑστέρῳ.
[21] Τότε μέντοι γε ἐπειδὴ παρῆν πεπεισμένος ἐφέντος τε τοῦ Πάρθου καὶ τῶν Ἰουδαίων χρήματα παρασχομένων, ἁπάσῃ τιμῇ δεξάμενος αὐτὸν ἔν τε τοῖς συλλόγοις τὸν πρῶτον ἔνεμε τόπον καὶ παρὰ τὰς ἑστιάσεις προκατακλίνων ἐξηπάτα πατέρα καλῶν καὶ παντοδαπῶς τὸ τῆς ἐπιβουλῆς ἀνύποπτον πραγματευόμενος. [22] ὑποκαθίστατο δὲ καὶ τἆλλα πρὸς τὸ συμφέρον τῆς ἀρχῆς, ἐξ ὧν αὐτῷ καὶ τὰ περὶ τὴν οἰκίαν ἐστασιάσθη· φυλαττόμενος γάρ τινα τῶν ἐπισήμων ἀποδεικνύειν ἀρχιερέα τοῦ θεοῦ, μεταπεμψάμενος ἐκ τῆς Βαβυλῶνος ἱερέα τῶν ἀσημοτέρων Ἀνάνηλον ὀνόματι τούτῳ τὴν ἀρχιερωσύνην δίδωσιν.
[23] Εὐθὺς οὖν οὐκ ἤνεγκεν Ἀλεξάνδρα τὴν ἐπήρειαν, θυγάτηρ μὲν Ὑρκανοῦ, γυνὴ δὲ Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου βασιλέως, ἐξ Ἀλεξάνδρου παῖδας ἔχουσα τὸν μὲν ὥρᾳ κάλλιστον Ἀριστόβουλον καλούμενον, τὴν δὲ Ἡρώδῃ συνοικοῦσαν Μαριάμμην εὐμορφίᾳ διάσημον. [24] ἐτετάρακτο δὲ καὶ χαλεπῶς ἔφερεν τὴν ἀτιμίαν τοῦ παιδός, εἰ περιόντος ἐκείνου τῶν ἐπικλήτων τις ἀξιοῦται τῆς ἀρχιερωσύνης, καὶ γράφει Κλεοπάτρᾳ μουσουργοῦ τινος αὐτῇ συμπραγματευομένου τὰ περὶ τὴν κομιδὴν τῶν γραμμάτων αἰτεῖσθαι παρ᾽ Ἀντωνίου τῷ παιδὶ τὴν ἀρχιερωσύνην.
[25] Ἀντωνίου δὲ ῥαθυμότερον ὑπακούοντος, ὁ φίλος αὐτοῦ Δέλλιος εἰς Ἰουδαίαν ἐλθὼν ἐπί τινας χρείας ὡς εἶδεν τὸν Ἀριστόβουλον, ἠγάσθη τε τῆς ὥρας καὶ τὸ μέγεθος καὶ κάλλος τοῦ παιδὸς ἐθαύμασεν, οὐχ ἧττον δὲ τὴν Μαριάμμην συνοικοῦσαν τῷ βασιλεῖ, καὶ δῆλος ἦν καλλίπαιδά τινα τὴν Ἀλεξάνδραν διειληφώς. [26] ἐκείνης δὲ εἰς λόγους ἐλθούσης αὐτῷ πείθει γραψαμένην ἀμφοτέρων εἰκόνας Ἀντωνίῳ διαπέμψασθαι· θεασαμένου γὰρ οὐδενὸς ἀτευκτήσειν ὧν ἀξιοῖ. [27] τούτοις ἐπαρθεῖσα τοῖς λόγοις Ἀλεξάνδρα πέμπει τὰς εἰκόνας Ἀντωνίῳ· καὶ Δέλλιος ἐτερατεύετο λέγων οὐκ ἐξ ἀνθρώπων αὐτῷ δοκεῖν, ἀλλά τινος θεοῦ γενέσθαι τοὺς παῖδας. ἐπραγματεύετο δὲ δι᾽ ἑαυτοῦ πρὸς τὰς ἡδονὰς ἑλκύσαι τὸν Ἀντώνιον. [28] ὁ δὲ τὴν μὲν κόρην ᾐδέσθη μεταπέμπεσθαι γεγαμημένην Ἡρώδῃ καὶ τὰς εἰς Κλεοπάτραν ἐκ τοῦ τοιούτου διαβολὰς φυλαττόμενος, ἐπέστελλε δὲ πέμπειν τὸν παῖδα σὺν εὐπρεπείᾳ προστιθείς, εἰ μὴ βαρὺ δοκοίη. [29] τούτων ἀπενεχθέντων πρὸς Ἡρώδην οὐκ ἀσφαλὲς ἔκρινεν ὥρᾳ τε κάλλιστον ὄντα τὸν Ἀριστόβουλον ἑκκαιδεκαέτης γὰρ ὢν ἐτύγχανεν, καὶ γένει προύχοντα πέμπειν παρὰ τὸν Ἀντώνιον, ἰσχύοντα μὲν ὡς οὐκ ἄλλος ἐν τῷ τότε Ῥωμαίων, ἕτοιμον δὲ τοῖς ἐρωτικοῖς αὐτὸν ὑποθεῖναι καὶ τὰς ἡδονὰς ἀπαρακαλύπτως ἐκ τοῦ δύνασθαι ποριζόμενον. [30] ἀντέγραψεν οὖν ὡς, εἰ μόνον ἐξέλθοι τῆς χώρας τὸ μειράκιον, ἅπαντα πολέμου καὶ ταραχῆς ἀναπλησθήσεται Ἰουδαίων ἐλπισάντων μεταβολὴν καὶ νεωτερισμὸν ἐπ᾽ ἄλλῳ βασιλεῖ.
[31] Τούτοις δὲ παραιτησάμενος τὸν Ἀντώνιον ἔγνω μὴ μέχρι παντὸς ἀτιμάζειν τὸν παῖδα καὶ τὴν Ἀλεξάνδραν, ἀλλὰ καὶ τῆς γυναικὸς Μαριάμμης ἐγκειμένης λιπαρῶς ἀποδοῦναι τἀδελφῷ τὴν ἀρχιερωσύνην, καὶ συμφέρειν αὐτῷ κρίνων, ἵνα μηδ᾽ ἀποδημῆσαι δυνατὸν ᾖ τετιμημένῳ, σύλλογον ποιήσας τῶν φίλων ᾐτιᾶτο πολλὰ τὴν Ἀλεξάνδραν, [32] κρύφα τε ἐπιβουλεῦσαι λέγων τῇ βασιλείᾳ καὶ διὰ τῆς Κλεοπάτρας πράττειν, ὅπως αὐτὸς μὲν ἀφαιρεθῇ τὴν ἀρχήν, τὸ δὲ μειράκιον ἀντ᾽ αὐτοῦ παραλάβῃ τὰ πράγματα δι᾽ Ἀντωνίου. [33] καὶ ταῦτα βούλεσθαι μὲν ἐκείνην οὐ δικαίως, ὁπότε καὶ τὴν θυγατέρα συναποστεροίη τῆς οὔσης αὐτῇ τιμῆς καὶ ταραχὰς ἐπὶ τῇ βασιλείᾳ πραγματεύοιτο, πολλὰ πονήσαντος αὐτοῦ καὶ κτησαμένου κινδύνοις οὐ τοῖς τυχοῦσιν. [34] οὐ μὴν ἀπομνημονεύσας αὐτὸς ὧν οὐ καλῶς ἐκείνη πράξειεν ἀποστήσεσθαι τοῦ δίκαιος εἶναι περὶ αὐτούς, ἀλλὰ καὶ νῦν ἔφη διδόναι τῷ παιδὶ τὴν ἀρχιερωσύνην καὶ πάλαι προκαταστήσασθαι τὸν Ἀνάνηλον παιδίου παντάπασιν ὄντος Ἀριστοβούλου. [35] τοιαῦτα δὲ λέγοντος οὐκ ἀσκέπτως, ἀλλ᾽ ὅπερ ἠξίου μάλιστα πεφροντισμένως εἰς ἀπάτην γυναικῶν καὶ τῶν συμπαραληφθέντων φίλων, περιπαθὴς ἅμα καὶ χαρᾷ τῶν οὐ προσδοκηθέντων καὶ δέει τῆς ὑποψίας Ἀλεξάνδρα μετὰ δακρύων ἀπελογεῖτο, [36] περὶ μὲν τῆς ἱερωσύνης φαμένη πᾶν ὁτιοῦν ὑπ᾽ ἀδοξίας σπουδάσαι, βασιλείᾳ δὲ μήτε ἐπιτίθεσθαι μήτ᾽ ἄν, εἰ καὶ προσίοι, βούλεσθαι λαβεῖν, καὶ νῦν ἀποχρώντως τιμῆς ἔχουσα διὰ τὴν ἀρχὴν τὴν ἐκείνου καὶ τὴν ἀσφάλειαν τὴν ἐκ τοῦ δύνασθαι μᾶλλον ἑτέρων ἄρχειν αὐτὸν ἅπαντι τῷ γένει περιοῦσαν. [37] νῦν τε νενικημένη ταῖς εὐεργεσίαις δέχεσθαι μὲν εἰς τὸν υἱὸν τὴν τιμήν, ἔσεσθαι δὲ πρὸς πᾶν ὑπήκοος, παραιτεῖσθαι δὲ κἂν εἴ τι διὰ γένος καὶ τὴν οὖσαν αὐτῇ παρρησίαν προπετέστερον ὑπ᾽ ἀναξιοπαθείας δράσειεν. [38] οὕτως ἀλλήλοις ὁμιλήσαντες καὶ σπουδαιότερον ἢ θᾶττον ἐν δεξιαῖς διελύοντο πάσης ὑποψίας, ὡς ἐδόκουν, ἐξῃρημένης.
[39] Ὁ δὲ βασιλεὺς Ἡρώδης εὐθὺς μὲν ἀφαιρεῖται τὴν ἀρχιερωσύνην Ἀνάνηλον ὄντα μέν, ὡς καὶ πρότερον εἴπομεν, οὐκ ἐπιχώριον, ἀλλὰ τῶν ὑπὲρ Εὐφράτην ἀπῳκισμένων Ἰουδαίων· οὐ γὰρ ὀλίγαι μυριάδες τοῦδε τοῦ λαοῦ περὶ τὴν Βαβυλωνίαν ἀπῳκίσθησαν. [40] ἔνθεν ἦν Ἀνάνηλος ἀρχιερατικοῦ γένους καὶ πάλαι κατὰ συνήθειαν Ἡρώδῃ σπουδαζόμενος. τοῦτον αὐτὸς μὲν ἐτίμησεν, ὅτε τὴν βασιλείαν παρέλαβεν, αὐτὸς δὲ κατέλυσεν ἐπὶ τῷ παῦσαι τὰς οἰκείας ταραχὰς παράνομα ποιῶν· οὐ γὰρ ἄλλος γέ τις ἀφῃρέθη τὴν τιμὴν ἅπαξ παραλαβών. [41] ἀλλὰ πρῶτος μὲν Ἀντίοχος ὁ Ἐπιφανὴς ἔλυσε τὸν νόμον ἀφελόμενος μὲν Ἰησοῦν, καταστήσας δὲ τὸν ἀδελφὸν Ὀνίαν, δεύτερος δὲ Ἀριστόβουλος Ὑρκανὸν ἀφείλετο τὸν ἀδελφόν, Ἡρώδης δὲ τρίτος ἀντιπαρέδωκεν τὴν ἀρχὴν Ἀριστοβούλῳ τῷ παιδί.
[42] Καὶ τότε μὲν ἐδόκει τεθεραπευκέναι τὰ περὶ τὴν οἰκίαν. οὐ μὴν ὅπερ εἰκὸς ἦν ἐν διαλλαγαῖς ἀνυπόπτως διετέλει, τὴν Ἀλεξάνδραν ἐπί τε τοῖς ἐγχειρηθεῖσιν ἤδη καὶ καιρὸν εἰ λάβοιτο νεωτέρων πραγμάτων ἠξιωκὼς δεδοικέναι. [43] προσέταττεν οὖν ἔν τε τοῖς βασιλείοις διατρίβειν καὶ μηδὲν ἀπ᾽ ἐξουσίας δρᾶν, ἐπιμελεῖς τε ἦσαν φυλακαί, λανθάνοντος οὐδ᾽ εἴ τι πρὸς τὴν καθ᾽ ἡμέραν δίαιταν ἐπιτηδεύοιτο. [44] ταῦτα πάντα κατὰ μικρὸν ἐξηγρίου αὐτὴν καὶ μῖσος ἐπεφύετο· φρονήματος γὰρ ἔμπλεως οὖσα γυναικείου τὰς ἐκ τῆς ὑποψίας ἐπιμελείας ἀνηξιοπάθει, παντὸς οὑτινοσοῦν ἀξιοῦσα μᾶλλον ἢ τῆς παρρησίας στερομένη τιμῆς εὐπρεπείᾳ μετὰ δουλείας καὶ φόβων καταζῆν. [45] ἔπεμπεν οὖν παρὰ τὴν Κλεοπάτραν ἐν οἷς εἴη συνεχὲς ὀδυρομένη καὶ παρακαλοῦσα προσβοηθεῖν αὐτῇ κατὰ δύναμιν. ἡ δὲ λαθοῦσαν ἐκέλευσεν ἐπ᾽ Αἰγύπτου σὺν τῷ παιδὶ πρὸς αὐτὴν ἀποδιδράσκειν. [46] ἐδόκει ταῦτα καὶ τεχνάζεται τοιάδε· δύο λάρνακας ὡς εἰς ἐκκομιδὴν νεκρῶν παρασκευασαμένη ταύταις αὐτὴν καὶ τὸν υἱὸν ἐνέβαλεν, ἐπιτάξασα τῶν οἰκετῶν τοῖς συνειδόσιν διὰ νυκτὸς ἐκφέρειν. ἦν δὲ τοὐντεῦθεν ἐπὶ θάλατταν ὁδὸς αὐτοῖς καὶ πλοῖον, ὃ διαπλεύσειν εἰς τὴν Αἴγυπτον ἔμελλεν, παρεσκευασμένον. [47] ταῦτα Σαββίωνι τῶν ἐκείνης φίλων Αἴσωπος οἰκέτης αὐτῆς ἀπαγγέλλει προπεσὼν ὡς εἰδότι φράσαι. πυθόμενος δὲ Σαββίων, καὶ γὰρ ἦν ἐχθρὸς Ἡρώδου πρότερον, ὅτι τῶν ἐπιβουλευσάντων Ἀντιπάτρῳ κατὰ τὴν φαρμακείαν εἷς ἐνομίζετο, τὸ μῖσος ὑπαλλάξεσθαι τῇ περὶ τὴν μήνυσιν εὐνοίᾳ προσεδόκησεν καὶ καταλέγει τῷ βασιλεῖ τὴν τῆς Ἀλεξάνδρας ἐπιβουλήν. [48] ὁ δὲ τὴν μὲν ἕως τῆς ἐγχειρήσεως ἐάσας προελθεῖν ἐπ᾽ αὐτοφώρῳ τοῦ δρασμοῦ συνέλαβεν, παρῆκεν δὲ τὴν ἁμαρτίαν, χαλεπὸν μὲν οὐδέν, εἰ καὶ σφόδρα βουλομένῳ ἦν αὐτῷ, διαθεῖναι τολμήσας, οὐ γὰρ ἂν ἀνασχέσθαι Κλεοπάτραν αἰτίαν ἐπὶ τῷ πρὸς αὐτὸν μίσει λαβοῦσαν, ἐμφαίνων δὲ μεγαλοψυχίαν μᾶλλον ἐξ ἐπιεικείας αὐτοῖς συνεγνωκέναι. [49] προύκειτο μέντοι παντάπασιν αὐτῷ τὸ μειράκιον ἐκποδὼν ποιεῖσθαι, τὸ δὲ μὴ ταχὺ μηδ᾽ ἅμα τοῖς πεπραγμένοις ἐδόκει πιθανώτερον εἰς τὸ λανθάνειν.
[50] Καὶ τῆς σκηνοπηγίας ἐπεχούσης, ἑορτὴ δέ ἐστιν αὕτη παρ᾽ ἡμῖν εἰς τὰ μάλιστα τηρουμένη, ταύτας τὰς ἡμέρας ὑπερεβάλλετο καὶ πρὸς εὐφροσύναις αὐτός τε καὶ τὸ λοιπὸν πλῆθος ἦν. ἐκίνησεν δ᾽ αὐτὸν ὅμως κἀκ τῶν τοιούτων ἐπισπεῦσαι τὰ περὶ τὴν προαίρεσιν ἐμφανῶς παροξύνων ὁ φθόνος. [51] τὸ γὰρ μειράκιον Ἀριστόβουλος ἕβδομον ἐπὶ τοῖς δέκα γεγονὸς ἔτος, ἐπειδὴ κατὰ τὸν νόμον ἀνῆλθεν ἐπὶ τὸν βωμὸν συντελέσων τὰ θύματα, τόν τε κόσμον ἔχων τὸν τῶν ἀρχιερέων καὶ τὰ περὶ τὴν θρησκείαν ἐκτελῶν, κάλλει τε κάλλιστος καὶ μεγέθει πλέον ἢ πρὸς τὴν ἡλικίαν ὑπεράγων, τοῦ γε μὴν περὶ τὸ γένος ἀξιώματος πλεῖστον ἐν τῇ μορφῇ διαφαίνων, [52] ὁρμή τε τῷ πλήθει πρὸς αὐτὸν εὐνοίας ἐγένετο καὶ τῶν Ἀριστοβούλῳ τῷ πάππῳ πεπραγμένων ἐναργὴς ἡ μνήμη παρέστη, νικώμενοί τε κατὰ μικρὸν ἐξηλέγχοντο τὰς διαθέσεις χαίροντες ὁμοῦ καὶ συγχεόμενοι καὶ φωνὰς εὐφήμους εἰς αὐτὸν ἀφιέντες εὐχαῖς μεμιγμένας, ὡς ἐμφανῆ γενέσθαι τὴν εὔνοιαν τῶν ὄχλων καὶ προπετεστέραν ἐν βασιλείᾳ δοκεῖν τὴν ὧν πεπόνθεσαν ὁμολογίαν. [53] ἐπὶ τούτοις ἅπασιν Ἡρώδης ἔγνω τὴν προαίρεσιν, ἣν εἶχεν εἰς τὸ μειράκιον, ἐξεργάσασθαι. καὶ τῆς ἑορτῆς παρελθούσης εἱστιᾶτο μὲν ἐν Ἱεριχοῦντι δεχομένης αὐτοὺς τῆς Ἀλεξάνδρας, φιλοφρονούμενος δὲ τὸ μειράκιον καὶ προέλκων εἰς ἀδεῆ πότον ἕτοιμος ἦν συμπαίζειν καὶ νεανιεύεσθαι κεχαρισμένως ἐκείνῳ. [54] τοῦ δὲ περὶ τὸν τόπον ἰδιώματος θερινωτέρου τυγχάνοντος συνειλεγμένοι τάχιον ἐξῆλθον ἀλύοντες, καὶ ταῖς κολυμβήθραις ἐπιστάντες, αἳ μεγάλαι περὶ τὴν αὐλὴν ἐτύγχανον, ἀνέψυχον τὸ θερμότατον τῆς μεσημβρίας. [55] καὶ πρῶτον μὲν ἑώρων τοὺς νέοντας τῶν οἰκετῶν καὶ φίλων, ἔπειτα προαχθέντος καὶ τοῦ μειρακίου τῷ καὶ τὸν Ἡρώδην παροξῦναι, τῶν φίλων οἷς ταῦτα ἐπιτέτακτο σκότους ἐπέχοντος βαροῦντες ἀεὶ καὶ βαπτίζοντες ὡς ἐν παιδιᾷ νηχόμενον οὐκ ἀνῆκαν, ἕως καὶ παντάπασιν ἀποπνῖξαι. [56] καὶ διεφθάρη μὲν οὕτως Ἀριστόβουλος, ὀκτωκαίδεκα μὲν οὐ πάντα βιοὺς ἔτη, τὴν δ᾽ ἱερωσύνην κατασχὼν ἐνιαυτόν, ἣν Ἀνάνηλος ἐκομίσατο πάλιν.
[57] Ἐξαγγελθέντος δὲ τοῦ πάθους ταῖς γυναιξὶν εὐθὺς μὲν ἐκ μεταβολῆς θρῆνος ἦν ἐπὶ προκειμένῳ τῷ νεκρῷ καὶ πένθος ἄσχετον, ἥ τε πόλις τοῦ λόγου διαδοθέντος ὑπερήλγει πάσης ἑστίας οἰκειουμένης τὴν συμφορὰν ὡς οὐκ ἐπ᾽ ἀλλοτρίῳ γενομένην. [58] Ἀλεξάνδρα δὲ καὶ μᾶλλον ἐκπαθὴς ἦν συνέσει τῆς ἀπωλείας, τὸ μὲν ἀλγοῦν ἐκ τοῦ γινώσκειν ὅπως ἐπράχθη πλεῖον ἔχουσα, τὸ δ᾽ ἐγκαρτερεῖν ἀναγκαῖον ἐπὶ μείζονος κακοῦ προσδοκίᾳ ποιουμένη. [59] καὶ πολλάκις μὲν ἦλθεν αὐτοχειρίᾳ περιγράψασθαι τὸν βίον, ἐπέστη δ᾽ ὅμως, εἰ δύναιτο ζῶσα προσαρκέσαι τῷ κατ᾽ ἐπιβουλὰς ἀνόμως διεφθαρμένῳ, τό τε πλέον ἐντεῦθεν αὐτῇ παρεκρότει τὸν βίον, καὶ τὸ μηδεμίαν ὑποψίαν ἐνδοῦναι τοῦ κατὰ πρόνοιαν ἀπολέσθαι τὸν υἱὸν ἱκανὸν εἰς εὐκαιρίαν ἀμύνης ἐνόμιζε. [60] κἀκείνη μὲν ἐγκρατῶς ἔφερε τὴν ὑποψίαν. Ἡρώδης δὲ πᾶσι τοῖς ἔξωθεν πιθανῶς ἀπεσκευάζετο, μὴ μετὰ προνοίας γενέσθαι τῷ παιδὶ τὸν θάνατον, οὐχ ὅσα πρὸς πένθος ἐπιτηδεύων μόνον, ἀλλὰ καὶ δάκρυσι χρώμενος καὶ σύγχυσιν τῆς ψυχῆς ἐμφαίνων ἀληθινήν, τάχα μὲν καὶ τοῦ πάθους ἀπονικῶντος αὐτὸν ἐν ὄψει τῆς τε ὥρας καὶ τοῦ κάλλους, εἰ καὶ πρὸς ἀσφάλειαν ὁ θάνατος τοῦ παιδὸς ἐνομίζετο, δῆλον δ᾽ ὡς ἀπολογίαν αὐτὰ πραγματευόμενος. [61] τά γε μὴν εἰς τὴν πολυτέλειαν τῆς ἐκφορᾶς καὶ μᾶλλον ἐπεδείξατο, πολλὴν μὲν τὴν παρασκευὴν περί τε τὰς θήκας καὶ τὸ πλῆθος τῶν θυμιαμάτων ποιησάμενος, πολὺν δὲ συγκαταθάπτων κόσμον, ὡς ἐκπλῆξαι τὸ λυπηρὸν τῆς ἐν ταῖς γυναιξὶν ἀλγηδόνος καὶ παραμυθήσασθαι τούτῳ τῷ μέρει.
[62] Τὴν δ᾽ Ἀλεξάνδραν ἥττησε μὲν οὐδὲν τῶν τοιούτων, ἀεὶ δὲ καὶ μᾶλλον ἡ μνήμη τοῦ κακοῦ παρέχουσα τὴν ὀδύνην ὀδυρτικὴν ἐποίει καὶ φιλόνεικον, καὶ γράφει τὴν ἐπιβουλὴν Ἡρώδου τῇ Κλεοπάτρᾳ καὶ τὴν ἀπώλειαν τοῦ παιδός. [63] ἡ δὲ καὶ πάλαι σπεύδουσα προσαρκέσαι δεομένῃ καὶ τὰς ἀτυχίας οἰκτείρουσα τῆς Ἀλεξάνδρας αὐτῆς ἐποιεῖτο τὸ πᾶν πρᾶγμα καὶ Ἀντώνιον οὐκ ἀνίει τίσασθαι τὸν φόνον τοῦ παιδὸς παροξύνουσα· οὐ γὰρ ἄξιον Ἡρώδην δι᾽ αὐτοῦ καταστάντα βασιλέα τῆς οὐδὲν προσηκούσης ἀρχῆς εἰς τοὺς ὄντως βασιλεῖς τοιαύτας ἐπιδείκνυσθαι παρανομίας. [64] τούτοις ἀναπειθόμενος Ἀντώνιος ὡς ἐπὶ Λαοδικείας ἐστάλη, πέμπει κελεύων Ἡρώδην ἐλθόντα τῶν εἰς Ἀριστόβουλον ἀπολύσασθαι· πεπρᾶχθαι γὰρ οὐκ ὀρθῶς τὴν ἐπιβουλήν, εἰ δι᾽ αὐτοῦ γέγονεν. [65] ὁ δὲ τήν τε αἰτίαν δεδοικὼς καὶ τὴν Κλεοπάτρας δυσμένειαν, ὡς οὐκ ἀνῆκεν ἐξεργαζομένη κακῶς αὐτῷ τὸν Ἀντώνιον ἔχειν, ἔγνω μὲν ὑπακούειν, οὐδὲ γὰρ ἄλλο τι πράττειν ἐνῆν, καταλιπὼν δὲ τὸν θεῖον αὐτοῦ Ἰώσηπον ἐπίτροπον τῆς ἀρχῆς καὶ τῶν ἐκεῖ πραγμάτων ἐνετείλατο λεληθότως, εἰ πάθοι τι παρ᾽ Ἀντωνίῳ, παραχρῆμα καὶ τὴν Μαριάμμην ἀνελεῖν· [66] αὐτός τε γὰρ ἔχειν φιλοστόργως πρὸς τὴν γυναῖκα καὶ δεδοικέναι τὴν ὕβριν, εἰ καὶ τεθνηκότος ἐκείνη κατ᾽ εὐμορφίαν ἄλλῳ τινὶ σπουδάζοιτο. [67] τὸ δὲ σύμπαν ἐνέφαινεν ὁρμὴν Ἀντωνίου περὶ τὴν ἄνθρωπον, ὅτι καὶ πάλαι παρακηκοὼς ὑπὲρ τῆς εὐμορφίας ἐτύγχανεν. Ἡρώδης μὲν οὖν ἐπιστείλας ταῦτα καὶ τὰς ἐλπίδας οὐκ ἀσφαλεῖς ἔχων ὑπὲρ τῶν ὅλων ἀπῄει πρὸς Ἀντώνιον.
[68] Ὁ δὲ Ἰώσηπος ἐπὶ τῆς διοικήσεως ὢν τῶν ἐν τῇ βασιλείᾳ πραγμάτων καὶ διὰ τοῦτο συνεχὲς ἐντυγχάνων τῇ Μαριάμμῃ περί τε τὰς πραγματείας καὶ τιμῆς ἕνεκεν, ἣν ἔδει βασιλευούσῃ παρ᾽ αὐτοῦ γενέσθαι, καθίει συνεχεῖς ὁμιλίας ὑπὲρ τῆς Ἡρώδου πρὸς αὐτὴν εὐνοίας καὶ φιλοστοργίας. [69] ἐξειρωνευομένων δὲ γυναικείως τοὺς λόγους καὶ μάλιστα τῆς Ἀλεξάνδρας, ὑπερεσπουδακὼς ὁ Ἰώσηπος ἐπιδεῖξαι τὴν διάνοιαν τοῦ βασιλέως προήχθη καὶ τὰ περὶ τὴν ἐντολὴν εἰπεῖν, πίστιν αὐτὰ ποιούμενος ὡς οὐδὲ χωρὶς ἐκείνης ζῆν δύναται κἂν εἰ πάσχοι δεινόν τι οὐκ ἀξιοῦντος οὐδὲ θανάτῳ διεζεῦχθαι. [70] ταῦτα μὲν Ἰώσηπος. αἱ δὲ γυναῖκες, ὡς εἰκός, οὐ τὸ φιλόστοργον τῆς περὶ τὸν Ἡρώδην διαθέσεως, τὸ δὲ χαλεπόν, εἰ μηδ᾽ ἀποθνήσκοντος ὑστερήσειεν ἀπωλείας καὶ θανάτου τυραννικοῦ, προλαμβάνουσαι χαλεπὴν τὴν ὑπόνοιαν τοῦ ῥηθέντος εἶχον.
[71] Ἐν δὲ τούτῳ καὶ λόγος ἐγένετο κατὰ τὴν πόλιν τῶν Ἱεροσολυμιτῶν παρὰ τῶν ἐν ἔχθει τὸν Ἡρώδην ἐχόντων, ὡς Ἀντώνιος αἰκισάμενος αὐτὸν ἀποκτείνειεν. ἡ δὲ φήμη πάντας μὲν ἐτάραξεν, ὡς εἰκός, τοὺς περὶ τὸ βασίλειον, μάλιστα δὲ καὶ τὰς γυναῖκας. [72] Ἀλεξάνδρα δὲ καὶ τὸν Ἰώσηπον ἀναπείθει τῶν βασιλείων ἐξελθόντα σὺν αὐταῖς προσφυγεῖν τοῖς σημείοις τοῦ Ῥωμαϊκοῦ τάγματος, ὃ τότε περὶ τὴν πόλιν ἐπὶ φρουρᾷ τῆς βασιλείας ἐστρατοπέδευεν ἡγουμένου υἱοῦ Ἰούδα· [73] διὰ γὰρ τοῦτο πρῶτον μέν, εἰ καί τις ἀπαντήσειεν ταραχὴ περὶ τὴν αὐλήν, ἐν ἀσφαλεστέρῳ διάξειν αὐτοὶ Ῥωμαίους εὐμενεῖς ἔχοντες· ἔπειτα καὶ τεύξεσθαι παντὸς ἠλπικέναι τὴν Μαριάμμην Ἀντωνίου θεασαμένου, δι᾽ οὗ καὶ τὴν ἀρχὴν ἀναλήψεσθαι καὶ μηδενὸς ὑστερήσειν ὧν εἰκὸς τοῖς ἐν εὐγενείᾳ βασιλικῇ γεγονόσιν.
[74] Ἐπὶ τούτων δὲ τῶν λογισμῶν τετυχηκόσιν αὐτοῖς γράμματα παρ᾽ Ἡρώδου περὶ τῶν ὅλων ἀφίκετο τῆς φήμης ἐναντία καὶ τῶν προλαληθέντων. [75] ἐπειδὴ γὰρ ἐγένετο παρ᾽ Ἀντωνίῳ, ταχὺ μὲν αὐτὸν ἀνεκτήσατο τοῖς δώροις ἃ φέρων ἧκεν ἐκ τῶν Ἱεροσολύμων, ταχὺ δὲ ταῖς ὁμιλίαις παρεστήσατο χαλεπῶς ἔχειν εἰς αὐτόν, οἵ τε τῆς Κλεοπάτρας λόγοι πρὸς τὴν ἐξ ἐκείνου θεραπείαν ἧττον ἠδυνήθησαν· [76] οὐ γὰρ ἔφη καλῶς ἔχειν Ἀντώνιος βασιλέα περὶ τῶν κατὰ τὴν ἀρχὴν γεγενημένων εὐθύνας ἀπαιτεῖν· οὕτως γὰρ ἂν οὐδὲ βασιλεὺς εἴη· δόντας δὲ τὴν τιμὴν καὶ τῆς ἐξουσίας καταξιώσαντας ἐᾶν αὐτῇ χρῆσθαι. τὸ δ᾽ αὐτὸ καὶ τῇ Κλεοπάτρᾳ μὴ πολυπραγμονεῖσθαι τὰ περὶ τὰς ἀρχὰς συμφέρειν. [77] ὑπὲρ τούτων Ἡρώδης ἔγραφεν καὶ τὰς ἄλλας διεξῄει τιμάς, ἃς ἔχοι παρ᾽ Ἀντωνίῳ συνθακῶν ἐν ταῖς διαγνώσεσιν καὶ συνεστιώμενος ἐφ᾽ ἑκάστης ἡμέρας, καὶ τούτων ὅπως τυγχάνοι χαλεπῆς εἰς τὰς διαβολὰς αὐτῷ τῆς Κλεοπάτρας οὔσης· πόθῳ γὰρ τῆς χώρας ἐξαιτουμένη τὴν βασιλείαν αὐτῇ προσγενέσθαι πάντα τρόπον ἐκποδὼν αὐτὸν ἐσπουδάκει ποιεῖσθαι. [78] δικαίου μέντοι τυγχάνων Ἀντωνίου μηδὲν ἔτι δυσχερὲς προσδοκᾶν, ἀλλὰ καὶ θᾶττον ἥξειν βεβαιοτέραν τὴν εὔνοιαν τὴν παρ᾽ αὐτοῦ προσειληφὼς τῇ βασιλείᾳ καὶ τοῖς πράγμασιν. [79] καὶ τῇ Κλεοπάτρᾳ μηκέτι προσεῖναι τὴν ἐλπίδα τῆς πλεονεξίας Ἀντωνίου δόντος ἀνθ᾽ ὧν ἠξίου τὴν κοίλην Συρίαν καὶ διὰ τούτου παρηγορήσαντος ὁμοῦ καὶ ἀποσκευασαμένου τὰς ἐντεύξεις, ἃς ὑπὲρ τῆς Ἰουδαίας ἐποιεῖτο.
[80] Τούτων τῶν γραμμάτων ἀπενεχθέντων ἐπαύσαντο μὲν ἐκείνης τῆς ὁρμῆς, ἣν ὡς ἀπολωλότος εἶχον καταφυγεῖν ἐπὶ τοὺς Ῥωμαίους, οὐ μὴν ἔλαθεν αὐτῶν ἡ προαίρεσις, ἀλλ᾽ ἐπεὶ παραπέμψας ὁ βασιλεὺς Ἀντώνιον ἐπὶ Πάρθους εἰς τὴν Ἰουδαίαν ὑπέστρεψεν, εὐθὺς μὲν ἥ τε ἀδελφὴ Σαλώμη καὶ ἡ μήτηρ αὐτῷ τὴν διάνοιαν ἣν ἔσχον οἱ περὶ τὴν Ἀλεξάνδραν ἀπεσήμηναν, [81] ἡ δὲ Σαλώμη καὶ κατὰ τἀνδρὸς Ἰωσήπου λόγον εἶπεν τὸ * ἐν διαβολῇ ποιοῦσα καὶ τῇ Μαριάμμῃ συγγενόμενον διατελεῖν. ἔλεγεν δὲ ταῦτα χαλεπῶς ἔχουσα πρὸς αὐτὴν ἐκ πλείονος, ὅτι κατὰ τὰς διαφορὰς φρονήματι χρωμένη μείζονι τὴν ἐκείνων ἐξωνείδιζεν δυσγένειαν. [82] Ἡρώδης δὲ θερμῶς ἀεὶ καὶ ἐρωτικῶς πρὸς τὴν Μαριάμμην ἔχων εὐθὺς ἐξετετάρακτο καὶ τὴν ζηλοτυπίαν οὐκ ἔφερεν, ἐπικρατούμενος δ᾽ ἀεὶ τοῦ μὴ προπετές τι ποιῆσαι διὰ τὸν ἔρωτα, συντόνῳ τῷ πάθει καὶ τῷ ζήλῳ παρωξυμμένος ἰδίᾳ τὴν Μαριάμμην ἀνέκρινεν ὑπὲρ τῶν πρὸς τὸν Ἰώσηπον. [83] ἀπομνυμένης δ᾽ ἐκείνης καὶ πάνθ᾽ ὅσα τῇ μηδὲν ἁμαρτούσῃ προσῆν εἰς ἀπολογίαν καταλογιζομένης, ἀνεπείθετο κατὰ μικρὸν ὁ βασιλεὺς καὶ μετέβαινεν ἐκ τῆς ὀργῆς ἡττώμενος τῆς περὶ τὴν γυναῖκα φιλοστοργίας, ὡς ἀπολογεῖσθαι περὶ ὧν ἔδοξεν ἀκούσας πεπιστευκέναι καὶ περὶ τῆς κοσμιότητος αὐτῇ πολλὴν ὁμολογεῖν χάριν. [84] αὐτός τε ὅπως ἔχοι στοργῆς καὶ εὐνοίας πρὸς αὐτὴν ἀνωμολογεῖτο καὶ τέλος, ὡς ἐν τοῖς ἐρωτικοῖς φιλεῖ, προύπιπτον εἰς δάκρυα μετὰ πολλῆς σπουδῆς ἐμπεφυκότες ἀλλήλοις. [85] ἀεὶ δὲ καὶ μᾶλλον τοῦ βασιλέως πιστουμένου τὴν αὐτοῦ διάθεσιν «οὐ φιλοῦντος, εἶπεν ἡ Μαριάμμη, τὸ κατὰ τὴν ἐντολήν, εἰ πάσχοι τι χαλεπὸν ὑπ᾽ Ἀντωνίου, κἀμὲ συναπολέσθαι τὴν οὐδενὸς αἰτίαν». [86] τούτου προπεσόντος τοῦ λόγου περιπαθήσας ὁ βασιλεὺς εὐθὺς μὲν ἐκ τῶν χειρῶν αὐτὴν ἀφῆκεν, ἐβόα δὲ καὶ τῶν αὐτὸς ἑαυτοῦ τριχῶν ἐδράττετο, περιφανὲς φώριον ἔχειν τῆς τοῦ Ἰωσήπου πρὸς αὐτὴν κοινωνίας λέγων· [87] οὐ γὰρ ἂν ἐξειπεῖν ἃ κατ᾽ ἰδίαν ἤκουσεν μὴ μεγάλης αὐτοῖς πίστεως ἐγγενομένης. οὕτως δ᾽ ἔχων ὀλίγου μὲν ἀπέκτεινε τὴν γυναῖκα, νικώμενος δὲ τῷ πρὸς αὐτὴν ἔρωτι ταύτης μὲν τῆς ὁρμῆς ἐκράτησεν ἑαυτοῦ διακαρτερήσας ὀδυνηρῶς καὶ δυσχερῶς, τὸν μέντοι Ἰώσηπον οὐδ᾽ εἰς ὄψιν ἐλθόντα διαχρήσασθαι προσέταξεν καὶ τὴν Ἀλεξάνδραν ὡς ἁπάντων παραιτίαν δήσας ἐφύλαττεν.
[88] Ἐν δὲ τούτῳ καὶ τὰ περὶ τὴν Συρίαν ταραχὰς εἶχεν οὐκ ἀνιείσης τῆς Κλεοπάτρας τὸν Ἀντώνιον μὴ πᾶσιν ἐπιχειρεῖν· ἔπειθεν γὰρ ἀφαιρούμενον ἑκάστων τὰς δυναστείας αὐτῇ διδόναι καὶ πλεῖστον ἴσχυεν ἐκ τῆς ἐκείνου πρὸς αὐτὴν ἐπιθυμίας. [89] φύσει δὲ πλεονεξίᾳ χαίρουσα παρανομίας οὐδὲν ἔλιπεν, τὸν μὲν ἀδελφόν, ᾧ τὴν βασιλείαν ᾔδει γενησομένην, προανελοῦσα φαρμάκοις πεντεκαιδέκατον ἔτος ἔχοντα, τὴν δ᾽ ἀδελφὴν Ἀρσινόην ἱκετεύουσαν ἐν Ἐφέσῳ πρὸς τῷ τῆς Ἀρτέμιδος ἀποκτείνασα δι᾽ Ἀντωνίου· [90] χρημάτων μὲν γὰρ εἵνεκεν, εἴ που μόνον ἐλπισθείη, καὶ ναοὶ καὶ τάφοι παρενομήθησαν, οὔθ᾽ ἱεροῦ τινος οὕτως ἀσύλου δόξαντος, ὡς μὴ περιαιρεθῆναι τὸν ἐν αὐτῷ κόσμον, οὔτε βεβήλου μὴ πᾶν ὁτιοῦν τῶν ἀπηγορευμένων παθόντος, εἰ μέλλοι μόνον εἰς εὐπορίαν τῇ τῆς ἀδικούσης πλεονεξίᾳ. [91] τὸ δ᾽ ὅλον οὐδὲν αὔταρκες ἦν γυναικὶ καὶ πολυτελεῖ καὶ δουλευούσῃ ταῖς ἐπιθυμίαις, μὴ καὶ τὰ πάντα πρὸς τὴν ἐπίνοιαν ἐνδεῖν ὧν ἐσπουδάκει. διὰ ταῦτα καὶ τὸν Ἀντώνιον ἤπειγεν ἀεί τι τῶν ἄλλων ἀφαιρούμενον αὐτῇ χαρίζεσθαι, καὶ διαβᾶσα σὺν ἐκείνῳ τὴν Συρίαν ἐπενόει κτῆμα ποιήσασθαι. [92] Λυσανίαν μὲν οὖν τὸν Πτολεμαίου Πάρθους αἰτιασαμένη τοῖς πράγμασιν ἐπάγειν ἀποκτίννυσιν, ᾔτει δὲ παρ᾽ Ἀντωνίου τήν τε Ἰουδαίαν καὶ τὴν τῶν Ἀράβων ἀξιοῦσα τοὺς βασιλεύοντας αὐτῶν ἀφελέσθαι. [93] τῷ δ᾽ Ἀντωνίῳ τὸ μὲν ὅλον ἡττᾶσθαι συνέβαινεν τῆς γυναικός, ὡς μὴ μόνον ἐκ τῆς ὁμιλίας, ἀλλὰ καὶ φαρμάκοις δοκεῖν ὑπακούειν εἰς ὅ τι ἂν ἐκείνη θέλῃ, τὸ μέντοι περιφανὲς τῆς ἀδικίας ἐξεδυσώπει μὴ μέχρι τοσούτου κατήκοον γινόμενον ἐπὶ μεγίστοις ἁμαρτάνειν. [94] ἵν᾽ οὖν μήτ᾽ ἀρνηθῇ παντάπασιν μήθ᾽ ὅσα προσέταττεν ἐκείνη διαπραξάμενος ἐκ φανεροῦ δόξῃ κακός, μέρη τῆς χώρας ἑκατέρου παρελόμενος τούτοις αὐτὴν ἐδωρήσατο. [95] δίδωσιν δὲ καὶ τὰς ἐντὸς Ἐλευθέρου ποταμοῦ πόλεις ἄχρις Αἰγύπτου χωρὶς Τύρου καὶ Σιδῶνος, ἐκ προγόνων εἰδὼς ἐλευθέρας, πολλὰ λιπαρούσης αὐτῆς αὐτῇ δοθῆναι.
[96] Τούτων ἡ Κλεοπάτρα τυχοῦσα καὶ παραπέμψασα μέχρις Εὐφράτου τὸν Ἀντώνιον ἐπ᾽ Ἀρμενίαν στρατευόμενον ἀνέστρεφεν καὶ γίνεται μὲν ἐν Ἀπαμείᾳ καὶ Δαμασκῷ, παρῆλθεν δὲ καὶ εἰς τὴν Ἰουδαίαν Ἡρώδου συντυχόντος αὐτῇ καὶ τῆς τε Ἀραβίας τὰ δοθέντα καὶ τὰς περὶ τὸν Ἱεριχοῦντα προσόδους Ἡρώδου μισθωσαμένου· φέρει δ᾽ ἡ χώρα τὸ βάλσαμον, ὃ τιμιώτατον τῶν ἐκεῖ καὶ παρὰ μόνοις φύεται, τόν τε φοίνικα πολὺν καὶ καλόν. [97] ἐν τούτοις οὖσα καὶ πλείονος αὐτῇ συνηθείας πρὸς τὸν Ἡρώδην γινομένης διεπείραζεν εἰς συνουσίαν ἐλθεῖν τῷ βασιλεῖ, φύσει μὲν ἀπαρακαλύπτως ταῖς ἐντεῦθεν ἡδοναῖς χρωμένη, τάχα δέ τι καὶ παθοῦσα πρὸς αὐτὸν ἐρωτικὸν ἢ καὶ τὸ πιθανώτερον ἀρχὴν ἐνέδρας τὴν ἐπ᾽ αὐτῇ γενησομένην ὕβριν ὑποκατασκευάζουσα· τὸ δὲ σύμπαν ἐξ ἐπιθυμίας ἡττῆσθαι διέφαινεν. [98] Ἡρώδης δὲ καὶ πάλαι μὲν οὐκ εὔνους ἦν τῇ Κλεοπάτρᾳ χαλεπὴν εἰς ἅπαντας ἐπιστάμενος, τότε δὲ καὶ μισεῖν ἀξιῶν, εἰ δι᾽ ἀσέλγειαν εἰς τοῦτο πρόεισιν, καὶ φθῆναι τιμωρούμενος, εἰ ἐνεδρεύουσα τοιούτοις ἐγχειροίη, τοὺς μὲν λόγους αὐτῆς διεκρούσατο, βουλὴν δ᾽ ἐποιήσατο σὺν τοῖς φίλοις ὑποχείριον ἔχων ἀποκτεῖναι· [99] πολλῶν γὰρ ἀπαλλάξειν κακῶν ἅπαντας οἷς ἐγένετό τε ἤδη χαλεπὴ καὶ προσεδοκᾶτο· τὸ δ᾽ αὐτὸ τοῦτο καὶ Ἀντωνίῳ λυσιτελήσειν οὐδ᾽ ἐκείνῳ πιστῆς ἐσομένης, εἴ τις αὐτὸν καιρὸς ἢ χρεία κατάσχοι τοιούτων δεησόμενον. [100] ταῦτα βουλευόμενον ἐκώλυον οἱ φίλοι, πρῶτον μὲν διδάσκοντες, ὡς οὐκ ἄξιον μείζω πράττοντα κινδύνων τὸν φανερώτατον ἀναλαμβάνειν, ἐγκείμενοι δὲ καὶ δεόμενοι μηδὲν ἐκ προπετείας ἐπιτηδεύειν· [101] οὐ γὰρ ἂν ἀνασχέσθαι τὸν Ἀντώνιον, οὐδ᾽ εἰ σφόδρα τις αὐτῷ τὸ συμφέρον στήσειε πρὸ τῶν ὀμμάτων· τόν τε γὰρ ἔρωτα μᾶλλον ὑπεκκαύσειν τὸ δοκεῖν βίᾳ καὶ κατ᾽ ἐπιβουλὴν αὐτῆς στέρεσθαι, μέτριον δὲ οὐδὲν εἰς τὴν ἀπολογίαν φανεῖσθαι, τοῦ μὲν ἐπιχειρήματος εἰς γυναῖκα γεγενημένου μέγιστον ἀξίωμα τῶν κατ᾽ ἐκεῖνον ἐσχηκυῖαν τὸν χρόνον, τῆς δ᾽ ὠφελείας, εἰ καὶ ταύτην τις οἰηθείη, σὺν αὐθαδείᾳ καὶ καταγνώσει τῆς ἐκείνου διαθέσεως φανουμένης. [102] ἐξ ὧν οὐκ ἄδηλον, ὡς μεγάλων καὶ ἀπαύστων κακῶν ἀναπλησθήσεται τὰ περὶ τὴν ἀρχὴν αὐτῷ καὶ τὸ γένος, ἐξὸν ἀποκρουσάμενον τὴν ἁμαρτίαν, εἰς ἣν ἐκείνη παρακαλεῖ, θέσθαι τὸν καιρὸν εὐσχημόνως. [103] τοιαῦτα δεδιττόμενοι καὶ τὸ κινδυνῶδες ἐξ εἰκότος παραδηλοῦντες ἐπέσχον αὐτὸν τῆς ἐπιχειρήσεως. ὁ δὲ τὴν Κλεοπάτραν δωρεαῖς θεραπεύσας ἐπ᾽ Αἰγύπτου προύπεμψεν.
[104] Ἀντώνιος δὲ τὴν Ἀρμενίαν λαβὼν Ἀρταβάζην τὸν Τιγράνου σὺν τοῖς παισὶν σατράπαις δέσμιον εἰς Αἴγυπτον ἀποπέμπει, δωρούμενος τούτοις τὴν Κλεοπάτραν καὶ τῷ παντὶ κόσμῳ τῆς βασιλείας, ὃν ἐξ αὐτῆς ἔλαβεν. [105] Ἀρμενίας δὲ ἐβασίλευσεν Ἀρταξίας ὁ πρεσβύτατος τῶν ἐκείνου παίδων διαδρὰς ἐν τῷ τότε. καὶ τοῦτον Ἀρχέλαος καὶ Νέρων Καῖσαρ ἐκβαλόντες Τιγράνην τὸν νεώτερον ἀδελφὸν ἐπὶ τὴν βασιλείαν κατήγαγον. ταῦτα μὲν οὖν ἐν ὑστέρῳ.
[106] Περὶ δὲ τοὺς φόρους, οὓς ἔδει τελεῖν τῆς ὑπ᾽ Ἀντωνίου δοθείσης χώρας, ὁ μὲν Ἡρώδης δίκαιος ἦν οὐκ ἀσφαλὲς ἡγούμενος διδόναι τῇ Κλεοπάτρᾳ μίσους αἰτίαν. [107] ὁ δ᾽ Ἄραψ Ἡρώδου τὴν φορὰν ἐπιδεξαμένου χρόνον μέν τινα παρεῖχεν ἐκείνῳ τὰ διακόσια τάλαντα, μετὰ ταῦτα δὲ κακοήθης ἦν καὶ βραδὺς εἰς τὰς ἀποδόσεις καὶ μόλις εἰ καὶ μέρη τινὰ διαλύσειεν οὐδὲ ταῦτα διδόναι δοκῶν ἀζημίως.
[108] Ἡρώδης δὲ τοῦτον τὸν τρόπον ἀγνωμονοῦντος καὶ τὸ τελευταῖον οὐδὲν ἔτι τῶν δικαίων ποιεῖν ἐθέλοντος εἶχεν μὲν ὡς ἐπεξελευσόμενος, προθεσμίᾳ δὲ ἐχρήσατο τῷ Ῥωμαϊκῷ πολέμῳ. [109] τῆς γὰρ ἐπ᾽ Ἀκτίῳ μάχης προσδοκωμένης, ἣν ἐπὶ τῆς ἑβδόμης καὶ ὀγδοηκοστῆς πρὸς ταῖς ἑκατὸν ὀλυμπιάδος συνέβη γενέσθαι, Καῖσαρ μὲν Ἀντωνίῳ περὶ τῶν ὅλων ἔμελλεν ἀγωνιεῖσθαι πραγμάτων, Ἡρώδης δὲ καὶ τῆς χώρας εὐβοτουμένης αὐτῷ πολὺν ἤδη χρόνον καὶ προσόδων καὶ δυνάμεως εὑρημένων, Ἀντωνίῳ συμμαχίαν κατέλεξεν ἐπιμελέστατα ταῖς παρασκευαῖς χρησάμενος. [110] Ἀντώνιος δὲ τῆς μὲν ἐκείνου συμμαχίας οὐδὲν ἔφη δεῖσθαι, τὸν δὲ Ἄραβα, καὶ γὰρ ἀκηκόει παρ᾽ αὐτοῦ καὶ τῆς Κλεοπάτρας τὴν ἀπιστίαν, ἐπεξελθεῖν προσέταττεν. ἠξίου γὰρ ἡ Κλεοπάτρα ταῦτα λυσιτελεῖν αὐτῇ τὸν ἕτερον ὑπὸ θατέρου κακῶς πάσχειν ἡγουμένη. [111] τούτων αὐτῷ παρ᾽ Ἀντωνίου λεχθέντων ὑποστρέψας Ἡρώδης συνεῖχεν τὸ στρατιωτικὸν ὡς εὐθὺς εἰς τὴν Ἀραβίαν ἐμβαλῶν, καὶ παρασκευασθέντος ἱππικοῦ καὶ πεζῆς δυνάμεως εἰς Διόσπολιν ἀφικνεῖται τῶν Ἀράβων ἐκεῖ συναντώντων· οὐ γὰρ ἐλελήθει τὰ περὶ τὸν πόλεμον αὐτούς· καὶ μάχης καρτερᾶς γενομένης ἐκράτησαν οἱ Ἰουδαῖοι. [112] μετὰ δὲ ταῦτα πολλὴ στρατιὰ τῶν Ἀράβων εἰς Κάνατα συνῄει· χωρία δ᾽ ἐστὶ ταῦτα τῆς κοίλης Συρίας· Ἡρώδης τε προπεπυσμένος ἧκεν ἄγων ἐπ᾽ αὐτοὺς τὸ πλεῖστον ἧς εἶχεν δυνάμεως, καὶ πλησιάσας ἐν καλῷ στρατοπεδεύεσθαι διεγνώκει χάρακά τε βαλόμενος ἐξ εὐκαίρου ταῖς μάχαις ἐπιχειρεῖν. [113] ταῦτα δὲ αὐτοῦ διατάττοντος ἐβόα τὸ πλῆθος τῶν Ἰουδαίων παρελόμενον τῆς τριβῆς ἄγειν ἐπὶ τοὺς Ἄραβας· ὥρμητο δὲ καὶ τῷ συντετάχθαι πιστεύειν καλῶς καὶ ταῖς προθυμίαις ἄμεινον ἐχόντων ὅσοι τὴν πρώτην μάχην νενικήκεσαν οὐδ᾽ εἰς χεῖρας ἐλθεῖν ἐπιτρέψαντες τοῖς ἐναντίοις. [114] θορυβούντων οὖν καὶ πᾶσαν ἐπιδεικνυμένων σπουδὴν ἔγνω τῇ προθυμίᾳ τοῦ πλήθους ὁ βασιλεὺς ἀποχρήσασθαι, καὶ προειπών, ὡς οὐ λελείψεται τῆς ἐκείνων ἀρετῆς, πρῶτος ἐν τοῖς ὅπλοις ἡγήσατο πάντων κατ᾽ οἰκεῖα τέλη συνακολουθησάντων. [115] ἔκπληξις δ᾽ εὐθὺς ἐμπίπτει τοῖς Ἄραψιν· ἀντιστάντες γὰρ εἰς ὀλίγον ὡς ἑώρων ἀμάχους ὄντας καὶ μεστοὺς φρονήματος, ἔφευγον οἱ πλείους ἐγκλίναντες κἂν διεφθάρησαν Ἀθηνίωνος μὴ κακώσαντος Ἡρώδην καὶ τοὺς Ἰουδαίους. [116] οὗτος γὰρ ὢν στρατηγὸς μὲν Κλεοπάτρας ἐπὶ τῶν ἐκεῖ, διάφορος δὲ Ἡρώδῃ, τὸ μέλλον οὐκ ἀπαρασκεύως ἐσκόπει, δρασάντων μέν τι λαμπρὸν τῶν Ἀράβων ἐγνωκὼς ἡσυχίαν ἄγειν, ἡττωμένων δέ, ὃ καὶ συνέβη, τοῖς ἀπὸ τῆς χώρας συνεληλυθόσι τῶν οἰκείων παρεσκευασμένος ἐπιτίθεσθαι τοῖς Ἰουδαίοις. [117] καὶ τότε κεκμηκόσι τε καὶ νικᾶν οἰομένοις ἀπροσδοκήτως ἐπιπεσὼν πολὺν ἐποίει φόνον· τάς τε γὰρ προθυμίας εἰς τοὺς ὁμολογουμένους ἐχθροὺς ἐκδαπανήσαντες οἱ Ἰουδαῖοι καὶ τῷ νικᾶν ἐπ᾽ ἀδείας χρώμενοι ταχὺ τῶν ἐπιχειρησάντων ἡττῶντο καὶ πολλὰς ἐλάμβανον πληγὰς ἐν χωρίοις ἀφίπποις καὶ πετρώδεσιν, ὧν πλείω τὴν ἐμπειρίαν εἶχον οἱ τὴν ἐπίθεσιν ποιησάμενοι. [118] κακῶς δὲ πασχόντων οἵ τε Ἄραβες αὑτοὺς ἀνειλήφεσαν καὶ πάλιν ὑποστρέψαντες ἔκτεινον ἤδη τετραμμένους. ἐγένοντο δὲ παντοδαπαὶ κτιννυμένων ἀπώλειαι, καὶ τῶν διαπιπτόντων οὐ πολλοὶ συνέφευγον εἰς τὸ στρατόπεδον. [119] ὁ δὲ βασιλεὺς Ἡρώδης ἀπεγνωκὼς τὰ κατὰ τὴν μάχην ἀφιππάζεται βοήθειαν ἄξων· οὐ μὴν ἔφθη καίπερ ἐσπουδακὼς ἐπαρκεῖν, ἀλλὰ τὸ μὲν στρατόπεδον ἥλω τῶν Ἰουδαίων, οἱ δ᾽ Ἄραβες οὐδὲ μετρίως εὐτυχήκεσαν ἐκ παραλόγου νίκην τε ἧς πλεῖστον ἀπεδέησαν ἀνειληφότες καὶ πολλὴν τῶν ἐναντίων ἀφῃρημένοι δύναμιν. [120] τοὐντεῦθεν ὁ μὲν Ἡρώδης λῃστείαις ἐχρῆτο καὶ τὰ πολλὰ κατατρέχων τὴν τῶν Ἀράβων ἐκάκου ταῖς ἐπιδρομαῖς στρατοπεδευόμενος ἐπὶ τῶν ὅρων, καὶ τὸ μὲν σύμπαν ἐξίστατο κατὰ τοὐμφανὲς εἰς χεῖρας ἐλθεῖν, οὐκ ἀζήμιος δὲ γινόμενος τῇ συνεχείᾳ καὶ τῷ φιλοπόνῳ τῶν τε οἰκείων ἐπεμελεῖτο παντὶ τρόπῳ τὸ πταῖσμα διορθούμενος.
[121] Ἐν τούτῳ καὶ τῆς ἐπ᾽ Ἀκτίῳ μάχης συνεσταμένης Καίσαρι πρὸς Ἀντώνιον ἑβδόμου δ᾽ ὄντος Ἡρώδῃ τῆς βασιλείας ἔτους σεισθεῖσα ἡ γῆ τῶν Ἰουδαίων, ὡς οὐκ ἄλλοτε ἐδόκει, τῶν ἐν τῇ χώρᾳ κτηνῶν πολὺν φθόρον ἐποίησεν.
Ἰώσηπος Φλαούιος, Ἱστορία Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, Αʹ, 277-279
editἩ Κλεοπάτρα δέχεται τὸν φεύγοντα Ἡρῴδην
[277] Ἡρώδης μὲν δὴ πολεμίους τοὺς Ἄραβας εὑρὼν δι᾽ ἃ φιλτάτους ἤλπισεν καὶ τοῖς ἀγγέλοις ἀποκρινάμενος ὡς ὑπηγόρευε τὸ πάθος ὑπέστρεψεν ἐπ᾽ Αἰγύπτου. καὶ τὴν μὲν πρώτην ἑσπέραν κατά τι τῶν ἐπιχωρίων ἱερὸν αὐλίζεται τοὺς ὑπολειφθέντας ἀναλαβών, τῇ δ᾽ ἑξῆς εἰς Ῥινοκούρουρα προελθόντι τὰ περὶ τὴν τἀδελφοῦ τελευτὴν ἀπαγγέλλεται. [278] προσλαβὼν δὲ πένθους ὅσον ἀπεθήκατο φροντίδων ᾔει προσωτέρω. καὶ δὴ βραδέως ὁ Ἄραψ μετανοήσας ἔπεμψεν διὰ τάχους τοὺς ἀνακαλέσοντας τὸν ὑβρισμένον. ἔφθανεν δὲ καὶ τούτους Ἡρώδης εἰς Πηλούσιον ἀφικόμενος, ἔνθα τῆς παρόδου μὴ τυγχάνων ὑπὸ τῶν ἐφορμούντων τοῖς ἡγεμόσιν ἐντυγχάνει· κἀκεῖνοι τήν τε φήμην καὶ τὸ ἀξίωμα τἀνδρὸς αἰδεσθέντες προπέμπουσιν αὐτὸν εἰς Ἀλεξάνδρειαν. [279] ὁ δὲ παρελθὼν εἰς τὴν πόλιν ἐδέχθη μὲν λαμπρῶς ὑπὸ Κλεοπάτρας στρατηγὸν ἐλπιζούσης ἕξειν εἰς ἃ παρεσκευάζετο· διακρουσάμενος δὲ τὰς παρακλήσεις τῆς βασιλίδος καὶ μήτε τὴν ἀκμὴν τοῦ χειμῶνος ὑποδείσας μήτε τοὺς κατὰ τὴν Ἰταλίαν θορύβους ἐπὶ Ῥώμης ἔπλει.
Ἰώσηπος Φλαούιος, Ἱστορία Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, Αʹ, 358-369
editἈντιγόνου ἐκβολὴ καὶ Ἡρῴδου στεφάνωσις
[358] βασιλεὺς δὲ Ἡρώδης διακρίνας τὸ κατὰ τὴν πόλιν πλῆθος τοὺς μὲν τὰ αὐτοῦ φρονήσαντας εὐνουστέρους ταῖς τιμαῖς καθίστατο, τοὺς δ᾽ Ἀντιγονείους ἀνῄρει. καὶ κατὰ σπάνιν ἤδη χρημάτων ὅσον εἶχεν κόσμον κατανομιστεύσας Ἀντωνίῳ καὶ τοῖς περὶ αὐτὸν ἀνέπεμψεν. [359] οὐ μὴν εἰς ἅπαν ἐξωνήσατο τὸ μηδὲν παθεῖν· ἤδη γὰρ Ἀντώνιος τῷ Κλεοπάτρας ἔρωτι διεφθαρμένος ἥττων ἦν ἐν πᾶσιν τῆς ἐπιθυμίας, Κλεοπάτρα δὲ διεξελθοῦσα τὴν γενεὰν τὴν ἑαυτῆς ὡς μηδένα τῶν ἀφ᾽ αἵματος ὑπολείπεσθαι, [360] τὸ λοιπὸν ἐπὶ τοὺς ἔξωθεν ἐφόνα, καὶ τοὺς ἐν τέλει Σύρων διαβάλλουσα πρὸς τὸν Ἀντώνιον ἀναιρεῖν ἔπειθεν ὡς ἂν τῶν κτήσεων ἑκάστου ῥᾳδίως γινομένη δεσπότις, ἔτι δὲ ἐκτείνουσα τὴν πλεονεξίαν ἐπὶ Ἰουδαίους καὶ Ἄραβας ὑπειργάζετο τοὺς ἑκατέρων βασιλεῖς Ἡρώδην καὶ Μάλχον ἀναιρεθῆναι.
[361] Ἐν μέρει γοῦν τῶν προσταγμάτων ἐπινήψας Ἀντώνιος τὸ κτεῖναι μὲν ἄνδρας ἀγαθοὺς καὶ βασιλεῖς τηλικούτους ἀνόσιον ἡγήσατο, τὸ δὲ τούτων ἔγγιον φίλους διεκρούσατο, πολλὰ δὲ τῆς χώρας αὐτῶν ἀποτεμόμενος καὶ δὴ καὶ τὸν ἐν Ἱεριχοῦντι φοινικῶνα, ἐν ᾧ γεννᾶται τὸ βάλσαμον, δίδωσιν αὐτῇ πόλεις τε πλὴν Τύρου καὶ Σιδῶνος τὰς ἐντὸς Ἐλευθέρου ποταμοῦ πάσας. [362] ὧν γενομένη κυρία καὶ προπέμψασα μέχρις Εὐφράτου τὸν Ἀντώνιον ἐπιστρατεύοντα Πάρθοις ἦλθεν εἰς Ἰουδαίαν δι᾽ Ἀπαμείας καὶ Δαμασκοῦ. κἀνταῦθα μεγάλαις μὲν αὐτῆς τὴν δυσμένειαν δωρεαῖς Ἡρώδης ἐκμειλίσσεται, μισθοῦται δὲ καὶ τὰ τῆς βασιλείας ἀπορραγέντα χωρία διακοσίων ταλάντων εἰς ἕκαστον ἐνιαυτόν, προπέμπει δ᾽ αὐτὴν μέχρι Πηλουσίου πάσῃ θεραπείᾳ καταχρώμενος. [363] καὶ μετ᾽ οὐ πολὺ παρῆν ἐκ Πάρθων Ἀντώνιος ἄγων αἰχμάλωτον Ἀρταβάζην τὸν Τιγράνου παῖδα δῶρον Κλεοπάτρᾳ· μετὰ γὰρ τῶν χρημάτων καὶ τῆς λείας ἁπάσης ὁ Πάρθος εὐθὺς ἐχαρίσθη.
[364] Τοῦ δ᾽ Ἀκτιακοῦ πολέμου συνερρωγότος παρεσκεύαστο μὲν Ἡρώδης Ἀντωνίῳ συνεξορμᾶν ἤδη τῶν τε ἄλλων τῶν κατὰ Ἰουδαίαν ἀπηλλαγμένος θορύβων καὶ κεκρατηκὼς Ὑρκανίας, ὃ δὴ χωρίον ἡ Ἀντιγόνου κατεῖχεν ἀδελφή. [365] διεκλείσθη γε μὴν πανούργως ὑπὸ τῆς Κλεοπάτρας συμμετασχεῖν τῶν κινδύνων Ἀντωνίῳ· τοῖς γὰρ βασιλεῦσιν, ὡς ἔφαμεν, ἐπιβουλεύουσα πείθει τὸν Ἀντώνιον Ἡρώδῃ διαπιστεῦσαι τὸν πρὸς Ἄραβας πόλεμον, ἵν᾽ ἢ κρατήσαντος Ἀραβίας ἢ κρατηθέντος Ἰουδαίας γένηται δεσπότις καὶ θατέρῳ τῶν δυναστῶν καταλύσῃ τὸν ἕτερον.
[366] Ἔρρεψεν μέντοι καθ᾽ Ἡρώδην τὸ βούλευμα· πρῶτον μὲν γὰρ ῥύσια κατὰ τῶν πολεμίων ἄγων καὶ πολὺ συγκροτήσας ἱππικὸν ἐπαφίησιν αὐτοῖς περὶ Διόσπολιν ἐκράτησέν τε καίτοι καρτερῶς ἀντιπαραταξαμένων. πρὸς δὲ τὴν ἧτταν μέγα γίνεται κίνημα τῶν Ἀράβων, καὶ συναθροισθέντες εἰς Κάναθα τῆς κοίλης Συρίας ἄπειροι τὸ πλῆθος τοὺς Ἰουδαίους ἔμενον. [367] ἔνθα μετὰ τῆς δυνάμεως Ἡρώδης ἐπελθὼν ἐπειρᾶτο προμηθέστερον ἀφηγεῖσθαι τοῦ πολέμου καὶ στρατόπεδον ἐκέλευε τειχίζειν. οὐ μὴν ὑπήκουσεν τὸ πλῆθος, ἀλλὰ τῇ προτέρᾳ νίκῃ τεθαρρηκότες ὥρμησαν ἐπὶ τοὺς Ἄραβας καὶ πρὸς μὲν τὴν πρώτην ἐμβολὴν τραπέντας ἐδίωκον, ἐπιβουλεύεται δὲ Ἡρώδης ἐν τῇ διώξει τοὺς ἐκ τῶν Κανάθων ἐπιχωρίους ἀνέντος Ἀθηνίωνος, ὃς ἦν αὐτῷ τῶν Κλεοπάτρας στρατηγῶν αἰεὶ διάφορος· [368] πρὸς γὰρ τὴν τούτων ἐπίθεσιν ἀναθαρρήσαντες οἱ Ἄραβες ἐπιστρέφονται καὶ συνάψαντες τὸ πλῆθος περὶ πετρώδη καὶ δύσβατα χωρία τοὺς Ἡρώδου τρέπονται πλεῖστόν τε αὐτῶν φόνον εἰργάσαντο. οἱ δὲ διασωθέντες ἐκ τῆς μάχης εἰς Ὄρμιζα καταφεύγουσιν, ὅπου καὶ τὸ στρατόπεδον αὐτῶν περισχόντες αὔτανδρον εἷλον οἱ Ἄραβες.
[369] Μετ᾽ οὐ πολὺ δὲ τῆς συμφορᾶς βοήθειαν ἄγων Ἡρώδης παρῆν τῆς χρείας ὑστέραν. ταύτης τῆς πληγῆς αἴτιον αὐτῷ τὸ τῶν ταξιάρχων ἀπειθὲς κατέστη· μὴ γὰρ ἐξαπιναίου τῆς συμβολῆς γενομένης οὐδ᾽ ἂν Ἀθηνίων εὗρεν καιρὸν ἐπιβουλῆς. ἐτιμωρήσατο μέντοι τοὺς Ἄραβας αὖθις ἀεὶ τὴν χώραν κατατρέχων, ὡς ἀνακαλέσασθαι τὴν μίαν αὐτοῖς νίκην πολλάκις.
Ἰώσηπος Φλαούιος, Ἰουδαϊκὴ ἀρχαιολογία, ΙΕʹ, 187-195· Ἱστορία Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, Αʹ, 386-397
editὉ Ἡρῴδης τῷ Ὀκταβιανῷ· «τῷ Ἀντωνίῳ παρῄνεσα Κλεοπάτραν ἐπανελέσθαι»
[187] Ταύτας δοὺς τὰς ἐντολὰς αὐτὸς εἰς Ῥόδον ἠπείγετο Καίσαρι συντυχεῖν. κἀπειδὴ κατέπλευσεν εἰς τὴν πόλιν, ἀφῄρητο μὲν τὸ διάδημα, τοῦ δ᾽ ἄλλου περὶ αὐτὸν ἀξιώματος οὐδὲν ὑφεικώς, ὅτε καὶ κοινωνῆσαι λόγου κατὰ τὴν συντυχίαν ἠξιώθη, πολὺ μᾶλλον ἐνέφηνεν τὸ μεγαλεῖον τοῦ κατ᾽ αὐτὸν φρονήματος, [188] οὔτ᾽ εἰς ἱκεσίαν, ὡς εἰκὸς ἐπὶ τοιούτοις, τραπόμενος οὔτε δέησίν τινα προτείνων ὡς ἐφ᾽ ἡμαρτημένοις, ἀποδοὺς δὲ τὸν λογισμὸν τῶν πεπραγμένων ἀνυποτιμήτως. [189] ἔλεγεν γὰρ τῷ Καίσαρι καὶ φιλίαν αὐτῷ γενέσθαι μεγίστην πρὸς Ἀντώνιον καὶ πάντα πρᾶξαι κατὰ τὴν αὐτοῦ δύναμιν, ὡς ἐπ᾽ ἐκείνῳ γενήσεται τὰ πράγματα, στρατείας μὲν οὐ κοινωνήσας κατὰ περιολκὰς τῶν Ἀράβων, πέμψας δὲ καὶ χρήματα καὶ σῖτον ἐκείνῳ. [190] καὶ ταῦτ᾽ εἶναι μετριώτερα τῶν ἐπιβαλλόντων αὐτῷ γενέσθαι· «τὸν γὰρ ὁμολογοῦντα μὲν εἶναι φίλον, εὐεργέτην δ᾽ ἐκεῖνον ἐπιστάμενον, παντὶ μέρει καὶ ψυχῆς καὶ σώματος καὶ περιουσίας συγκινδυνεύειν δέον ὧν αὐτὸς ἔλαττον ἢ καλῶς εἶχεν ἀναστραφεὶς ἀλλ᾽ ἐκεῖνό γε συνειδέναι καλῶς ἑαυτῷ πεποιηκότι τὸ μηδ᾽ ἡττηθέντα τὴν ἐν Ἀκτίῳ μάχην καταλιπεῖν, [191] μηδὲ συμμεταβῆναι ταῖς ἐλπίσιν φανερῶς ἤδη μεταβαινούσης καὶ τῆς τύχης, φυλάξαι δ᾽ αὑτὸν, εἰ καὶ μὴ συναγωνιστὴν ἀξιόχρεων, ἀλλὰ σύμβουλόν γε δεξιώτατον Ἀντωνίῳ τὴν μίαν αἰτίαν τοῦ κἂν σώζεσθαι καὶ μὴ τῶν πραγμάτων ἐκπεσεῖν ὑποδεικνύντα, Κλεοπάτραν ἐπανελέσθαι· [192] προανῃρημένης γὰρ ἐκείνης αὐτῷ τε τῶν πραγμάτων ἄρχειν ὑπεῖναι καὶ τὰς πρὸς σὲ συμβάσεις ῥᾷον εὑρίσκεσθαι τῆς ἔχθρας. ὧν οὐδὲν ἐκεῖνος ἐννοηθεὶς ἀλυσιτελῶς μὲν αὐτῷ, συμφερόντως δὲ σοὶ προετίμησεν τὴν ἀβουλίαν. [193] νῦν οὖν εἰ μὲν τῇ πρὸς Ἀντώνιον ὀργῇ κρίνεις καὶ τὴν ἐμὴν προθυμίαν, οὐκ ἂν εἴη μοι τῶν πεπραγμένων ἄρνησις οὐδ᾽ ἀπαξιώσω τὴν ἐμαυτοῦ πρὸς ἐκεῖνον εὔνοιαν ἐκ τοῦ φανεροῦ λέγειν, εἰ δὲ τὸ πρόσωπον ἀνελών, τίς εἰμι πρὸς τοὺς εὐεργέτας καὶ ποῖος φίλος ἐξετάζοις, ἐνέσται σοι πείρᾳ τῶν ἤδη γεγενημένων ἡμᾶς εἰδέναι· τοῦ γὰρ ὀνόματος ὑπαλλαγέντος οὐδὲν ἔλαττον αὐτὸ τὸ τῆς φιλίας βέβαιον ἐν ἡμῖν εὐδοκιμεῖν δυνήσεται.»
[194] Τοιαῦτα λέγων καὶ παράπαν ἐμφαίνων τὸ τῆς ψυχῆς ἐλευθέριον οὐ μετρίως ἐπεσπᾶτο τὸν Καίσαρα φιλότιμον ὄντα καὶ λαμπρόν, ὥστ᾽ αὐτῷ τὰς τῶν ἐγκλημάτων αἰτίας σύστασιν ἤδη τῆς πρὸς ἐκεῖνον εὐνοίας πραγματεύεσθαι. [195] καὶ τό τε διάδημα πάλιν ἀποκαθίστησιν αὐτῷ.
[386] Μεταλαμβάνει δὲ αὐτὸν εὐθέως ἡ περὶ τῶν ὅλων πραγμάτων φροντὶς διὰ τὴν πρὸς Ἀντώνιον φιλίαν Καίσαρος περὶ Ἄκτιον νενικηκότος. παρεῖχεν μέντοι δέους πλέον ἢ ἔπασχεν· οὔπω γὰρ ἑαλωκέναι Καῖσαρ Ἀντώνιον ἔκρινεν Ἡρώδου συμμένοντος. [387] ὅ γε μὴν βασιλεὺς ὁμόσε χωρῆσαι τῷ κινδύνῳ διέγνω, καὶ πλεύσας εἰς Ῥόδον, ἔνθα διέτριβεν Καῖσαρ, πρόσεισιν αὐτῷ δίχα διαδήματος, τὴν μὲν ἐσθῆτα καὶ τὸ σχῆμα ἰδιώτης, τὸ δὲ φρόνημα βασιλεύς· μηδὲν γοῦν τῆς ἀληθείας ὑποστειλάμενος ἄντικρυς εἶπεν· [388] «ἐγώ, Καῖσαρ, ὑπὸ Ἀντωνίου βασιλεὺς γενόμενος ἐν πᾶσιν ὁμολογῶ γεγονέναι χρήσιμος Ἀντωνίῳ. καὶ οὐδὲ τοῦτ᾽ ἂν ὑποστειλαίμην εἰπεῖν, ὅτι πάντως ἄν με μετὰ τῶν ὅπλων ἐπείρασας εὐχάριστον, εἰ μὴ διεκώλυσαν Ἄραβες. καὶ συμμαχίαν μέντοι γε αὐτῷ κατὰ τὸ δυνατὸν καὶ σίτου πολλὰς ἔπεμψα μυριάδας, ἀλλ᾽ οὐδὲ μετὰ τὴν ἐν Ἀκτίῳ πληγὴν κατέλιπον τὸν εὐεργέτην, [389] ἐγενόμην δὲ σύμβουλος ἄριστος, ὡς οὐκέτι χρήσιμος ἤμην σύμμαχος, μίαν εἶναι λέγων τῶν πταισθέντων διόρθωσιν τὸν Κλεοπάτρας θάνατον· ἣν ἀνελόντι καὶ χρήματα καὶ τείχη πρὸς ἀσφάλειαν καὶ στρατιὰν καὶ ἐμαυτὸν ὑπισχνούμην κοινωνὸν τοῦ πρὸς σὲ πολέμου. [390] τοῦ δ᾽ ἄρα τὰς ἀκοὰς ἀπέφραξαν οἱ Κλεοπάτρας ἵμεροι καὶ θεὸς ὁ σοὶ τὸ κρατεῖν χαριζόμενος. συνήττημαι δ᾽ Ἀντωνίῳ καὶ τέθεικα μετὰ τῆς ἐκείνου τύχης τὸ διάδημα. πρὸς σὲ δὲ ἦλθον ἔχων τὴν ἀρετὴν τῆς σωτηρίας ἐλπίδα καὶ προλαβὼν ἐξετασθήσεσθαι, ποταπὸς φίλος, οὐ τίνος, ἐγενόμην.»
[391] Πρὸς ταῦτα Καῖσαρ «ἀλλὰ σώζου γε, ἔφη, καὶ βασίλευε νῦν βεβαιότερον· ἄξιος γὰρ εἶ πολλῶν ἄρχειν οὕτω φιλίας προϊστάμενος. πειρῶ δὲ καὶ τοῖς εὐτυχεστέροις διαμένειν πιστός, ὡς ἔγωγε λαμπροτάτας ὑπὲρ τοῦ σοῦ φρονήματος ἐλπίδας ἔχω. καλῶς μέντοι γε ἐποίησεν Ἀντώνιος Κλεοπάτρᾳ πεισθεὶς μᾶλλον ἢ σοί· καὶ γὰρ σὲ κεκερδήκαμεν ἐκ τῆς ἀνοίας αὐτοῦ. [392] κατάρχεις δ᾽, ὡς ἔοικεν, εὐποιίας δι᾽ ὧν μοι γράφει καὶ Βεντίδιος συμμαχίαν σε πεπομφέναι πρὸς τοὺς μονομάχους αὐτῷ. νῦν μὲν οὖν δόγματι τὸ βέβαιόν σοι τῆς βασιλείας ἐξαγγέλλω. πειράσομαι δὲ καὶ αὖθις ἀγαθόν τί σε ποιεῖν, ὡς μὴ ζητοίης Ἀντώνιον.»
[393] Τούτοις φιλοφρονησάμενος τὸν βασιλέα καὶ περιθεὶς αὐτῷ τὸ διάδημα δόγματι διεσήμαινεν τὴν δωρεάν, ἐν ᾧ πολλὰ μεγαλοφρόνως εἰς ἔπαινον τἀνδρὸς ἐφθέγξατο. ὁ δὲ δώροις ἐπιμειλιξάμενος αὐτὸν ἐξῃτεῖτό τινα τῶν Ἀντωνίου φίλων Ἀλεξᾶν ἱκέτην γενόμενον· ἐνίκα δὲ ἡ Καίσαρος ὀργὴ πολλὰ καὶ χαλεπὰ μεμφομένου τὸν ἐξαιτούμενον οἷς διεκρούσατο τὴν δέησιν. [394] μετὰ δὲ ταῦτα πορευόμενον ἐπ᾽ Αἴγυπτον διὰ Συρίας Καίσαρα παντὶ τῷ βασιλικῷ πλούτῳ δεξάμενος Ἡρώδης τότε πρῶτον καὶ συνιππάσατο ποιουμένου περὶ Πτολεμαΐδα τῆς δυνάμεως ἐξέτασιν εἱστίασέν τε σὺν ἅπασιν τοῖς φίλοις· μεθ᾽ οὓς καὶ τῇ λοιπῇ στρατιᾷ πρὸς εὐωχίαν πάντα διέδωκεν. [395] προυνόησεν δὲ καὶ διὰ τῆς ἀνύδρου πορευομένοις μέχρι Πηλουσίου παρασχεῖν ὕδωρ ἄφθονον ἐπανιοῦσί τε ὁμοίως, οὐδὲ ἔστιν ὅ τι τῶν ἐπιτηδείων ἐνεδέησεν τῇ δυνάμει. δόξα γοῦν αὐτῷ τε Καίσαρι καὶ τοῖς στρατιώταις παρέστη πολλῷ βραχυτέραν περιεῖναι Ἡρώδῃ βασιλείαν πρὸς ἃ παρέσχεν. [396] διὰ τοῦτο, ὡς ἧκεν εἰς Αἴγυπτον ἤδη Κλεοπάτρας καὶ Ἀντωνίου τεθνεώτων, οὐ μόνον αὐτοῦ ταῖς ἄλλαις τιμαῖς, ἀλλὰ καὶ τῇ βασιλείᾳ προσέθηκεν τήν τε ὑπὸ Κλεοπάτρας ἀποτμηθεῖσαν χώραν καὶ ἔξωθεν Γάδαρα καὶ Ἵππον καὶ Σαμάρειαν, πρὸς δὲ τούτοις τῶν παραλίων Γάζαν καὶ Ἀνθηδόνα καὶ Ἰόππην καὶ Στράτωνος πύργον· [397] ἐδωρήσατο δ᾽ αὐτῷ καὶ πρὸς φυλακὴν τοῦ σώματος τετρακοσίους Γαλάτας, οἳ πρότερον ἐδορυφόρουν Κλεοπάτραν. οὐδὲν δὲ οὕτως ἐνῆγεν αὐτὸν εἰς τὰς δωρεὰς ὡς τὸ μεγαλόφρον τοῦ λαμβάνοντος.
Στράβων, Γεωγραφικά, ΙΖʹ, 1, 11
editΚλεοπάτρα νόθη πρὸς μητρός
Πτολεμαῖος γὰρ ὁ Λάγου διεδέξατο Ἀλέξανδρον, ἐκεῖνον δὲ ὁ Φιλάδελφος, τοῦτον δὲ ὁ Εὐεργέτης, εἶθ᾽ ὁ Φιλοπάτωρ ὁ τῆς Ἀγαθοκλείας, εἶθ᾽ ὁ Ἐπιφανής, εἶθ᾽ ὁ Φιλομήτωρ, παῖς παρὰ πατρὸς ἀεὶ διαδεχόμενος· τοῦτον δ᾽ ἀδελφὸς διεδέξατο ὁ δεύτερος Εὐεργέτης ὃν καὶ Φύσκωνα προσαγορεύουσι, τοῦτον δ᾽ ὁ Λάθυρος ἐπικληθεὶς Πτολεμαῖος, τοῦτον δ᾽ ὁ Αὐλητὴς ὁ καθ᾽ ἡμᾶς, ὅσπερ ἦν τῆς Κλεοπάτρας πατήρ. ἅπαντες μὲν οὖν οἱ μετὰ τὸν τρίτον Πτολεμαῖον ὑπὸ τρυφῆς διεφθαρμένοι χεῖρον ἐπολιτεύσαντο, χείριστα δ᾽ ὁ τέταρτος καὶ ὁ ἕβδομος καὶ ὁ ὕστατος ὁ Αὐλητής, ὃς χωρὶς τῆς ἄλλης ἀσελγείας χοραυλεῖν ἤσκησε, καὶ ἐπ᾽ αὐτῷ γε ἐσεμνύνετο τοσοῦτον ὥστ᾽ οὐκ ὤκνει συντελεῖν ἀγῶνας ἐν τοῖς βασιλείοις, εἰς οὓς παρῄει διαμιλλησόμενος τοῖς ἀνταγωνισταῖς. τοῦτον μὲν οὖν οἱ Ἀλεξανδρεῖς ἐξέβαλον, τριῶν δ᾽ αὐτῷ θυγατέρων οὐσῶν, ὧν μία γνησία ἡ πρεσβυτάτη, ταύτην ἀνέδειξαν βασίλισσαν· οἱ υἱοὶ δ᾽ αὐτοῦ δύο νήπιοι τῆς τότε χρείας ἐξέπιπτον τελέως. τῇ δὲ κατασταθείσῃ μετεπέμψαντο ἄνδρα ἐκ τῆς Συρίας κυβιοσάκτην τινά, προσποιησάμενον τοῦ γένους εἶναι τῶν Συριακῶν βασιλέων· τοῦτον μὲν οὖν ὀλίγων ἡμερῶν ἀπεστραγγάλισεν ἡ βασίλισσα οὐ φέρουσα τὸ βάναυσον καὶ τὸ ἀνελεύθερον. ἧκε δ᾽ ἀντ᾽ ἐκείνου προσποιησάμενος καὶ αὐτὸς εἶναι Μιθριδάτου υἱὸς τοῦ Εὐπάτορος Ἀρχέλαος, ὃς ἦν μὲν Ἀρχελάου υἱὸς τοῦ πρὸς Σύλλαν διαπολεμήσαντος καὶ μετὰ ταῦτα τιμηθέντος ὑπὸ Ῥωμαίων, πάππος δὲ τοῦ βασιλεύσαντος Καππαδοκῶν ὑστάτου καθ᾽ ἡμᾶς, ἱερεὺς δὲ τῶν ἐν Πόντῳ Κομάνων. Γαβινίῳ δὲ τότε συνδιέτριψεν ὡς συστρατεύσων ἐπὶ Παρθυαίους, λαθὼν δὲ τοῦτον κομίζεται διά τινων εἰς τὴν βασίλισσαν καὶ ἀναδείκνυται βασιλεύς. ἐν τούτῳ τὸν Αὐλητὴν ἀφικόμενον εἰς Ῥώμην δεξάμενος Πομπήιος Μάγνος συνίστησι τῇ συγκλήτῳ καὶ διαπράττεται κάθοδον μὲν τούτῳ, τῶν δὲ πρέσβεων τῶν πλείστων, ἑκατὸν ὄντων, ὄλεθρον τῶν καταπρεσβευσάντων αὐτοῦ· τούτων δ᾽ ἦν καὶ Δίων ὁ Ἀκαδημαϊκὸς ἀρχιπρεσβευτὴς γεγονώς. καταχθεὶς οὖν ὑπὸ Γαβινίου Πτολεμαῖος τόν τε Ἀρχέλαον ἀναιρεῖ καὶ τὴν θυγατέρα, χρόνον δ᾽ οὐ πολὺν τῇ βασιλείᾳ προσθεὶς τελευτᾷ νόσῳ, καταλιπὼν δύο μὲν υἱεῖς δύο δὲ θυγατέρας, πρεσβυτάτην δὲ Κλεοπάτραν. οἱ μὲν οὖν Ἀλεξανδρεῖς ἀπέδειξαν βασιλέας τόν τε πρεσβύτερον τῶν παίδων καὶ τὴν Κλεοπάτραν, οἱ δὲ συνόντες τῷ παιδὶ καταστασιάσαντες ἐξέβαλον τὴν Κλεοπάτραν, καὶ ἀπῆρε μετὰ τῆς ἀδελφῆς εἰς τὴν Συρίαν. ἐν τούτῳ Πομπήιος Μάγνος ἧκε φεύγων ἐκ Παλαιφαρσάλου πρὸς τὸ Πηλούσιον καὶ τὸ Κάσιον ὄρος· τοῦτον μὲν οὖν δολοφονοῦσιν οἱ μετὰ τοῦ βασιλέως· ἐπελθὼν δὲ Καῖσαρ τόν τε μειρακίσκον διαφθείρει καὶ καθίστησι τῆς Αἰγύπτου βασίλισσαν τὴν Κλεοπάτραν μεταπεμψάμενος ἐκ τῆς φυγῆς· συμβασιλεύειν δ᾽ ἀπέδειξε τὸν λοιπὸν ἀδελφὸν αὐτῇ νέον παντελῶς ὄντα. μετὰ δὲ τὴν Καίσαρος τελευτὴν καὶ τὰ ἐν Φιλίπποις διαβὰς Ἀντώνιος εἰς τὴν Ἀσίαν ἐξετίμησεν ἐπὶ πλέον τὴν Κλεοπάτραν ὥστε καὶ γυναῖκα ἔκρινε καὶ ἐτεκνοποιήσατο ἐξ αὐτῆς, τόν τε Ἀκτιακὸν πόλεμον συνήρατο ἐκείνῃ καὶ συνέφυγε· καὶ μετὰ ταῦτα ἐπακολουθήσας ὁ Σεβαστὸς Καῖσαρ ἀμφοτέρους κατέλυσε καὶ τὴν Αἴγυπτον ἔπαυσε παροινουμένην.
E. Bernand, Recueil des inscriptions grecques du Fayoum, Γʹ, 205 (Κροκοδειλόπολις, Ἀρσινοΐτης νόμος, Αἴγυπτος, 51 π.Χ.)
editΑἱ τῆς Κλεοπάτρας ἐπικλήσεις
ὑπὲρ βασιλίσσης
Κλεοπάτρας θε-
ᾶς Φιλοπάτωρ τό-
πος Σνοναιτια-
κῆς συνόδου
ὧν συναγογὸς
Ὀννῶφρις λεσώνης·
(ἔτους) αʹ, Ἐπὶφ αʹ.
Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens (HGV): Berliner griechische Urkunden (BGU), ΙΔʹ, 2376 (Ηρακλεόπολις, Αἴγυπτος, 36/35 π.Χ.)
edit[Βασιλευόντων Κλεοπάτρας Θεᾶς Νεωτέ]ρ̣ας Φ̣[ιλ]οπάτορος καὶ Φιλοπάτριδος καὶ Πτολεμαίου τοῦ καὶ Καῖσαρ Θεοῦ Φιλοπά̣τορος [καὶ Φιλομήτορος] ἔτους ιζ τοῦ [καὶ β ἐφʼ ἱε]ρ̣έως τοῦ ὄντος ἐν Ἀλεξανδρ̣είᾳ Ἀλεξάνδρου καὶ τῶν ἄλλων τῶν γραφο̣μέ̣ν- [ων ἐν Ἀλεξανδρε]ίᾳ μηνὸς Ἀρ[τε]μισίο̣υ̣ [Φα]μενὼθ ἐν Ἡ[ρ]α̣κ̣λ̣[έους πόλει] τῇ ὑπὲρ Μέμφιν...
Αἰλιανός (Σοῦδα Κʹ1083, Εʹ1830, Κʹ2147, Εʹ2395)
editΚλεοπάτρα, εἰς ἣν κατολισθάνει τῶν Πτολεμαίων ἡ διαδοχή.
ἡ δὲ Κλεοπάτρα βασίλειαν βασιλέων ἑαυτὴν ἀνεῖπεν· ἐς τοσοῦτον ἄρα φρονήματος ἐξώκειλεν.
ἡ δὲ Κλεοπάτρα καὶ ἄλλα εἰργάσατο ἀσεβείας ἐχόμενα, ἅ μοι σιγῶντι κόσμον φέρει. τουτέστιν εὐπρέπειαν.
ἡ οὖν Κλεοπάτρα καὶ τοὺς Ἠλείους ἐπειρᾶτο πολλῷ χρυσῷ ἐπικλύσασα τὸ ἄγαλμα τοῦ Διὸς πρίασθαι.
Ἀθήναιος Ναυκρατίτης, Δειπνοσοφισταί, Δʹ, 29
editΣωκράτης δὲ ὁ Ῥόδιος ἐν τρίτῳ ἐμφυλίου πολέμου τὸ Κλεοπάτρας ἀναγράφων συμπόσιον τῆς τελευταίας Αἰγύπτου βασιλευσάσης, γημαμένης δ᾽ Ἀντωνίῳ τῷ Ῥωμαίων στρατηγῷ ἐν Κιλικίᾳ φησιν οὕτως· «ἀπαντήσασα τῷ Ἀντωνίῳ ἡ Κλεοπάτρα ἐν Κιλικίᾳ παρεσκεύασεν αὐτῷ βασιλικὸν συμπόσιον, ἐν ᾧ πάντα χρύσεα καὶ λιθοκόλλητα περιττῶς ἐξειργασμένα ταῖς τέχναις· ἦσαν δέ, φησί, καὶ οἱ τοῖχοι ἁλουργέσι καὶ διαχρύσοις ἐμπεπετασμένοι ὕφεσι. καὶ δώδεκα τρίκλινα διαστρώσασα ἐκάλεσε τὸν Ἀντώνιον μεθ᾽ ὧν ἐβούλετο ἡ Κλεοπάτρα. τοῦ δὲ τῇ πολυτελείᾳ τῆς ὄψεως ἐκπλαγέντος ὑπομειδιάσασα ταῦτ᾽ ἔφη πάντα δωρεῖσθαι αὐτῷ καὶ εἰς αὔριον παρεκάλει συνδειπνῆσαι πάλιν ἥκοντα μετὰ τῶν φίλων καὶ τῶν ἡγεμόνων· ὅτε καὶ πολλῷ κρεῖττον διακοσμήσασα τὸ συμπόσιον ἐποίησε φανῆναι τὰ πρῶτα μικρά, καὶ πάλιν καὶ ταῦτα ἐδωρήσατο. τῶν δ᾽ ἡγεμόνων ἐφ᾽ ᾗ ἕκαστος κατέκειτο κλίνῃ καὶ τὰ κυλικεῖα καθὼς ταῖς στρωμναῖς ἐμεμέριστο, ἑκάστῳ φέρειν ἐπέτρεψε. καὶ κατὰ τὴν ἄφοδον τοῖς μὲν ἐν ἀξιώμασι φορεῖα σὺν τοῖς κομίζουσι, τοῖς πλείοσι δὲ καταργύροις σκευαῖς κεκοσμημένους ἵππους, πᾶσι δὲ λαμπτηροφόρους παῖδας Αἰθίοπας παρέστησε. τῇ δὲ τετάρτῃ τῶν ἡμερῶν ταλαντιαίους εἰς ῥόδα μισθοὺς διέδωκε, καὶ κατεστρώθη ἐπὶ πηχυαῖα βάθη τὰ ἐδάφη τῶν ἀνδρώνων ἐμπεπετασμένων δικτύων τοῖς ἕλιξιν.» ἱστορεῖ δὲ καὶ αὐτὸν τὸν Ἀντώνιον ἐν Ἀθήναις μετὰ ταῦτα διατρίψαντα περίοπτον ὑπὲρ τὸ θέατρον κατασκευάσαντα σχεδίαν χλωρᾷ πεπυκασμένην ὕλῃ, ὥσπερ ἐπὶ τῶν Βακχικῶν ἄντρων γίνεται, ταύτης τύμπανα καὶ νεβρίδας καὶ παντοδαπὰ ἄλλ᾽ ἀθύρματα Διονυσιακὰ ἐξαρτήσαντα μετὰ τῶν φίλων ἐξ ἑωθινοῦ κατακλινόμενον μεθύσκεσθαι, λειτουργούντων αὐτῷ τῶν ἐξ Ἰταλίας μεταπεμφθέντων ἀκροαμάτων συνηθροισμένων ἐπὶ τὴν θέαν τῶν Πανελλήνων. «μετέβαινε δ᾽ ἐνίοτε, φησίν, καὶ ἐπὶ τὴν ἀκρόπολιν ἀπὸ τῶν τεγῶν λαμπάσι δᾳδουχουμένης πάσης τῆς Ἀθηναίων πόλεως. καὶ ἔκτοτε ἐκέλευσεν ἑαυτὸν Διόνυσον ἀνακηρύττεσθαι κατὰ τὰς πόλεις ἁπάσας.»
Ἀθήναιος Ναυκρατίτης, Δειπνοσοφισταί, Ϛʹ, 15
editμεταβαλόντων δ᾽ ἐπὶ τὸ πολυτελέστερον Ῥωμαίων τὴν δίαιταν κατὰ μίμησιν ἐκδιαιτηθεῖσα Κλεοπάτρα ἡ τὴν Αἰγύπτου καταλύσασα βασιλείαν τοὔνομα οὐ δυναμένη ἀλλάξαι ἀργυροῦν καὶ χρυσοῦν ἀπεκάλει κέραμον αὐτὸ κέραμά τ᾽ ἀπεδίδοτο τὰ ἀποφόρητα τοῖς δειπνοῦσι· καὶ τοῦτ᾽ ἦν τὸ πολυτελέστατον· εἴς τε τὸν Ῥωσικὸν εὐανθέστατον ὄντα κέραμον πέντε μνᾶς ἡμερησίας ἀνήλισκεν ἡ Κλεοπάτρα.
Γαληνός, Πρὸς Πίσωνα περὶ τῆς θεριακῆς, 235-237
editκαὶ τῶν ἀσπίδων ἡ λεγομένη πτυὰς ἐπανατείνασα τὸν τράχηλον καὶ συμμετρησαμένη τὸ τοῦ διαστήματος μῆκος, ὥσπερ τότε λογικὸν γιγνόμενον τὸ θηρίον εὐστόχως ἐμπτύει τοῖς σώμασι τὸν ἰόν. τούτων γοῦν φασι τῶν θηρίων τινὶ, τριπλοῦν γάρ ἐστι τὸ εἶδος τῶν ἀσπίδων, ταύτης τε καὶ τῆς μὲν χερσαίας λεγομένης, τῆς τε χελιδονίας καλουμένης, τὴν βασιλίδα Κλεωπάτραν βουληθεῖσαν λαθεῖν τοὺς φυλάττοντας, ταχέως τε καὶ ἀνυπόπτως ἀποθανεῖν. ἐπεὶ γὰρ αὐτὴν ὁ Αὔγουστος νικήσας τὸν Ἀντώνιον ζῶσαν λαβεῖν ἠβούλετο, καὶ ζῇν, καὶ διὰ σπουδῆς φυλάττειν ὡς εἰκὸς, ἵνα δείξῃ Ῥωμαίοις ἐν τῷ θριάμβῳ τὴν οὕτω διάσημον γυναῖκα. ἡ δὲ συνεῖσα, φασὶ, τοῦτο, καὶ ἑλομένη μᾶλλον ἔτι βασίλισσα οὖσα ἐξ ἀνθρώπων γενέσθαι ἤπερ ἰδιώτης Ῥωμαίοις φανῆναι, τότε ἐμηχανήσατο τῷ θηρίῳ τούτῳ τὸν θάνατον αὑτῆς. καὶ φασὶν αὐτὴν καλέσαι τὰς πιστοτάτας δύο γυναῖκας, αὗται δὲ ἦσαν αἱ πρὸς τὸ κάλλος αὐτῆς εἰς τὸν κόσμον τοῦ σώματος ὑπηρετεῖν ἡρμοσμέναι καὶ τοῖς ὀνόμασι λεγόμεναι Νάειρα καὶ Καρμιόνη. ἡ μὲν ἀναπλέκουσα τὰς τρίχας εὐπρεπῶς, ἡ δὲ ἀποτέμνουσα τὰς ὑπεροχὰς τῶν ὀνύχων εὐφυῶς, εἶτα κελεύσασα σταφυλαῖς τε καὶ σύκοις κεκρυμμένον εἰσκομισθῆναι τὸ θηρίον, ἵνα, ὡς ἔφην, τοὺς φυλάττοντας λάθῃ, προπειρασαμένη αὐτὸ πρότερον ἐπὶ τούτων τῶν γυναικῶν, εἰ ὀξέως ἀναιρεῖν δύναται, καὶ μετὰ τὸ ταύτας ταχέως ἀνελεῖν λοιπὸν αὐτῇ, ἐφ᾽ ᾧ δὴ καὶ τὸν Αὔγουστον πάνυ καταπλαγῆναι λέγουσι, τῶν μὲν μέχρι τοῦ συναποθανεῖν αὐτῇ τοσαύτην φιλοστοργίαν, τῆς δὲ τὸ μὴ βουληθῆναι ζῇν δουλικῶς, ἀλλ ἑλέσθαι μᾶλλον ἀποθανεῖν εὐγενῶς. καὶ γὰρ λέγουσιν αὐτῆς εὑρεθῆναι τὴν χεῖρα τὴν δεξιὰν ἐπὶ τὴν κεφαλὴν κειμένην καὶ κρατοῦσαν τὸ διάδημα, ὡς εἰκὸς, ἵνα καὶ μέχρι τότε τοῖς ὁρῶσι βασίλισσα οὖσα βλέπηται ὥσπερ καὶ ὁ τραγικὸς ποιητὴς ἡμῖν λέγει τὴν Πολυξένην, ὅτι καὶ αὕτη ἀποθνήσκουσα ὅμως πολλὴν πρόνοιαν εἶχεν εὐσχημόνως πεσεῖν. οἱ δὲ τὸ μὲν τῆς γυναικὸς πρὸς τὸ λαθεῖν εὐμήχανον, τοῦ δὲ θηρίου πρὸς τὸ ἀποκτεῖναι τάχος βουλόμενοι ἡμῖν δεῖξαι τῷ λόγῳ, λέγουσιν αὐτὴν μὲν ἐνδακεῖν τὸν ἑαυτῆς βραχίονα μεγάλῳ πάνυ καὶ βαθεῖ τῷ δήγματι. ἐργασαμένην δὲ εἴς τι σκεῦος εἰσκομισθῆναι αὑτῇ τὸν ἰὸν τοῦ θηρίου ἐγχέαι τῷ τραύματι, καὶ οὕτω διαδοθέντος αὐτοῦ μετ᾽ οὐ πολὺ λαθοῦσαν τοὺς φυλάσσοντας εὐκόλως ἀποθανεῖν. ἀλλὰ τοῦτο μὲν οὐκ ἀτερπῶς ἱστορείσθω, διὰ τὴν σὴν ἐν πᾶσι τοῖς λόγοις φιλοτιμίαν, καὶ ἵνα διὰ τούτου τὴν ὀξύτητα πρὸς τὸ ἀποκτεῖναι τούτων τῶν θηρίων ὦμεν εἰδότες. ὀξέα γάρ ἐστιν ἀληθῶς πρὸς τὸ ἀναιρεῖν ταῦτα τὰ θηρία. καὶ πολλάκις γὰρ ἐθεασάμην ἐγὼ ἐν τῇ μεγάλῃ Ἀλεξανδρείᾳ τὸ τάχος τοῦ ὑπ᾽ αὐτῶν γιγνομένου θανάτου. ὅταν γάρ τινα τούτῳ τῷ νόμῳ τῆς κολάσεως κατακριθέντα φιλανθρώπως καὶ ταχέως ἀποκτεῖναι θέλωσι, προσβάλλοντες αὐτοῦ τοῖς στέρνοις τὸ θηρίον καὶ ποιήσαντες ὀλίγον περιπατῆσαι, οὕτω ταχέως ἀναιροῦσι τὸν ἄνθρωπον. ὁρᾷς οὖν ὅπως ἡμεῖς δεόντως οὐδὲν τῶν τοιούτων θηρίων ἐγκαταμίγνυμεν τῷ φαρμάκῳ, διὰ τὴν τοσαύτην ἐν τοῖς σώμασιν αὐτῶν φθοροποιὸν δύναμιν.
Νικόλαος Δαμασκηνός, Περὶ τοῦ βίου Καίσαρος τοῦ Σεβαστοῦ, ἀπόσπασμα ΡΛʹ, 68
editπαντοδαπαὶ δὲ καὶ ἐν τῷ ὁμίλῳ λογοποιίαι διεφέροντο, ἄλλων ἄλλα διεξιόντων οἱ μὲν γὰρ ἔφασκον βασίλειον αὑτῷ ἐγνωκέναι συμπάσης γῆς καὶ θαλάττης Αἴγυπτον ἀποδεικνύναι, ἔνθα βασιλίδα Κλεοπάτραν αὐτῷ τεκεῖν παῖδα Κῦρον φοιτήσασαν εἰς εὐνήν· ὅπερ αὐτὸς ἤλεγξεν ἐν ταῖς διαθήκαις ψεῦδος ὄν.
Ἰωάννης Μαλάλας, Χρονογραφία, σ. 197
editδωδέκατος δὲ Πτολεμαῖος ἐβασίλευσεν ὀνόματι Διόνυσος ἔτη κθ΄, ὃς ἔσχε θυγατέρα ὀνόματι Κλεοπάτραν καὶ υἱὸν ὀνόματι Πτολεμαῖον. καὶ λοιπὸν τρισκαιδεκάτη βασίλισσα, τῶν Πτολεμαίων Κλεοπάτρα· ἐβασίλευσε δὲ ἣ αὐτὴ Κλεοπάτρα ἡ θυγάτηρ τοῦ αὐτοῦ Διονύσου ἔτη κβ΄. ἐβασίλευσαν οὖν οἱ ιγ΄ Πτολεμαῖοι οἱ Μακεδόνες τῆς Αἰγυπτιακῆς χώρας ἁπάσης ἀπὸ τοῦ Πτολεμαίου τοῦ Λάγου ἕως Κλεοπάτρας τῆς Διονύσου θυγατρὸς ἔτη τ΄ ἕως τοῦ ιε΄ ἔτους τῆς βασιλείας Αὐγούστου Καίσαρος τοῦ καὶ Ὀκταβιανοῦ Σεβαστοῦ Ἰμπεράτορος, τοῦ νικήσαντος τὸν Ἀντώνιον καὶ τὴν αὐτὴν Κλεοπάτραν, ἐν τῇ ἐπὶ χώρᾳ ναυμαχίᾳ εἰς τὸν Λευκάτην τόπον καὶ φονεύσαντος αὐτοὺς καὶ ὑποτάξαντος τὴν Αἴγυπτον πᾶσαν, καθὼς Εὐσέβιος ὃ Παμφίλου καὶ Παυσανίας οἱ χρονογράφοι συνεγράψαντο.
Ἰωάννης Μαλάλας, Χρονογραφία, σ. 217-220
editΚαὶ ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ ἀπελθὼν ἔκτισεν ἐκεῖ ὃ αὐτὸς Καῖσαρ εἷς ὄνομα τοῦ ἰδίου αὐτοῦ υἱοῦ οὗ ἔσχεν ἀπὸ Κλεοπάτρας, ἧς ἐφίλησεν ὡς εὐπρεπῆ οὖσαν· ἥντινα ηὗρεν εἷς τὴν Θηβαΐδα διωχθεῖσαν ὑπὸ τοῦ ἰδίου αὐτῆς ἀδελφοῦ Πτολεμαίου λυπηθέντος πρὸς αὐτήν. ταύτην ὃ Καῖσαρ φθείρας ἔγκυον ἐποίησε· καὶ ἐγέννησεν υἱόν, ὃν ἐπεκάλεσε Καισάριον. εἰς ὄνομα οὖν τοῦ ἰδίου υἱοῦ καὶ τὸ Καισάριον ἔκτισεν ὁ αὐτὸς Ἰούλιος ὁ Καῖσαρ ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ. καὶ ἐκβαλὼν τὸν ἀδελφὸν αὐτῆς Πτολεμαῖον ἐκ τῆς βασιλείας τῶν Αἰγυπτίων ἔδωκεν αὐτῇ τὴν βασιλείαν Αἰγυπτίων, φονεύσας καὶ τοὺς δύο εὐνούχους τοὺς εἰσάξαντας τὸν Πτολεμαῖον εἰς Θηβαΐδα ἐξορίσαι τὴν Κλεοπάτραν. ὁ δὲ υἱὸς τῆς Κλεοπάτρας καὶ τοῦ αὐτοῦ Καίσαρος ἐτελεύτα μικρός.
Ἐν δὲ τῇ Ῥώμῃ ἐλθὼν ὁ αὐτὸς Καῖσαρ ἐσφάγη ὑπὸ τοῦ δευτέρου Βρούτου καὶ ἄλλων μετ᾽ αὐτοῦ συμποιησαμένων συγκλητικῶν ἐπὶ τῆς ὑπατείας Ἰσαυρικοῦ καὶ Ἀντωνίου τὸ δεύτερον. χρηματίζει οὖν ἡ μεγάλη Ἀντιόχεια κατὰ τιμὴν ἔτος πρῶτον ἀπὸ τοῦ αὐτοῦ Καίσαρος Γαΐου Ἰουλίου.
Μετὰ δὲ τὸν Καίσαρα Γάϊον Ἰούλιον ἐπελέξατο ἢ σύγκλητος Ῥώμης τὸν Αὔγουστον Ὀκταβιανὸν τὸν συγγενῆ τοῦ Καίσαρος καὶ τὸν Ἀντώνιον τὸν τοῦ Αὐγούστου γαμβρὸν ἐπ᾽ ἀδελφῇ καὶ τὸν Λέπιδον, καὶ ἐγένοντο οἱ τρεῖς τριομβυράτορες, καὶ αὐτοὶ διῴκουν τὰ Ῥωμαίων πράγματα προβαλλόμενοι κατ᾽ ἔτους ὑπάτους.
Τῷ δὲ πεντεκαιδεκάτῳ ἔτει τῆς τριομβυρίας τοῦ αὐτοῦ Αὐγούστου Ὀκταβιανοῦ, τυραννησάντων τῶν Αἰγυπτίων καὶ τῆς Κλεοπάτρας τῆς κτισάσης ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ τὴν Φάρον εἰς τὴν νῆσον τὴν λεγομένην Πρωτέως καὶ οὖσαν κατέναντι Ἀλεξανδρείας ἀπὸ μιλίων δύο καὶ προσχωσάσης γῆν καὶ λίθους εἰς τὴν θάλασσαν ἐπὶ τοσοῦτο διάστημα εἰς τὸ βαδίζεσθαι τὴν θάλασσαν ἕως τῆς νήσου αὐτῆς καὶ τῆς Φάρου ὑπὸ ἀνθρώπων καὶ ἀλόγων· ὅπερ φοβερὸν ἐποίησεν ἔργον ἡ αὐτὴ Κλεοπάτρα διὰ Δεξιφάνους Κνιδίου μηχανικοῦ, ὃς τὴν θάλασσαν ἐποίησε χθόνα. τῆς δὲ τυραννίδος τῶν Αἰγυπτίων καὶ τῆς Κλεοπάτρας βασιλίσσης αὐτῶν γνωσθείσης Ῥωμαίοις, ἐξῆλθεν ἀπὸ Ῥώμης Ἀντώνιος ὁπλισάμενος κατὰ τῆς Κλεοπάτρας καὶ τῶν Αἰγυπτίων καὶ ἐπὶ τὰ Περσικὰ μέρη, ὅτε ἐτάρασσον τὴν ἀνατολήν. καὶ κατῆλθεν ἐπὶ τὴν Αἴγυπτον μετὰ πολλῆς δυνάμεως στρατευμάτων ὁ Ἀντώνιος· καὶ φθάσας Ἀλεξάνδρειαν τὴν μεγάλην περιεκάθητο πολιορκῶν αὐτήν, δηλώσας τῇ Κλεοπάτρᾳ δοῦναι τὴν πόλιν· ἤδει γὰρ αὐτὴν πρῴην μετὰ τοῦ Καίσαρος Ἰουλίου ἐπὶ τὴν Αἴγυπτον ἐλθών. ἡ δὲ Κλεοπάτρα ἀντεδήλωσεν αὐτῷ, ὑπονοθεύσασα αὐτόν, ὡς ἐρῶσα αὑτοῦ. ὁ οὖν Ἀντώνιος ἠπατήθη καὶ ἔρωτι βληθεὶς ἐφίλησεν αὐτὴν καὶ ὑπετάγη αὐτῇ. ἦν δὲ κονδοειδὴς ἡ Κλεοπάτρα, εὐπρεπὴς δὲ πάνυ καὶ μυστική. καὶ δεξαμένη τὸν Ἀντώνιον ἐν τῇ πόλει καὶ τὰ πλήθη αὐτοῦ ἐγαμήθη αὐτῷ. καὶ λοιπὸν ὁ αὐτὸς Ἀντώνιος λαβὼν αὐτὴν γυναῖκα ἐτυράννησεν ἅμα αὐτῇ Ῥωμαίους. καὶ καταφρονήσας καὶ ἀποταξάμενος τῇ αὐτοῦ γυναικί, τῇ ἀδελφῇ τοῦ Αὐγούστου Ὀκταβιανοῦ, καὶ συναγαγὼν ἄλλο πλῆθος πολύ, προτρεψάμενος δὲ καὶ Πέρσας καὶ πολλὰ αὐτοῖς συνταξάμενος, ποιήσας πλοῖα δρομώνων πολλῶν, καταπλεύσας ἀπὸ Ἀλεξανδρείας ὥρμησε κατὰ Ῥωμαίων μετὰ τῆς Κλεοπάτρας, παραλαβεῖν τὴν αὐτὴν Ῥώμην βουλόμενος, διὰ τῆς λεγομένης Ἠπείρου χώρας, θέλων ἀνελθεῖν ἐν Ῥώμῃ.
Καὶ γνωσθείσης τῆς τοιαύτης τυραννίδος Ἀντωνίου xal τῆς Κλεοπάτρας ἐν τῇ Ῥώμῃ, εὐθέως ὃ αὐτὸς Ὀκταβιανὸς ὡπλίσατο κατ᾽ αὐτῶν καὶ διὰ τὴν εὐτέλειαν τῆς αὑτοῦ ἀδελφῆς, ὅτι περιεφρόνησεν αὐτὴν ὁ αὐτὸς Ἀντώνιος. καὶ ἔλαβεν ὁ αὐτὸς Αὔγουστος στρατηγὸν δυνατόν, ἐκ τῆς συγκλήτου ἐπιλεξάμενος, Μάρκον Ἀγρίππαν ὀνόματι, καὶ ἔζευξεν αὐτῷ τὴν ἑαυτοῦ ἀδελφὴν Ὀκταβίαν. καὶ ὥρμησεν ἀπὸ τῆς Ῥώμης ἅμα τῷ αὐτῷ Ἀγρίππᾳ στρατηγῷ xol στρατιωτικῶν δυνάμεων αὐτοῦ. καὶ φθάσας τὴν Ἤπειρον χώραν εἰς τόπον λεγόμενον Λευκάτην συνέκρουσε τῷ Ἀντωνίῳ καὶ τῇ Κλεοπάτρᾳ πόλεμον ναυμαχίας μέγαν, καθὼς Βεργίλλιος ὁ σοφὸς ἐν τῇ αὐτοῦ ἀσπιδοποιίᾳ συνεγράψατο εἰς τὸν ὄγδοον αὐτοῦ λόγον. τὸ δὲ πλῆθος τῶν ἀμφοτέρων στρατευμάτων ἐσκέπασε τὴν γῆν καὶ τὴν θάλασσαν. καὶ ἐσφάγη τοῦ Ἀντωνίου καὶ τῆς Κλεοπάτρας πλῆθος ἐν τῇ ναυμαχίᾳ, ὥστε τὰ ὕδατα τῆς θαλάσσης αἵμασι μιγέντα κυμάτων καὶ μόνον φαίνεσθαι. καὶ νικήσας ὁ Αὔγουστος Ὀκταβιανὸς ἐφόνευσε τὸν Ἀντώνιον, τὴν δὲ Κλεοπάτραν παραλαβὼν καὶ δήσας ἐθριάμβευσε, κελεύσας αὐτὴν φυλαχθῆναι εἷς τὸ ἀνενεγκεῖν ἐν τῇ Ῥώμῃ αἰχμάλωτον καὶ πομπεῦσαι. ἥτις Κλεοπάτρα ἀπεχρήσατο ἑαυτῇ, ἀπὸ ἀσπίδος κρουσθεῖσα ἐτελεύτα· ἐβάσταζε γὰρ ἀσπίδας καὶ ἄλλα ἑρπετὰ εἰς τὰ πλοῖα διὰ τὸν πόλεμον· ὡς φυλάττεται οὖν ὑπὸ στρατιωτῶν, κρύφα δηχθεῖσα ὑπὸ ἀσπίδος τελευτᾷ διὰ τὸ μὴ ζῶσαν αὐτὴν ἀνενεχθῆναι ἐν τῇ Ῥώμῃ. μετὰ δὲ τὴν τελευτὴν αὐτῆς ἀπηνέχθη τὸ λείψανον αὐτῆς ἐν τῇ Ῥώμῃ σμυρνιασθέντα πρὸς θεραπείαν τῆς ἀδελφῆς τοῦ αὐτοῦ Αὐγούστου Ὀκταβιανοῦ, καθὰ Θεόφιλος ὃ σοφὸς χρονογράφος συνεγράψατο. οἵ δὲ ἐκθέμενοι τὰ πάτρια Ἀλεξανδρείας τῆς μεγάλης τὴν Κλεοπάτραν ἐν Αἰγύπτῳ εἶπαν λειφθεῖσαν, καὶ ἄλλα δέ τινα μὴ συμφωνοῦντα τοῖς Ῥωμαίων συγγραφεῦσι.