Wp/grc/Θαλῆς

< Wp | grc
Wp > grc > Θαλῆς

Θαλῆς Ἐξαμύου Μιλήσιος, φυσικὸς φιλόσοφος, εἷς τῶν ἑπτὰ σοφῶν καὶ πρῶτος σοφὸς ὠνομάσθη·[1] γεγονὼς πρὸ Κροίσου, ἐπὶ τῆς 35ος (λε´) ὀλυμπιάδος, τῷ 640 (χμ´) π.Χ.[2]

Θαλῆς ὁ Μιλήσιος.

Βίος

edit

Πατρὸς μὲν Ἐξαμύου, μητρὸς δὲ Κλεοβουλίνης, ἐκ τῶν Θηλιδῶν, οἵ εἰσι Φοίνικες. Ἐπολιτογραφήθη δὲ ἐν Μιλήτῳ, ὅτε ἦλθε σὺν Νείλεῳ ἐκπεσόντι Φοινίκης· ὡς δ’ οἱ πλείους φασίν, ἰθαγενὴς Μιλήσιος ἦν καὶ γένους λαμπροῦ.[1]

Μετὰ δὲ τὰ πολιτικὰ τῆς φυσικῆς ἐγένετο θεωρίας. Οὐδεὶς δὲ αὐτοῦ καθηγήσατο, πλὴν ὅτι εἰς Αἴγυπτον ἐλθὼν τοῖς ἱερεῦσι συνδιέτριψεν. Συνεβίω δὲ καὶ Θρασυβούλῳ τῷ Μιλησίων τυράννῳ, καθά φησι Μινύης.[1]

Ἔνιοι δὲ καὶ γῆμαι αὐτὸν καὶ Κύβισθον υἱὸν ἔχειν· οἱ δὲ ἄγαμον μεῖναι, τῆς δὲ ἀδελφῆς τὸν υἱὸν θέσθαι. Ὅτε καὶ ἐρωτηθέντα διὰ τί οὐ τεκνοποιεῖ, διὰ φιλοτεκνίαν εἰπεῖν. Καὶ λέγουσι ὅτι τῆς μητρὸς ἀναγκαζούσης αὐτὸν γῆμαι ἔλεγεν, « οὐδέπω καιρός. » Εἶτα, ἐπειδὴ παρήβησεν ἐγκειμένης, εἰπεῖν, « οὐκέτι καιρός. »[1]

Πρῶτος σοφὸς ὠνομάσθη ἄρχοντος Ἀθήνησι Δαμασίου, καθ’ ὃν καὶ οἱ ἑπτὰ σοφοὶ ἐκλήθησαν, ὥς φησι Δημήτριος ὁ Φαληρεὺς ἐν τῇ τῶν Ἀρχόντων ἀναγραφῇ.[1]

Ἐτελεύτησε δὲ γηραιός, θεώμενος γυμνικὸν ἀγῶνα, πιληθεὶς δὲ ὑπὸ τοῦ ὄχλου καὶ ἐκλυθεὶς ὑπὸ τοῦ καύματος.[2] Ἐπιγεγράφθαι δ’ αὐτοῦ ἐπὶ τῆς εἰκόνος τόδε·[1]

«Τόνδε Θαλῆν Μίλητος Ἰὰς θρέψασ’ ἀνέδειξεν
ἀστρολόγον πάντων πρεσβύτατον σοφίῃ.»

Φιλοσοφία

edit

Πρῶτος δὲ καὶ περὶ φύσεως διελέχθη. Ἀρχὴν δὲ τῶν πάντων ὕδωρ ὑπεστήσατο, καὶ τὸν κόσμον ἔμψυχον καὶ δαιμόνων πλήρη. Καὶ τοῖς ἀψύχοις μεταδιδόναι ψυχάς, τεκμαιρόμενον ἐκ τῆς λίθου τῆς μαγνήτιδος καὶ τοῦ ἠλέκτρου.[1]

Πρῶτος δὲ καὶ τὴν ἀπὸ τροπῆς ἐπὶ τροπὴν πάροδον εὗρε, καὶ πρῶτος τὸ τοῦ ἡλίου μέγεθος τοῦ ἡλιακοῦ κύκλου ὥσπερ καὶ τὸ τῆς σελήνης μέγεθος τοῦ σεληναίου ἑπτακοσιοστὸν καὶ εἰκοστὸν μέρος ἀπεφήνατο κατά τινας. Τάς τε ὥρας τοῦ ἐνιαυτοῦ φασιν αὐτὸν εὑρεῖν καὶ εἰς τριακοσίας ἑξήκοντα πέντε ἡμέρας διελεῖν. Πρῶτος δὲ καὶ τὴν ὑστέραν τοῦ μηνὸς τριακάδα εἶπεν.[1]

Παρά τε Αἰγυπτίων γεωμετρεῖν μαθόντα φησὶ Παμφίλη πρῶτον καταγράψαι κύκλου τὸ τρίγωνον ὀρθογώνιον, καὶ θῦσαι βοῦν. Ὁ δὲ Ἱερώνυμος καὶ ἐκμετρῆσαί φησιν αὐτὸν τὰς πυραμίδας ἐκ τῆς σκιᾶς, παρατηρήσαντα ὅτε ἡμῖν ἰσομεγέθεις εἰσίν.[1]

Φέρεται δὲ καὶ ἀποφθέγματα αὐτοῦ τάδε·[1]

«Πρεσβύτατον τῶν ὄντων θεός· ἀγένητον γάρ.
Κάλλιστον κόσμος· ποίημα γὰρ θεοῦ.
Μέγιστον τόπος· ἅπαντα γὰρ χωρεῖ.
Τάχιστον νοῦς· διὰ παντὸς γὰρ τρέχει.
Ἰσχυρότατον ἀνάγκη· κρατεῖ γὰρ πάντων.
Σοφώτατον χρόνος· ἀνευρίσκει γὰρ πάντα.»

Πολιτικὰ καὶ οἰκονομικά

edit

Δοκεῖ δὲ καὶ ἐν τοῖς πολιτικοῖς βεβουλεῦσθαι. Κροίσου γοῦν πέμψαντος πρὸς Μιλησίους ἐπὶ συμμαχίᾳ ἐκώλυσεν· ὅπερ Κύρου κρατήσαντος ἔσωσε τὴν πόλιν. Καὶ αὐτὸς δέ φησιν, ὡς Ἡρακλείδης ἱστορεῖ, μονήρη αὑτὸν γεγονέναι καὶ ἰδιαστήν.[1]

Φησὶ δὲ καὶ Ἱερώνυμος ὁ Ῥόδιος ἐν τῷ δευτέρῳ τῶν Σποράδην ὑπομνημάτων ὅτι βουλόμενος δεῖξαι ῥᾷον εἶναι πλουτεῖν, φορᾶς μελλούσης ἐλαιῶν ἔσεσθαι, προνοήσας ἐμισθώσατο τὰ ἐλαιουργεῖα καὶ πάμπλειστα συνεῖλε χρήματα.[1]

Ἔργα

edit

Τὰ δὲ γεγραμμένα ὑπ’ αὐτοῦ φησι Λόβων ὁ Ἀργεῖος εἰς ἔπη τείνειν διακόσια. Κατά τινας μὲν σύγγραμμα κατέλιπεν οὐδέν. Κατά τινας δὲ μόνα δύο συνέγραψε, Περὶ τροπῆς καὶ Ἰσημερίας, τὰ ἄλλ’ ἀκατάληπτα εἶναι δοκιμάσας· ἡ γὰρ εἰς αὐτὸν ἀναφερομένη Ναυτικὴ ἀστρολογία Φώκου τοῦ Σαμίου λέγεται εἶναι.[1]

Πηγαί

edit
  1. 1.00 1.01 1.02 1.03 1.04 1.05 1.06 1.07 1.08 1.09 1.10 1.11 1.12 Διογένης Λαέρτιος· Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων A΄ 22–44, Θαλῆς.
  2. 2.0 2.1 Σοῦδα, Θαλῆς.

Σύνδεσμοι Ἐξώτεροι

edit