Wp/grc/Θάνατος τοῦ Λί Ῥίγβι

< Wp‎ | grc
Wp > grc > Θάνατος τοῦ Λί Ῥίγβι

Ἄνθρωπός τις ἐκεφαλοτομήθη ἐν τῇ τοῦ Ἡνωμένου Βασιλείου πρωτευούσῃ· λέγουσιν οἱ τὴν προσβολὴν μαρτυρήσαντες ὅτι δύο ἄνθρωποι στρατιώτῃ τινὶ ὃς ἔτυχεν ἐκεῖ ὢν προσέβαλον ἅμα τοὺς λόγους ”ὁ Ἀλλὰχ μέγας ἐστίν” κεκραγότες καὶ μαχαίρᾳ ἀπέκτειναν· ἔπειτα δὲ πρὸς μὲν τοὺς φύλακας οὐ διὰ πολλοῦ ἀφικομένους τὰς μαχαίρας σείοντες ἔτρεχον, οἱ δὲ ἐπυροβόλησαν· ὅμως δὲ οἱ φονεῖς οὐ μὲν ἀπέθανον, ἐτρώθησαν δὲ καὶ κατελήφθησαν.

Ἡ θέσις τοῦ θανάτου τοῦ Λί Ῥίγβι

κατὰ μὲν τὸν πρωθυπουργὸν Δαβὶδ Κάμερον, ὃς περὶ τούτου ἀκούσας ταχέως πάντας τοὺς ὑπουργοὺς συνεκάλεσεν, τοῦτο τρομοκρατικὴ προσβολὴ ἦν, ἡ δὲ τοῦ Ἡνωμένου Βασιλείου Μουσουλμανικὴ Βουλὴ ταχέως ταύτην τὴν προσβολὴν ἐμέμψατο.

Διὰ τῆς Βρετανικῆς τηλεωράσεως ITV ἔξεστιν ἕνα τῶν τρομοκρατῶν ταῖς ᾑματωμέναις χερσὶ μάχαιραν ἔχοντα ἰδεῖν, ἔξεστι δὲ καὶ γυναῖκα ἰδεῖν αὐτῷ διαλεγομένην· αὕτη ἡ γυνή, πάντα μαρτυρήσασα, τῷ νεκρῷ προσχωρήσασα τῷ φονεῖ διελέγετο ἵνα οὗτος ἐκεῖ μένοι ἕως οἱ φύλακες ἀφίκοιντο.

Ἐξωτερικοὶ σύνδεσμοι

edit

http://www.akwn.net/ (Ἑλληνική)