Ἦν ὁ πρῶτος φόρος, ὑπὸ Ἀριστείδου τοῦ Δικαίου ταχθεὶς, 460 τάλαντα[1]. Τῷ ἔτει 454 π.Χ., ὁ θησαυρὸς τῶν συμμάχων ἀπὸ τοῦ Δήλου εἰς τὰς Ἀθήνας μετηνέχθη. Ἔκτοτε, αἱ ἐπιγραφαὶ δεικνύουσι τὸν φόρον δι’ ἐνιαυτοῦ τετάρτου (ἅμα τῇ ἑορτῇ τῶν Παναθηναίων) τῇ βουλῇ τάσσεσθαι. Ἐπεὶ μὲν ὁ φόρος ἔπεσε εἰς τὸ ἐλάχιστον 410 ταλάντων τῷ ἔτει 446 π.Χ., ποιησαμένων τῶν σπονδῶν πρὸς τοὺς Πέρσας (ἡ ἀμφισβητήσιμος “εἰρήνη τοῦ Καλλίου”), ηὐξήθη δ’ αὖθις μέχρι 600 ταλάντων ἐντὸς τοῦ ἔτους 431 π.Χ.[2]. Ἐπήκμασε τῷ 425 π.Χ., ὁπότε ἐτάχθη 1.460 ταλάντων ἐσηγουμένου Θουδίππου, τοῦ Κλέωνος γαμβροῦ[3], ἵνα ἐκδοχὴν ποιοῖτο τοῦ πρὸς τοὺς Λακεδαιμονίους πολέμου.
Ὁ φόρος ἦν ἡ κεφάλαια πρόσοδος τῆς Ἀθηναίων πόλεως· εἵπετο τὰ μέταλλα τοῦ Λαυρείου (ἄργυρος), τῆς Σκαπτῆς Ὕλης (χρυσός) καὶ τοῦ Παγγαίου (χρυσὸς καὶ ἄργυρος). Ἐπὶ τοῦ Περικλέους, ὁ Λαύρειον προσώδευε μεταξὺ 100 καὶ 200 ταλάντων τοῦ ἐνιαυτοῦ[4], ἡ Σκαπτὴ Ὕλη περὶ 80 τάλαντα τοῦ ἐνιαυτοῦ[5], ὁ Πάγγαιον πιθανῶς ἧσσον[6]. Τῷ ἔτει 399 π.Χ. μὲν προσώδευε ἡ πεντηκοστὴ ὑπὲρ τὰ εἰσαγόμενα καὶ τὰ ἐξαγόμενα τοῦ Πειραιέως περὶ 33 ταλάντων τοῦ ἐνιαυτοῦ[7]· ἐν τῷ χρόνῳ τῆς ἀρχῆς τῶν Ἀθηναίων δ’ εὐλόγως ἦσαν αἵδε πρόσοδοι δὶς ἢ τρὶς μείζονες. Τὸ μετοίκιον δ’ προσώδευε τοὐλάχιστον 12 τάλαντα τοῦ ἐνιαυτοῦ[8]. Ἄπορον τιμᾶσθαι αἱ πρόσοδοι τῶν ζημίων καὶ τῶν δημεύσεων.
Ἐν τῷ αἰῶνι χρυσῷ μὲν ἦσαν αἱ πρόσοδοι τῶν Ἀθηνῶν περὶ 1.000 τάλαντα τοῦ ἐνιαυτοῦ[9], αἱ δὲ τῆς Περσίδος περὶ 14.560 τάλαντα[10] καὶ αἱ τῆς βασιλείας τοῦ Σεύθου τοῦ Θρᾳκὸς περὶ 800 τάλαντα[11].
Τῷ 431 π.Χ. μὲν ὑπῆρχε ἐν τῇ ἀκροπόλει Ἀθηνῶν 6.000 τάλαντα δημοσίων χρημάτων (τὰ πλεῖστα 9.700 περὶ τὸ 437 π.Χ. ἐγένετο[12]). Τὰ ἴδια τῶν Ἀθηναίων δὲ τιμᾶται ὑπὸ τῷ Meiggs 20.000 ταλάντων τῷ 428 π.Χ., ὁπότε ἐπράχθη εἰσφορὰ 200 ταλάντων[13], εὐλόγως ἑκατοστὴ τῶν ὅλων ἰδίων[14]· τῷ 377 π.Χ. δ’ ἐτιμήθη 5.750 ταλάντων[15] καὶ 6.000 ταλάντων τῷ 354 π.Χ.[16].
Φόρος | περὶ 600 τάλαντα |
Μέταλλα | περὶ 300 τάλαντα |
Πεντηκοστή | περὶ 100 τάλαντα |
Μετοίκιον | περὶ 12 τάλαντα |
Κεφάλαιον | περὶ 1.000 τάλαντα |
---|
Πηγαί
edit- ↑ Θουκυδίδης, Αʹ, 96.
- ↑ Θουκυδίδης, Βʹ, 13.
- ↑ IG I³ 71.
- ↑ Ἡρόδοτος, Ζʹ, 144· Ἀριστοτέλης, Ἀθηναίων Πολιτεία, ΚΒʹ, Ξενοφῶν, Πόροι, Δʹ· Θουκυδίδης, Ζʹ, 27.
- ↑ Ἡρόδοτος, Ϛʹ, 46.
- ↑ Διαπαραδίδωσιν ὁ Διόδωρος, ΙϚʹ, 8· “[ὁ Φίλιππος Βʹ ὁ Μακεδών] τὰ δὲ κατὰ τὴν χώραν χρύσεια μέταλλα [τῆς Σκαπτὴς Ὕλης καὶ τοῦ Παγγαίου] παντελῶς ὄντα λιτὰ καὶ ἄδοξα ταῖς κατασκευαῖς ἐπὶ τοσοῦτον ηὔξησεν ὥστε δύνασθαι φέρειν αὐτῷ πρόσοδον πλεῖον ἢ 1.000 ταλάντων”.
- ↑ Ἀνδοκίδης, Αʹ, 133-134.
- ↑ Ἀθήναιος, 272C.
- ↑ Ξενοφῶν, Ἀνάβασις, Ζʹ, 127.
- ↑ Ἡρόδοτος, Γʹ, 89-95.
- ↑ Θουκυδίδης, Βʹ, 97.
- ↑ Θουκυδίδης, Βʹ, 13.
- ↑ Θουκυδίδης, Γʹ, 19.
- ↑ Ἀριστοφάνης, Ἐκκλησιάζουσαι, 823-829.
- ↑ Πολύβιος, Βʹ, 62, 7.
- ↑ Δημοσθένης, ΙΔʹ, 19.