Γίλγαμος[1] (ἐν τῇ Σουμεριακῇ γλώττῃ 𒀭𒄑𒉋𒂵𒈨𒌋𒌋𒌋; Bilgames: σημαίνει ὁ πρόγονος ἥρως ἦν) ἥρως τῆς ἀρχαίας μυθολογίας τῆς Μεσοποταμίας ἐστίν, ὃς ὤν ὁ πρωταγωνιστὴς ἐν τῷ Ἔπει τοῦ Γιλγάμου. Οὗτος εἰκότως ἱστορικὸς βασιλεὺς τῆς Ὀρχόης ἦν (ἀμφὶ 2700 π.Χ.) καὶ μετὰ τὸν θάνατον θεοποιηθέντα ὑπὸ τοῦ δήμου. Λουγαλβάνδα ὁ πατὴρ ἢ ὁ πάππας αὐτοῦ καὶ Οὐρ-Νουγγὰλ ὁ υἱὸς ἦν. Κατὰ μύθους αὐτὸς ᾠκοδόμησε τὰ τείχη τὰ ἔνδοξα τοῦ ἄστεως.
Μετὰ τοῦ φίλου Ἐνκίδου ἐπορεύθη εἰς τὴν ὕλην τὴν τῶν κέδρων καὶ κρατήσας τὸν Χουμβάβαν. Ὅτι τὸν ταῦρον τοῦ οὐρανοῦ τῆς Ἀστάρτης (Ἰνάννης) ἀπέκτειναν οἱ ἀμφότεροι αὕτη ἐπέπεμψεν νόσον ἐπὶ τὸν Ἐνκίδου. Τεθνεῶτος Ἐνκίδου ὁ Γίλγαμος πλεύσας παρὰ τὸν Ξίσουθρον (ὁ ἥρως τοῦ κατακλυσμοῦ ἐν τῇ Μεσοποταμίᾳ) ἐπεχείρησε ζητῆσαι τὸν αἰώνιον βίον. Γνοὺς τὴν τελευτὴν ἀναγκαίαν ἐπανῆλθε εἰς τὸ ἄστυ.
Τεκμήρια
edit- ↑ Κλαυδίου Αἰλιανοῦ, Περὶ ζῴων ἰδιότητος, 12.21: "καὶ καλεῖται Γίλγαμος, καὶ βασιλεύει Βαβυλωνίων," κτλ.
Σύνδεσμοι Ἐξώτεροι
editΤὰ Οὐικικοινὰ πλείω περιέχουσι περὶ τοῦ θέματος: Γίλγαμος. |