Ἡ Γλῶσα τεχνητὴ βοηθητικὴ γλῶσσα εστὶ ὑπὲρ τοῦ διαλόγου μεταξὺ ἐθνῶν. Ἔχει ταῦτα τὰ ἰδιώματα·
- Ἡ ἐκφώνησις αὐτῆς κανονική ἐστι, καὶ ἡ ὀρθογραφία αὐτῆς φωνητική.
- Ἡ δομὴ καὶ ἡ σύνταξις αὐτῆς ἁπλαῖ εἰσι.
- Ἡ φύσις αὐτῆς ἀναλυτική ἐστι, ἐχούσης τῆς Γλώσης μηδεμίαν κλίσιν ἢ φῦλον. Ὀλίγος ἀριθμὸς ὀνομάτων ὁρίζει τὰς γραμματικὰς σχέσεις.
- Ἐκ πάντων δὲ μάλιστα ἡ Γλῶσα οὐδετέρα ἐστὶ καὶ ἀληθῶς καθολική, χάριν τῆς χρήσεως ῥιζῶν Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν, αἵπερ χρῶνται ἐν τῇ κοινῇ ἐπιστημονικῇ διαλέκτῳ.