Wp/grc/Γυνή

< Wp | grc
Wp > grc > Γυνή

Γυνή ἐστι ἄνθρωπος θηλέως γένους. ἡ δὲ θήλεια παῖς κόρη καλεῖται.

Ζωγράφημα τῆς Εὔας, πρώτης οὔσης κατὰ τοὺς Ἰουδαίους γυναικός, ὑπὸ Βίκτωρος υἱοῦ Καρόλου Στέμβερ (Виктор Карлович Штембер) ἐζωγραφήμενον.

Γυναῖκες ὡς ἐπὶ πολὺ οἷαί τ’ εἰσιν ἔν τε γαστρὶ φέρειν καὶ παιδοποιεῖν. ὁ γὰρ ἀνὴρ ἄνευ γυναικῶν τίκτειν οὐκ ἔχει χρόνῳ παρόντι, διότι τῶν θηλυτέρων αἰδοίων ἐνδεῖ· ἅ ἐστι ἡ ὠοθηκὴ καὶ σάλπιγξ καὶ μήτρα καὶ ὁ κόλπος καὶ δὴ καὶ ὃ φορτικῶς κύσθος καλούμενον.

Ἐν τοῖς πάλαι πολλάκις θαμὰ καταφρονοίη ἄν τις τῶν γυναικῶν, ὡς μαλθακωτέρων καὶ κατὰ τὴν ἔνδοξον κακόνοιαν πανουργοτέρων τοῦ ἄρρενος, ἄλλως τε καὶ βίᾳ ἀδικῶν αὐτάς. νῦν δὲ χάριν τῆς θυλεοκρατικῆς κινήσεως ἐπιχειρίζουσι πολλαὶ αὑτὰς τ’ ἐς ἐλευθερίαν ἐξαιρεῖσθαι καὶ προσποιεῖν τὰ πολιτικὰ δικαιώματα, ὥστε ἰσονομίαν τινὰ γεγονέναι πρὸς ἄνδρας.